Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

ὁ δὲ φιλόσοφος μεταβαλὼν ὅλον ἑαυτὸν πρὸς τὴν ἀΜῆ εἰς τὸν τῶν ὅλων θεὸν εὐσέβειαν, ἀιαστὰς ἠκολούθει τῷ γέροντι καὶ ἐπιστραφεὶς λέγει τοῖς μαθηταῖς αὐτοῦ καὶ πᾶσι τοῖς συνελθοῦσιν εἰς τὴν ἀκρόασιν »ἀκούσατε, φησίν, ὠ ἄνδρες, ἴως ὅτε λόγων ἐποιούμην σπουδήν, λόγους λόγοις ἀντετίθουν καὶ τὰ προσ- [*](A1HR V1P3 M2P1P2) [*](4 τῆς] τοῖς P2V1 7 ἀλ[ηθείας] Α1 | εἴποις ΗRV1P3 (Georg. Mon.?) εἴπῃς Α1Μ2Ρ1Ρ2 9 θάλατταν Η | αὐτοῖς] τοῖς Η 10 ὃς] ὁ Α1ΗΜ2Ρ1Ρ2 | ἐκ + τῆς H (??) διαπλάσας + ουτος Α1R | ὑπεστήσατο + τε V1 11 καὶ τῷ ἁγίῳ πνεύματι > V1 12 ἡμεῖς > H 14 ἐπανθρωπικέναι R 16 f αἰώνιον αὐτὸν 18 κριτὸν τε περὶ || περὶ πάντων >) V1 20 ἢ] καὶ Georg. Mon.. 22 καὶ > V1P3 23 πάντα καθὼς] ὡς Μ2Ρ1Ρ2 25 σπουδάσωμεν] βαδισομεν 26 αὐτὸν 27 ἀληθῆ — εὐσέβειαν] ἀλήθειαν R | ἠκολούθησε R 29 ἀκρόασιν + αὐτοῦ Ρ2 30) λόγοις λόγους ~ Α1R λόγους > P3)

64
φερόμενα τέχνῃ τοῦ λέγειν ἀνέτρεπον·

ὅτε δὲ ἀντὶ λόγων δύναμίς τις θεία ἐκ τοῦ στόματος τοῦ ζητοῦντος προελήλυθεν, οὐκ ἴσχυσαν οἱ λόγοι λοιπὸν τῇ δυνάμει ἀντιτάξασθαι — οὔτε γὰρ ἄνθρωπος θεῷ οἷός τέ ἐστιν ἀντιστήσεσθαι. διά τοι τοῦτο εἴ τις ὑμῶν δύναται συνιέναι, ὡς ἐγὼ νενόμικα, πιστεύσει εἰς Χριστὸν καὶ ἀκολουθησάτω τούτῳ τῷ γέροντι, ἐν ᾧ ἐλάλησεν ὁ θεός‘.

τοῦτον τὸν τρόπον ἀναλαβὼν ὁ φιλόσοφος φωτισθείς τε καὶ γενόμενος Χριστιανὸς ἔχαορεμ ἡττηθεὶς ὑπὸ τοῦ γέροντος· τούτου δὲ τοῦ φιλοσόφου βαπτισθέντος καὶ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ συναφθέντος καὶ διαναπαυομένου καὶ ἀγαλλιῶντος ἐπὶ τοῖς μεγαλείοις τοῦ θεοῦ, ἡ σύνοδος ἔχαιρεν.

  • Ἀντίρρησις ἑτέρου φιλοσόφου τοὔνομα Φαίδωνος ποιουμένου καὶ αὐτοῦ τοὺς λόγους ὑπὲρ τοῦ θεομάχου Ἀρείου καὶ τῆς ἐφευρεθείσης ὑπ’ αὐτοῦ βλασφημίας.
  • Πρότασις τοῦ φιλοσόφου πρὸς τὴν ἁγίαν σύνοδον εἰς τὸ »ποιήσωμεν ἄνθρωπον«· »καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον θρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν«. εἰ οὐν, ὡς ἡ φωνὴ δηλοῖ, ᾖ καὶ ὁ νοῦς ἐξαπαχθείς, ἀνθρωπόμορφον ἄν τις λέξοι τὸν θεόν. τὸν δὲ θεὸν ἴσμεν ἁπλοῦν καὶ ἀσχημάτιστον. τί οὖν βούλονται αἱ σημασίαι τῶν προσηγοριων τούτων; φατέ, μη αρα ἀνθρωπόμορφον τὸ θεῖον; ἀπόκρισις τῶν ἁγίων πατέρων διὰ [*](κζ΄) Εὐσταθίου ἐπισκόπου Ἀντιοχείας· οὐχ

    οὕτως, ὦ φιλόσοφε, ἀλλ᾿ ἢ τὸ εἰπεῖν τὸν θεόν· »ἀρχέτωσαν πάσης τῆς γῆς« καὶ τὸ »κατακυριευσάτωσαν αὐτῆς καὶ πάντων τῶν ἐν αὐτῇ‘ τοῦτο τὸ κύριόν ἐστι τοῦ ποιῆσαι τὸν ἄνθρωπον κατ’ εἰκόνα θεοῦ καὶ ἄρχειν αὐτὸν πάσης τῆς γῆς.

