Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Οὐκ ἦν δὲ ἄρα, φησὶν ὁ Παμφίλου Εὐσέβιος, τῷ μισοκάλῳ φθόνῳ τῷ τε φιλοπονήρῳ δαίμονι φορητὸς ἡ τῶν ὁρωμένων θέα, ὥσπερ οὖν οὐδὲ Λικιννίῳ μετατραπέντι [ὥσπερ] ἐτύγχανεν αὐτάρκη πρὸς σώφρονα λογισμὸν τὰ τοῖς ἔμπροσθεν δεδηλωμένοις τυράννοις συμβεβηκότα, ὃς εὐφραινομένης αὐτῷ τῆς ἀρχῆς, τῆς βασιλέως τοῦ μεγάλου Κωνσταντίνου δευτερεύων τιμῆς ἐπιγαμβρίας τε κοὶ συγγενείας ἠξιωμένος, μιμήσεως μὲν τῆς τῶν καλῶν ἀπελιμπάνετο, τῆς δὲ τῶν ἀσεβῶν τυράννων μοχθηρίας ἐζήλου τὴν κακοτροπίαν καὶ ὧν τοῦ βίου τὴν καταστροφὴν ἐπεῖδεν αὐτοῖς ὀφθαλμοῖς, τούτων ἕπεσθαι τῇ γνώμῃ μᾶλλον ἢ τῇ τοῦ κρείττονος φιλίᾳ τε καὶ διαθέσει ἠβούλετο.

διαφθονηθεὶς τοιγαροῦν τῷ πανευεργέτῃ, πόλεμον δυσαγῆ καὶ δεινότατον πρὸς αὐτὸν ἐκφέρει, οὐ φύσεως νόμων φεισάμενος, οὐχ

ὁρκωμοσιῶν οὐχ αἵματος οὐ συνθηκῶν μνήμην ἐν διανοίᾳ λαβών. ὁ μὲν γὰρ αὐτῷ οἷα πανάγαθος βασιλεὺς εὐνοίας παρέχων ἀληθοῦς σύμβολα, συγγενείας τῆς πρὸς αὐτὸν οὐκ ἐφθόνησε γάμων τε λαμπρῶν ἀδελφῆς μετουσίαν οὐκ ἀπηρνήσετο.

καὶ μεθ᾿ ἕτερα· ἀλλὰ τούτοις τἀναντία Λικίννιος διεπράττετο, παντοίας ὀσημέραι κατὰ [*](2 vgl. Jes. 53, 4 — 11—26 vgl. Eus. H. E. X 8 p. 892, 1—16 — 26—S. vgl. Eus. a. a. O. 20—23) [*](Α1Η V1P3 M2P1P2) [*](1 μάλα + προθύμως Eus. 6 εὐσεβείας καὶ am Rand nachträglich eingefügt H | πίστεως καὶ εὐσεβείας ~ V1 7 vgl. S. 19, 7. 22, 7 12 φορητὴ H wie Eus. R [Vita Const. 30, 23] 13 μετατραπέντι ὥσπερ > Eus. 15 εὐφραινομένης A1M2P1P2V1P3 εὐθυνουμένης H (Eus. εὖ φερομένης) 20 τὴν γνώμην V1P3 22 νόμου H νόμον P3 23 ὁρκομοσιῶν M2P1P2V1P3 | οὐ] οὐχὶ H 25 σύμβολον H | αὐτὸν von 1. Hd. corr. aus αὐτὸ P2 | τε] τὰς P3 27 τἀναντία > P2 | ὁσημέραι] ὡς ἡμέραι V1)

19
τοῦ κρείττονος μηχανὰς ἐπιτεχνώμενος ὁ μισόθεος, πάντας ἐπινοῶν ἐπιβουλῆς τρόπους, ὡς ἂν κακοῖς τὸν εὐεργέτην ἀμείψηται.

