Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

συντίθεται οὖν αὐτῷ ὁ θαυμάσιος Εὐσέβιος, ἐπαγγελίαις λιπαρηθεὶς παρὰ τοῦ συνασεβοῦς αὐτοῦ Λικιννίου.

Καὶ ὅτι ταῦτα οὕτως ἔχει, ἐξ αὐτῆς τοῦ φιλοχρίστου βασιλέως ἐπιστολῆς ἔνεστι πληροφορηθῆναι, ἡς τοῖς Νικομηδεῦσιν ἐπέστειλεν, ὡδέ πως λέγων πρὸς τῷ τέλει τῆς ἐπιστολῆς·

»Τίς ἐστιν ὁ ταῦτα διδάξας οὕτως ἄκακον πλῆθος; Εὐσέβιος >δηλαδὴ ὁ τῆς τυραννικῆς ὠμότητος συμμύστης. ὅτι γὰρ >τοῦ τυράννου γεγένηται προσφύλαξ, πολλαχόθεν ἔστι συνορᾶν. τοῦτο >μὲν αἱ τῶν ἐπισκόπων σφαγαὶ διαμαρτύρονται, ἀλλὰ τῶν >ἐπισκόπων, τοῦτο δὲ ἡ χαλεπωτάτη τῶν Χριστιανῶν ἐκδίωξις >ρήδην βοᾷ.

οὐδὲν γὰρ τῶν εἰς ἐμὲ γεγενημένων παρ᾿ αὐτοῦ νῦν >ἐρῶ, δι’ ὡν, ὅτε μάλιστα αἱ τῶν ἐναντίων μερῶν καθ᾿ ἡμῶν >ματεύοντο δυνδρομαί, οὗτος καὶ ὀφθαλμοὺς κατασκόπους κατ’ ἐμοῦ καὶ μόνον οὐκ ἐνόπλους τῷ τυράννῳ συνεισέφερεν >ὑπουργίας αὐτῷ χάριν.

μηδ’ ἐμέ τις οἰεσθω εἶναι πρὸς τὴν τούτων >ἀπόδειξιν ἀπαράσκευον· ἔλεγχος γάρ ἐστιν ἀκριβής, ὅτι τοὺς >τέρους καὶ τοὺς διακόνους τοὺς Εὐσεβίῳ παραπεμπομένους >ὑπ᾿ ἐμοῦ συνειλῆφθαι συνέστηκεν. ἀλλὰ ταῦτα μὲν παρ᾿ >νῦν οὐκ ἀγανακτήσεως ἔνεκεν, ἀλλ᾿ εἰς αἰσχύνην ἐκείνων προενή- >νεκται. ἐκεῖνο μόνον δέδια, ἐκεῖνο διαλογίζομαι, ὅτι ὑμᾶς ὁρῶ >τὴν τοῦ ἐγκλήματος καλεῖσθαι κοινωνίαν· διὰ γὰρ τῆς [*](13—S. 24,18 vgl. unten Anhang Nr.I (= Gel.2) und Theodoret H.E. I 20ff p.66) [*](A1H V1P3 M2P1P2) [*](3 τε A1 > die übr. HSS 1f τῶν—ἐπισκόπων A1 6 τῶν] τὸν P2 8 θαυμάσιος A1H θαυμαστὸς d. übr. HSS 9 ἐπαγγελίας Μ2 | αὐτοῦ] αὐτῷ M2P1P2 11 ἧς] ἧν corr. in ἣν Μ2 ἣν P1 | ἐπέστελλεν P3 12 ὧδε—13 ἐστιν > H aber am Rand ς (viell. ζήτει Holl) 14 ὁ Thdt. Gel.2 > HSS 15 πρόσφυξ Thdt. 16 αἱ τῶν] αὐτῶν H 18 οὐδὲ H | γὰρ + περὶ H Thdt. 20 συνδρομέναι P3 | οὑτος corr. aus οὕτως A1 22 αὐτῷ χάριν > Thdt. Gel.2 24 εὐσεβίου A1 | παραπεμπομένους HSS, παρεπομένους Thdt. Gel.2 25 παρέστηκεν V1 | ἀλλὰ — 26 ἕνεκεν > M2P1P2 25f μὲν παρίημι ἂ νῦν Thdt. 27 ἐκεῖνο1 + δὲ A1 Thdt. T 28 τῆς + τοῦ 1)

23
>διαγωγῆς τε καὶ διαστροφῆς συνείδησιν κεχωρισμένην τῆς >εἰγήφατε.