    ἐπείπερ, ὡς ἄρχει ὁ θεὸς ἁπάσης τῆς τῆς καὶ τῶν ἐν αὐτῇ πάντων, οὕτω καὶ τὸν ἄνθρωπον δεύτερον ἄρχοντα πάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ κατέστησε, τοῦτο εἰναι τὸ »κατ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν‘ γενέσθαι τὸν ἄνθρωπον φημι. ἔτι ἀνταπόκρισις τῶν ἀγίων πατέρων διὰ τοῦ αὐτοῦ [*](κη΄) [*](14 Gon. 1, 26 — 17 vgl. S. 15, 22: Theodoret quaest. in Genes. 20 t. I p. 25, 30 Schulze | 21 Theodoret ebd. p. 26. Gen. 1, 26. 28 — 26 Gen. 1, 26) [*](A1HR V1P3 M2P1P2) [*](2 τοῦ1 >​ HV1P3 3 οὐδὲ Georg. Mon. | οὔτε — 4 ἀντιστήσεσθαι > 5 ἔγωγε ΗΜ2Ρ1Ρ2 | κἀγὼ νενόηκα Georg. Mon. 7 τε A1R > d. übr. HSS D τοῦ θεοῖ ~ R 12 εὑρεθείσης Α1R 13 ἡ πρότασις Α1R | φιλοσόφου] λόγου H ἐπαχθεὶς Η | τις ἀνθρωπόμορφον ~ Α1R 17 λέξη Α1 λέξει R | ἴμεν, aber am Rand von äterer Hd. ἴσμεν Μ2 21 τὸν θεὸν > R, äglich ügt V1 | > M2 23 εἰκόνα + τοῦ H | καὶ > H 24 ἐπείπερ — 26 γῆς > πάσης R)

    65
    ἐπισκόπου Εὐσταθίου εἰς αὐτό· καὶ εἶπεν ὁ θεός·

    ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν‘. ἀλλὰ πρὸς τίνα ἔφη, ζητήσωμεν, φιλόσοφε. ἐν τῷ γὰρ εἰπεῖν καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν‘ ζήτημα ἐνέβαλε νοῆσαι ἡμᾶς, πρὸς τίνα ἔλεγε τὸ ποιήσωμεν· εἰπὼν εἰπὼν γὰρ καὶ εἶπεν ὁ θεὸς ποιήσωμεν ἄνθρωπον« ἐπήγαγε λέγων »καὶ ἐποίησεν ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ᾿ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρρεν καὶ θῆλυ ἐποίησεν αὐτούς«.

    ἡ οὖν τοῦ ποιήσωμεν σημασία τὸ εἶναι πρόσωπον συνδημιουργὸν σημαίνει καὶ συνισοπροσήγορον εἰσάγει. ὡς γὰρ θεὸς ὁ πατήρ ἐστιν ὁ εἰπὼν »ποιήσωμεν ἄνθρωπον«, οὕτω θεός ἐστι καὶ πρὸς ὃν τὸ ποιήσωμεν εἴρηκε, μιᾶς οὔσης τῆς τῶν ἀμφοτέρων προσώπων θεότητος, τοῦ τε ἐπόντος »ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν« καὶ τοῦ ποιήσαντος τὸν ἄνθρωπον.

    τὸ γὰρ ποιήσωμεν τὸ πανάγιον καὶ ἀπαράλλακτον τῆς τοῦ πατρὸς καὶ υἱοῦ θεότητος παρίστησιν ἡ φωνή. ἡ γὰρ τοῦ θεοῦ εἰκὼν ἁπλῆ καὶ ἀσύνθετός ἐστι πῦρ οὖσα τῇ φύσει.

    ἀπόκρισις σύμφωνος τῶν ἁγίων πατέρων· φῶς ἀπρόσιτον καὶ [*](κθ΄) ἄστεκτός ἐστι φύσις ἡ τῆς ἁγίας τριάδος οὐσία. αὕτη ἐστὶν ἡ διάνοια τοῦ ποιήσωμεν.