Οἷς ἐπιλέγει· τῷ δὲ ἄρα ἦν ὁ θεὸς φίλος κηδεμὼν καὶ φύλαξ, τῷ Κωνσταντίνῳ λέγω, ὃς αὐτῷ τὰς ἐν ἀπορρήτῳ κοὶ σκοτεινῷ μηχανευομένας ὑπὸ τοῦ τυράννου συμβουλίας εἰς φῶς ἄγων διήλεγχε. τοσοῦτον ἀρετή, τὸ μέγα τῆς θεοσεβείας ὅπλον, πρὸς ἄμυναν μὲν ἐχθρῶν, οἰκείας δὲ φυλακὴν σωτηρίας ἰσχύει. ὢν δὲ πεφραγμένος ὁ θεοφιλέστατος ἡμῶν βασιλεὺς Κωνσταντῖνος τῇ ἐκ τοῦ θεοῦ βοηθείᾳ τὰς τοῦ δυσωνύμου πολυπλόκους ἐπιβουλὰς διεδιδρασκεν.

ὁ δὲ τύραννος τὴν λαθραίαν συσκευὴν ὡς οὐδαμῶς ἑώρα κατὰ γνώμην αὐτῷ χωροῦσαν, τοῦ θεοῦ πάντα δόλον τε καὶ ῥᾳδιουργίαν τῷ θεοφιλεῖ κατάφωρα ποιοῦντος, οὐκ ἔτι οἶός τε ὢν ἐπικρύπτεσθαι, προφανῆ λοιπὸν πόλεμον αἱρεῖται.

ὁμόσε δὴ κατὰ Κωνσταντίνου πολεμεῖν διαγνούς, ἤδη καὶ κατὰ τοῦ θεοῦ τῶν ὅλων ὡς φρουροῦ Κωνσταντίνου, ὃν ἠπίστατο σέβειν αὐτόν, παρατάττεσθαι ὥρμηται· καὶ ἔπειτα τοὺς ὑπ αὐτῶ θεοσεβεῖς ἤλαυνε.

καὶ μεθ’ ἕτερα· καὶ ὁ τρόπος δὲ τοῦ κατ᾿ αὐτῶν φθόνου ξένος τις ἦν καὶ οἷος οὐδεπώποτε ἠκούσθη. τὰς γοῦν ἀμφὶ τὴν Ἀμάσειαν καὶ τὰς λοιπὰς τοῦ Πόντου πόλεις ὅσοις κακοῖς πιέζεσθαι προσέταξε, πᾶσαν ὑπερβολὴν ὠμότητος ὑπερηκόντισεν. ἔνθα τῶν ἐκκλησιῶν τοῦ θεοῦ αἳ μὲν ἐξ ὕψους εἰς ἔδαφος αὐθις κατερρίπτοντο, τὰς δὲ ἀποκέίεσθαι ἐκέλευσεν, ὡς ἂν μὴ συνάγοιτό τις τῶν εἰωθότων μηδὲ τῷ θεῷ τὰς ὀφειλομένας εὐχὰς καὶ λατρείας ἀποδίδωσι.

συντελεῖσθαι γὰρ οὐχ ἡγεῖτο ὑπὲρ αὐτοῦ ταύτας — πῶς γὰρ οἷόν τε ἠν τοῦτο ἐννοεῖν τὸν μισόθεον—φαύλῳ συνειδότι τοῦτο λογιζόμενος, ὑπὲρ δὲ Κωνσταντίνου τοῦ θεοφιλοῦς βασιλέως πράττειν [*](3—16 vgl. Eus. a. a. O. p. 892, 25—894, 10 — 16—S. 20, 2 vgl. p. 896, 31—898,9) [*](A1H V1P3 M2P1P2) [*](3 ἄρα ἦν ὁ θεὸς A1H ἄρα ὁ θεὸς ἦν Eus. ἦν ἄρα ὁ θεὸς d. übr. HSS 4 λέγω, aber durch Rasur corr. aus λέγων A1 λέγω H λέγων d. übr. HSS 6 ἀρετή, τὸ wie Eus. Tc ἀρετῆς τὸ die meisten Eus. HSS | θεοσεβείας] εὐσεβείας M2P1P2 | μὲν > P2 7 ὢν δὲ wie Eus. B, nur H hat ᾧ δὴ wie Eus. AM τῶν δὲ P3 8 τοῦ > V1 10 αὐτῶ A1H Eus. > die übr. HSS 11 θεοφιλεῖ + βασιλεῖ H. Ens. 12 κατάφορα P3 Eus. BDM | λοιπὸν > V1P3M2P1P2 Eus. αἱρεῖται] αἴρεται Eus. | ὅμως ἔδει κατὰ A1 (wo aber erst im Text und dann auch am Rand von späterer corr. in ὁμόσε δὴ κατὰ), M2P1P2V1P3 ὅμως ἤδη κατὰ H ὁμόσε δῆτα Eus. | Κωνσταντίνῳ V1 Eus. Κωνσταντίνου d. übr. HSS 17 αὐτὸν M2P1P2V1 (aber viell. in Correctur), P3 Eus. TER Mc | φθόνου HSS geg. Eus. φόνου 20 τοῦ θεοῦ > V1 21 συναγάγοιτο H Eus. BD 23 ἀποδίδωσι HSS ἀποδιδῶσι A1) ἀποδιδῷ Eus. 24 θεομισῆ Α1 θεόμισον H 25 λογιζόμενος corr. in λογιζόμενον A1)