ᾀλλ᾿ ἔστιν οὐ βραδεῖα θεραπεία, εἴγε ἐπίσκοπον πιστόν τε καὶ ἀκέραιον νῦν γοῦν λαβόντες πρὸς θεὸν ἀπίδητε. ὅπερ ἐπὶ ποῦ παρόντος ἐν ὑμῖν ἐστιν, ὃ καὶ πάλαι ἐχρῆν τῆς ὑμετέρας κρίσεως >ἠρτῆσθαι, εἰ μὴ ὁ προειρημένος Εὐσέβιος δεινῇ τῶν τότε >βομένων αὐτῷ προαιρέσει ἐνταῦθα ἐληλύθει καὶ τὴν τῆς >ὀρθότητα ἀναισχύντως †σναωύντως.

>Ἀλλ᾿ ἐπειδὴ περὶ τοῦ αὐτοῦ Εὐσεβίου πρὸς τὴν ὑμετέραν ἀγάπην >ὀλίγα προσῆκε φράσαι, μακροθύμως ἀκούσατε. μέμνηται ἡ >ἀνεξικακία ἐπὶ τῆς Νικαέων πόλεως γεγενῆσθαι σύνοδον >ᾑ καὶ αὐτὸς ἐγὼ πρεπόντως τῇ τῆς ἐμῆς συνειδήσεως >παρήμην, οὐδὲν ἕτερον βουλόμενος ἢ ὁμόνοιαν ἅπασιν >καὶ πρὸ πάντων ἐλέγξαι καὶ ἀποσείσασθαι τὸ πρᾶγμα τοῦτο, ὃ >μὲν ἀρχὴν εἰλήφει διὰ τῆς Ἀρείου τοῦ Ἀλεξανδρέως >ἰσχυροποιεῖτο δὲ παραχρῆμα διὰ τῆς Εὐσεβίου ἀτόπου τε καὶ >σπουδῆς.

ἀλλ᾿ αὐτὸς οὗτος Εὐσέβιος, προσφιλέστατοι καὶ τιμιώτα- >τοι, μεθ’ ὅσης νομίζετε συνδρομῆς ἅτε δὴ ὑπὸ τῆς συνειδήσεως >αὐτῆς ἡττώμενος, μεθ’ ὅσης δὲ αἰσχύνης τῇ πανταχόθεν >ψευδολογίᾳ αὐτοῦ συνίσταται, ὑποπέμπων μέν μοι διαφόρους >ὑπὲρ αὐτοῦ ἀξιοῦντας, ἐξαιτούμενος δὲ παρ᾿ ἐμοῦ συμμαχίαν >ὅπως μὴ ἐπὶ τοσούτῳ ἐλεγχθεὶς πλημμελήματι τῆς ὑπαρχούσης >ἐκπέσοι τιμῆς; μάρτυς ἐστί μοι τούτων αὐτὸς ὁ θεός, ὃς ἐμοί τε >καὶ ὑμῖν φιλαγάθως ἐπιμένοι, ὅτι καὶ ἐμὲ αὐτὸς ἐκεῖνος περιέτρεψε καὶ ἀπρεπῶς ὑφήρπασεν·

ἀλλ' ἡ θεία με πρόνοια ἐπὶ τὴν >ἀληθεστάτην αὐτῆς ὁδὸν ἐπανήγαγεν· ὂ καὶ ὑμεῖς ἐπέγνωτε καὶ >γνώσεσθε. πάντα μὲν γὰρ ἐπράχθη παρ᾿ αὐτοῦ τότε, Εὐσεβίου ἀνοσίου λέγω, καθὼς αὐτὸς ἐπόθει πᾶν ὁτιοῦν κακὸν ἐπὶ τῆς αὐτοῦ >διανοίας ἀποκρυπτόμενος.

[*](A1H V1P2 M2P1P2)[*](4 ἡμῖν P2V1 | ἡμετέρας M2P1P2P3 5 ἠρτῆσαι H | τότε) τε A1H τότε V1 6 αὐτῶ > M2P1P2 vgl. die Thdt. Überlieferung 7 συνεπεπράχει die Corruptel der Thdt. Überlieferung von Gel. übernommen; vgl. Parmentier zu der Stelle. Balforeus emendiert συνετεταράχει 8 αὐτοῦ > Μ2 αὐτοῦ τοῦ Gel. Gel.2 Thdt. αὐτοῦ τούτου AT) | ἡμετέραν HP2 11 am Rand ὅρα ζῆλον ἀνδρὸς εὐσεβοῦς H 12 ἅπασιν > P1 | ἐργάζεσθαι P2 17 νομίζεται P3 18 τῇ ἡ und das folgende ἐληλεγμένη ψευδολογία ohne iota subscr. P2 19 μέν μοι] μέντοι H Thdt. T 23 φιλάγαθος H 24 ἀλλ᾿ — 25 ἐπανήγαγεν > Thdt. Gel.2 26 ἐπράχθη τότε παρὰ εὐσεβίου H 27 ἐπεπόθει H | ὁτοιοῦν M2P1)
24

>Ἀλλὰ πρώην, ἴνα τὰ λοιπὰ τῆς τούτου σκαιότητος παρῶ, τί >μάλιστα μετὰ Θεογνίου, ὃν τῆς ἀνοσίας αὐτοῦ προαιρέσεως >κοινωνόν, διεπράξατο, ἀκούσατε, παρακαλῶ. Ἀλεξανδράς τινὰς >ἡμετέρας πίστεως ἀναχωρήσαντας ἐνταῦθα κεκελεύκειν >λῆναι, ἐπειδὴ διὰ τῆς τούτων ὑπηρεσίας διχονοίας ἠγείρετο πυρ- >σός.

ἀλλ’ οὗτοι οἱ καλοί τε καὶ ἀγαθοὶ ἐπίσκοποι, οὓς ἅπαξ ἡ τῆς >συνόδου ἀλήθεια πρὸς μετάνοιαν τετηρήκει, οὐ μόνον ἐδέξαντο >νους καὶ παρ᾿ ἑαυτοῖς ἠσφαλίσαντο, ἀλλὰ καὶ ἐκοινώνησαν οὐτοῖς τῆς >τῶν τρόπων κακοηθείας, διὸ τοῦτο περὶ τοὺς ἀχαρίστους >ἔκρινα πρᾶξαι. ἁρπαγέντας γὰρ αὐτοὺς ἐκέλευσα ὡς >ἐξορισθῆναι.

νῦν ὑμέτερόν ἐστι πρὸς τὸν θεὸν ἐκείνῃ τῇ πίστει >βλέπειν ᾗ πάντοτε καὶ γεγενῆσθαι ὑμᾶς καὶ εἶναι πρέπει, κοὶ >πράξασθαι οὕτως, ἴνα ἐπισκόποι·ς ἁγνούς τε καὶ ὀρθοδόξους >φιλανθρώπους ἔχοντες χαίρωμεν. εἴ τις δὲ πρὸς μνήμην τῶν >λυμεώνων ἐκείνων ἢ πρὸς ἔπαινον ἀπρονοήτως ἐξαφθῆναι παραχρῆμα τῆς ἰδίας τόλμης διὰ τῆς τοῦ θεράποντος τοῦ θεοῦ, >τοῦτ᾿ ἔστιν ἐμοῦ, ἐνεργείας ἀνασταλήσεται. ὁ θεὸς ὑμᾶς >ἀδελφοὶ ἀγαπητοί«.

Ταῦτα καὶ τὰ τοιαῦτα ἡ τοῦ θεοφιλοῦς βασιλέως Κωνσταντίνου ἐπιστολὴ σαφέστατα ἔδειξε περὶ τοῦ ἀσεβοῦς Εὐσεβίου τοῦ Νικο μηδείας, ὃς προσφύλαξ οὐ μόνον γέγονε τοῦ θεομισοῦς Λικιννίου ἀλλὰ καὶ συμμύστης καὶ ὑπουργὸς τῆς ἐκείνου τυραννίδος καὶ ἀσεβείας. βαδιῶ δὲ ἐντεῦθεν ἐπὶ τὴν προκειμένην τῆς ἐκκλησιαστικῆς ἱστορίας ὑπόθεσιν.