20
ἡμᾶς καὶ τὸν θεὸν ἱλεοῦσθαι ἐπέπειστο. ὅθεν ἐκ τούτου παρορμηθείς, τὸν θυμὸν καθ’ ἡμῶν ἐΠισκήπτει.

καὶ μετὰ βραχέα· καὶ δὴ ἀπήγοντο πολλοὶ τῶν ἐπισκόπων καὶ ἐκολάζοντο ἀπροφασίστως ὁμοίως τοῖς μιαιφόνοις οἱ μηδὲν ἠδικηκότες, καινοτέραν ὑπομένοντες τελευτήν, ξίφει τὸ σῶμα εἰς πολλὰ τμήματα κατακρεουργούμενοι καὶ μετὰ τὴν ἀπηνῆ ταύτην καὶ φρικτοτάτην θέαν τοῖς τῆς θαλάσσης βυθοῖς τοῖς ἰχθύσιν εἰς βορὰν ἐρρίπτοντο.

φυγαὶ δὲ αὐθις ἐπὶ τούτοις τῶν θεοσεβῶν ἁπάντων ὁμόσε ἀνδρῶν καὶ γυναικῶν σὺν κομιδῇ νηπίοις ἐγίνοντο, καὶ πάλιν ἀγροὶ καὶ πάλιν ἐρημίαι νάπαι τε καὶ ὄρη τοὺς τοῦ Χριστοῦ θεράποντας ὑπεδέχοντο, κατὰ πάντων ἀνακινήσαντος τοῦ δυσσεβοῦς τὸν πόλεμον.

Καὶ μετὰ βραχέα· εἰ μὴ τάχιστα τὸ μέλλον ἔσεσθαι προλαβὼν ὁ τῶν ψυχῶν ὑπεράγαθος θεὸς ὡς ἐν βαθεῖ σκότῳ καὶ νυκτὶ ζοφωδεστάτῃ φωστῆρα μέγαν ἀθρόως καὶ σωτῆρα τοῖς πᾶσιν ἐξέλαμψε, τὸν αὑτοῦ θεράποντα Κωνσταντῖνον ὑψηλῷ βραχίονι γενναιοτάτῃ δὲ χειρὶ χειραγωγήσας.

Τούτῳ μὲν οὖν ἄνωθεν ἐξ οὐρανῶν καρπὸν εὐσεβείας ἐπάξιον τρόπαια κατὰ τῶν ἀσεβῶν παρεῖχε νίκης, τὸν δὲ ἀλιτήριον αὐτοῖς συμβούλοις ἅπασι καὶ φίλοις ὑπὸ τοῖς Κωνσταντίνου ποσὶ κατέβαλεν ὁ Κωνσταντίνου καὶ πάντων ἡμῶν θεός.

ὡς γὰρ εἰς ἔσχατα μανίας τὰ κατ᾿ αὐτὸν ἤλαυνεν, οὐκ ἀνεκτὸν εἶναι λογισάμενος βασιλεὺς Κωνσταντῖνος ὁ τῷ θεῶ φίλος τὸν ἔμφυτον σώφρονα καὶ εὐσεβῆ συναγαγὼν λογισμὸν καὶ τὸ στερρὸν τοῦ δικαίου τρόπαιον φιλανθρωπίᾳ κερασάμενος, ἐπαμῦναι κρίνει τοῖς ὑπὸ τῷ τυράννῳ ταλαιπωρουμένοις, καὶ τό γε πλεῖστον ἀνθρώπων γένος, βραχεῖς λυμεῶνας ἐκποδὼν ποιησάμενος, ἀνασώσασθαι ὁρμᾶται.

μόνῃ γὰρ αὐτῷ χρωμένου φιλανθρωπίᾳ τῷ δυσσεβεῖ τοῦ φιλανθρωποτάτου βασιλέως Κωνσταντίνου τὸν πρὸ τούτου χρόνον καὶ τὸν οὐ συμπαθείας ἄξιον ἐλεοῦντος, τῷ μὲν ἐγίνετο πλέον οὐδέν, τῆς κακίας οὐκ ἀπαλλαττομένῳ, αὔξοντι δὲ μᾶλλον τὴν κατὰ τῶν ὑποχειρίων Μνῶν [*](2—10 vgl. Eus. a. a. O. p. 898, 12—19 — 12—S. 21, 11 vgl. Eus. p. 898, 22—900, 16) [*](A1H V1P3 M2P1P2) [*](5 κρεουργούμενοι M2P1P2 6 φρικτωτάτην HP2 9 πάλιν2 > M2P1P2 11 δυσεβοῦς M2 δυσεβοῦς corr. von 1. Hd. in δυσσεβοῦς P2 13 τῶν + οἰκείων Eus. | ὑπεράγαθος HSS (viell. durch Lesefehler aus) ὑπέρμαχος Eus. 15 δὲ] δὴ H 17 οὖν > P2 19 πρηνῆ] πρινῆ V1 Eus. T1BD corr. Tc πρὶν ἢν 23 τὸν στερρὸν τοῦ δικ. τρόπον Eus. 26 ὥρμηται M2P1P2 27 χρωμένῳ Eus. | τῷ—28 Κωνσταντίνου > Eus. 20 ἐλεοῦντι Eus. | οὐκ > V1)

21
λύτταν, τοῖς δὲ κακουμένοις οὐδεμία ἦν σωτηρίας ἐλπίς, ὑπὸ δεινοῦ θηρίου καταπονουμένοις.

διὸ δὴ τῷ φιλανθρώπῳ μίξας τὸ μισοπόνηρον ὁ τῶν ἀγαθῶν χορηγὸς πρόεισιν ἅμα παιδὶ Κρίσπῳ βασιλεῖ φιλανθρωποτάτῳ ἀπὸ τῆς ἑσπερίων τῆς] μεγίστης Ῥώμης ἐπὶ τὴν ἑῴαν κατὰ τοῦ τυράννου, σωτηρίας δεξιὰν ἅπασι τοῖς ἐκτείνας· παμβασιλεῖ θεῷ καὶ παιδὶ Χριστῷ σωτῆρι ποδηγῷ καὶ συμμάχῳ χρώμενοι, πατὴρ Κωνσταντῖνος βασιλεὺς ἄμα υἱῷ βασιλεῖ Κρίσπῳ ἄμφω κύκλῳ διελόντες τὴν κατὰ τῶν θεομισῶν παράταξιν, ῤᾳδίαν τὴν νίκην ἀποφέρονται, τῶν κατὰ τὴν συμβολὴν πάντων ἐξευμαρισθέντων αὐτοῖς καὶ κατὰ γνώμην τοῦ παμβασιλέως θεοῦ, καθὰ φησιν ὁ φιλαληθέστατος Εὐσέβιος ὁ τοῦ πανευφήμου Παμφίλου.

Ῥουφῖνος δὲ φησὶν—εἰ καὶ μηδεμίαν μοῖραν τῶν γεγενημένων ἐπὶ Λικιννίου πραγμάτων ἐμνημόνευσεν, ὅμως καὶ αὐτὰ τὰ λεξίδια τοῦ προρρηθέντος ἀναλεξάμενος ἐνθήσω τῇ συγγραφῇ — φησὶ δὲ Λικίννιος μὲν οὖν ὁ συμβασιλεύων αὐτῷ, δηλονότι τῷ θεοφιλεῖ Κωνσταντίνῳ, τὰς Ἑλληνικὰς ἔχων δόξας ἐμίσει Χριστιανούς· καὶ διωγμὸν μὲν προφανῆ κατ’ αὐτῶν φόβῳ τοῦ βασιλέως Κωνσταντίνου κινεῖν ὑπεστέλλετο, λεληθότως δὲ πολλοὺς ἐσκευωρεῖτο.