  • Περὶ τῆς κατὰ τοῦ ἀσεβοῦς Λικιννίου νίκης τοῦ θεοφιλοῦς βασιλέως Κωνσταντίνου.
  • Λικιννίου τοίνυν σὺν στρατιᾷ τῇ σὺν αὐτῷ ἀπὸ τῆς Νικομηδέων ἐξορμήσαντος ἐπὶ τὸ Βυζάντιον κατὰ τοῦ θεοφιλοῦς Κωνσταντίνου τοῦ βασιλέως ἐκεῖσε τότε παρόντος, τῶν δὲ θατέρων στρατιωτικῶν φαλάγγων τὸν χριστοφόρον βασιλέα ἐν κύκλω αὐτῶν ἐχόντων, ἰδὼν ὁ ἀλιτήριος καὶ τῶν οἰκείων δὲ στρατῶν ἔρημον ἑαυτὸν θεασάμενος [*](A1H V1P3 M2P1P2) [*](1 τούτου] αὐτοῦ A1 Thdt. n 2 ἀνοσίου H 3 ἀλεξανδρείας P3 4 κεκελεύκει P2 καὶ κελεύκειν P3 6 ἀγαθοί τε καὶ καλοί ~ H 7 ἐδέξατο P3 8 καὶ · ·παρ’ αὐτοῖς ce im Text · ·καὶ παρ’ ἑαυτοῖς am Rand V1 | ἠσφαλίσατο P3 9 τῶν > P2 11 ἡμέτερον M2P1P2V1P3 12 βλέπειν + ἐν H | ἡμᾶς P2P3 13 ἀγνούς] ἐγνούς Ps 16 τοῦ2 > P2 17 διαφυλάξαι M2P1P2 20 ἀσεβοῦς] εὐσεβοῦς, aber von späterer Hand corr. V1 28 δὲ θατέρων A1H δ’ ἑκατέρων d. übr. HSS 29 αὐτὸν HP2 | ἐχόντων A1H (vgl. Index s. v. partic.) ἐχουσῶν d. übr. HSS)

    25
    ἐπὶ τὴν τῶν κρειττόνων ἀσπίδα προσπεφευγότων, τὰ μὲν πρῶτα κρυπτάζεσθαι ἐσπούδαζεν ἐν Χρυσοπόλει τῆς Βιθυνῶν ἐπίνειον δὲ τοῦτο τῆς Χαλκηδόνος ἐστί) μὴ δυνηθεὶς δέ, ἰδὼν ἑαυτὸν ἤδη πρηνῆ κείμενον ὑπὸ τοῖς Κωνσταντίνου τοῦ βασιλέως ποσίν, ἐξέδωκεν ἑαυτόν.

    ζῶντα οὖν συλλαβὼν ὁ ἐπιεικέστατος καὶ εὐσεβέστατος βασιλεὺς φιλανθρωπεύεται καὶ κτείνει μὲν οὐδαμῶς, οἰκεῖν δὲ τὴν Θεσσαλονίκην προσέταξεν ἡσυχάζοντα.

    ὁ δὲ πρὸς ὀλίγον χρόνον ἡσυχάζειν ἐδόκει· μετὰ δὲ ταῦτα βαρβάρους τινὰς προσκαλούμενος καὶ σὺν αὐτοῖς διασκεπτόμενος, ἀναμάχεσθαι τὴν ἡτταν ἐσπούδαζε.

    τοῦτο γνοὺς βασιλεὺς ὁ πιστότατος, ἀναιρεθῆναι τὸν θεομισῆ ἐκέλευσε· καὶ ἀνῃρέθη ὁ τοῦ Χριστοῦ καὶ τοῦ αὐτοῦ θεράποντος † τυραννος.

    [*](2 vgl. Socr. I 4, 2—4 p.9)[*](A1H V1P3 M2P1P2)[*](2 ἐσπούδαξεν P2 3 καλχηδόνος A1V1 (wo aber κ mit roter Tinte in χ corr.) P3, am Rand von späterer Hd. χαλκιδο~ν΄ M2 4 τοῖς] τῆς V1, τοῖς, aher corr. aus τῆς von 1. Hd. P3 | τοῦ > P2 5 συλλαβὼν] λαβὼν M2P1P2 8 H, προσκαλεσάμενος mit roter Tinte corr. in προσκαλούμενος V1 11 ὁ <κατὰ> τοῦ Χρ. Friedl. ὑπὸ) τοῦ Χρ. oder 12 <ἔχθιστος> Nach 12 τέλος τοῦ πρώτου λόγου τῆς ἐκκλησιαστικῆς ἱστορίας H ἐπληρώθη λόγος πρῶτος τῆς ἐκκλησιαστικῆς ἱστορίας V1P3)
    26

    <ιγ΄ Περὶ τῶν μετὰ τὴν ἀναίρεσιν τοῦ ἀσεβοῦς Λικιννίου καὶ τοῦ βασιλέως Κωνσταντίνου καὶ εἰρήνης τῶν τοῦ θεοῦ ἐκκλησιῶν.

    ιδ΄ Περὶ τῆς ἐφευρεθείσης αἱρέσεως ὑπὸ τοῦ θεομάχου Ἀρείου.

    ιε΄ Καθαιρετικὸν Ἀρείου καὶ τῶν σὺν αὐτῷ διαπεμφθὲν παρὰ Ἀλεξάνδρου ἐπισκόπου τοῖς ἀπανταχοῦ ἐπισκόποις.

    ις΄ Ἐπιστολὴ Κωνσταντίνου βασιλέως πρὸς Ἀλεξανδρον καὶ Ἄρειον διαπεμφθεῖσα διὰ Ὁσίου ἐπισκόπου Κουρδούβης.

    ιζ΄ Ὁπου ὀ θεοφιλέστατος βασιλεὺς Κωνσταντῖνος σύνοδον ἐπισκόπων ἐπὶ τῆς Νικαέων κελεύει γενέσθαι.

    ιη΄ Ὅπου ὁ βασιλεὺς συνεδρεύει τοῖς ἐπισκόποις.

    ιθ΄ Λόγος Κωνσταντίνου Σεβαστοῦ προσφωνητικὸς πρὸς τὴν ἁγίαν σύνοδον.

    κ΄ Ὅπου τοὺς λιβέλλους τῶν ἐπισκόπων ὁ βασιλεὺς δέχεται.

    κα΄ Περὶ τοῦ ἁγίου Παφνουτίου.

    κβ΄ Περὶ τοῦ ἁγίου Σπυρίδωνος.

    κγ΄ Ὅπου τὴν θυγατέρα αὐτοῦ τεθνεῶσαν ἐγείρει διὰ τὸν ἔμπορον.

    κδ΄ Περὶ τοῦ δεῖν τρεῖς ὑποστάσεις νοεῖν καὶ πιστεύειν ἀχωρίστως ἐπὶ τῆς ἀρρήτου τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἀγίου πνεύματος μιᾶς θεότητος.

    κε΄ Ὅπου εἷς τῶν φιλοσόφων ὑπὲρ Ἀρείου κατὰ τῆς ἀγίας ἐκείνης τῶν ἀποστολικῶν τοῦ θεοῦ ἱερέων συνόδου πλεῖστα ὅσα ἀποφθέγγεται.

    κς΄ Ἀντίρρησις ἑτέρου φιλοσόφου τοὔνομα Φαίδωνος ποιουμένου καὶ αὐτοῦ τοὺς λόγους ὑπὲρ τοῦ θεομάχου Ἀρείου καὶ τῆς [*](1 λόγος β~ τῆς ἐκκλησιαστικῆς ἱστορίας A1 M2P1P2 V1P3 (nur daß in diesen Zeugen außer A1 δεύτερος statt β~ ausgeschrieben ist), λόγος β am Rand Die Capitel sind ohne Berücksichtigung der Bucheinteilung weiter gezählt und beginnen mit ιγ΄. Im übrigen vgl. das zu S. 1, 1 Bemerkte.)

    27
    ἐφευρεθείσης ὑπ᾿ αὐτοῦ βλασφημίας. πρότασις τοῦ φιλοσόφου πρὸς τὴν ἁγίαν σύνοδον εἰς τὸ »ποιήσωμεν ἄνθρωπον«.

    κζ΄ Ἀπόκρισις τῶν ἁγίων πατέρων διὰ Εὐσταθίου ἐπισκόπου Ἀντιοχείας.

    κη΄ Ἔτι ἀνταπόκρισις τῶν ἀγίων πατέρων διὰ τοῦ αὐτοῦ ἐπισκόπου Εὐσταθίου.

    κθ΄ Ἀπόκρισις σύμφωνος τῶν ἁγίων πατέρων.

    λ΄ Ἀντίρρησις τοῦ φιλοσόφου ὑπὲρ Ἀρείου.

    λα΄ Οἱ ἅγιοι ἐπίσκοποι διὰ Ὁσίου ἐπισκόπου πόλεως Κουρδούβης ἑρμηνευοντος αυτον ετερου ειπον.

    λβ΄ Ἀντίρρησις τοῦ φιλοσόφου.

    λγ΄ Ἀπόκρισις τῆς ἁγίας συνόδου διὰ τοῦ αὐτοῦ ἐπισκόπου Ὁσίου πόλεως Κουρδούβης.