προιὼν δὲ φανερῶς τὸν κατὰ πάντων διωγμὸν ἀνεκίνει ἐν τοῖς τῆς ἀνατολῆς τόποις, ὡς καὶ πολλοὺς τοῦ Χριστοῦ μάρτυρας ἀναδειχθῆναι ἐν διαφόροις τόποις· ἐκ δὴ τούτου εἰς ἀπέχθειαν τὴν πρὸς αὐτὸν μεγίστην τὸν βασιλέα Κωνσταντῖνον ἐκίνησεν. ἦσαν δὲ πρὸς ἀλλήλους πολέμιοι. ταυτα μεν ουτος.

Οἱ δὲ λοιποί, ὅσοι τῆς Εὐσεβίου τοῦ Παμφίλου ἀληθείας συνήγοροι, διελόντες, φασίν, ἄμφω τὴν στρατιὰν πατὴρ Κωνσταντῖνος βασιλεὺς κοὶ υἱὸς Κρίσπος βασιλεὺς κατὰ τοῦ ἀσεβοῦς τυράννου ὥρμηντο, ὁ μὲν οὖν υἱὸς Κρίσπος ἐπὶ τὰ κατὰ τὴν Ἀσίαν μέρη τῇ σὺν αὐτῷ στρατιᾷ τὴν πορείαν ποιούμενος, ὁ δὲ πατὴρ Κωνσταντῖνος κατὰ τῆς Εὐρώπης τοῖς ἀμφ’ αὐτὸν δορυφόροις τὴν ὁδὸν διήνυεν.

ὁ δὲ μισόθεος καὶ πάσης ἀσεβείας καὶ μιαιφονίας ἔμπλεως [*](12 vgl. Socr. I 3, 1. 2 p. 7f und I 4, 1 p. 9; s. o. S. 7, 20 — 30 Über das Verhältnis von Licinius und Euseb vgl. auch die Vita Constantini des Cod. A in Philostorgius ed. Bidez p. 180 und XCVI) [*](A1H V1P3 M2P1P2) [*](3 πρόεισιν H Eus. πρόσεισιν die übr. HSS 5 σωτηρίαν P2 6 Χριστῷ] χρηστῷ P2 κυρίῳ M2 8 διελθόντες A1H geg. Eus. 10 καὶ tilgt Pasquali 11 πανευφήμου > P2 12 φησὶν > H 15 οὖν > P2 | θεοφιλεῖ A1 βασιλεῖ θεοφιλεῖ H βασιλεῖ d. übrigen HSS 17 κινεῖν] κοινὴν P2 18 λελυθότως M2P1 19 τὸν] τῶν M2 25 φασὶν] κατὰ A1 (Ceriani: φασὶν — sie per compendium 1. m., 2. m. κατὰ), φησὶν HM2P1P2V1P3 | στρατείαν A1 27 υἱὸς > P2 27f σὺν τῇ αὐτῷ ~ M2P1P2V1P3)

22
ἐξ ἀνατολῶν μετὰ πλείστου ὅσου στρατοῦ κατ᾿ αὐτῶν παραταττόμενος καὶ μεγαλαυχῶν ἤρχετο· φθάσας δὲ έν τῇ Νικομηδέων, ἐγνωκώς τε καὶ εἰδὼς τὴν τοῦ θεοφιλοῦς Κωνσταντίνου ψυχὴν σέβουσαν τοὺς τοῦ θεοῦ ἱερεῖς καὶ ὅτι διὰ πάσης ἄγοι τιμῆς, μισθοδοτεῖ τὸν τῆς Νικομηδέων ἐπίσκοπον Εὐσέβιον πάλαι πρόσφυγα αὐτοῦ ὄντα κατὰ τοῦ εὐσεβοῦς βασιλέως Κωνσταντίνου, οἰόμενος δι᾿ αὐτοῦ καὶ τῶν ἀμφ᾿ αὐτὸν ἀνελεῖν τὸν τοῖς τοῦ θεοῦ πεφραγμένον ἀκαταμαχήτοις ὅπλοις Κωνσταντῖνον.