    λδ΄ Ἀντίρρησις τοῦ φιλοσόφου.

    λε΄ Ἀνταπόκρισις τῶν ἁγίων πατέρων διὰ Λεοντίου ἐπισκόπου Καισαρείας Καππαδοκίας καὶ Εὐψυχίου ἐπισκόπου Τυάνων.

    λς΄ Ἀντίρρησις τοῦ φιλοσόφου.

    λζ΄ Ἀνταπόκρισις τῶν ἁγίων πατέρων διὰ τῶν αὐτῶν ἐπισκόπων Λεοντίου καὶ Εὐψυχίου.

    [*](20)

    λη΄ Ἀπόκρισις τοῦ φιλοσόφου.

    λθ΄ Ἀπόκρισις τῶν ἁγίων πατέρων διὰ τῶν αὐτῶν Λεοντίου καὶ Εὐψυχίου.

    μ΄ Ἀντίρρησις τοῦ φιλοσόφου περὶ τοῦ »Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ‘ ἐκ τῶν παροιμιῶν Σολομῶντος.

    μα΄ Ἀπόκρισις τῶν ἁγίων πατέρων τῶν ἐπισκόπων διὰ Εὐσεβίου Παμφίλου ἐπισκόπου Καισαρείας Παλαιστίνης.

    μβ΄ Ὁ φιλόσοφος.

    μγ΄ Οἱ ἅγιοι ἐπίσκοποι οἱ ἡμέτεροι διὰ τοῦ αὐτοῦ ἐπισκόπου Εὐσεβίου τοῦ Παμφίλου εἶπον.

    μδ΄Ἑτέρα ἀντίφρασις τοῦ φιλοσόφου.

    με΄ Ἀπόκρισις τῶν ἁγίων ἐπισκόπων πρὸς τὸν φιλόσοφον διὰ τοῦ ἐπισκόπου Εὐσεβίου τοῦ Παμφίλου.

    μς΄ Ἀντίρρησις τοῦ φιλοσόφου.

    μζ΄ Ἀπόκρισις τῶν ἁγίων ἐπισκόπων διὰ τοῦ αὐτοῦ ἐπισκόπου Εὐσεβίου τοῦ Παμφίλου.

    μη΄ Ἀντεπερώτησις τοῦ φιλοσόφου.

    μθ΄ Οἱ ἅγιοι ἐπίσκοποι διὰ τοῦ αὐτοῦ Εὐσεβίου Παμφίλου εἰπον.

    ν΄ Ἀντίρρησις τοῦ φιλοσόφου.

    να΄ Ἀπόκρισις τῶν ἁγίων ἐπισκόπων διὰ τοῦ αὐτοῦ τοῦ Παμφίλου.

    νβ΄Ἀντίρρησις τοῦ φιλοσόφου κατὰ τοῦ ἁγίου πνεύματος.

    28

    νγ΄ Ἀνταπόκρισις τῶν πατέρων διὰ Πρωτογένους ἐπισκόπου Σαρδικῆς.

    νδ΄ Ὁ φιλόσοφος.

    νε΄ Ἔτι οἱ ἅγιοι πατέρες εἶπον διὰ Λεοντίου ἐπισκόπου Καισαρείας Καππαδοκίας.

    νς΄ Ἀπόκρισις τοῦ φιλοσόφου πρὸς τοὺς ἁγίους ἡμῶν πατέρας.

    νζ΄ Ἀπόκρισις τῶν ἁγίων ἡμῶν πατέρων διὰ τοῦ αὐτοῦ ἐπισκόπου Λεοντίου πρὸς τὸν φιλόσοφον.

    νη΄ Ἀπόκρισις τοῦ φιλοσόφου πρὸς τὸ κοινὸν τῶν ἁγίων ἐπισκόπων.

    νθ΄ Ἀπόκρισις τῶν ἁγίων πατέρων πρὸς τὸν φιλόσοφον διὰ τοῦ· αὐτοῦ Λεοντίου ἐπισκόπου.

    ἔ Ἀπόκρισις τοῦ φιλοσόφου.

    ξα΄ Ἀπόκρισις τῶν ἁγίων πατέρων ὑποθετικὴ πρὸς τὸν φιλόσοφον περὶ πυρὸς καὶ ἀπαυγάσματος καὶ φωτὸς διὰ τοῦ αὐτοῦ Λεοντίου ἐπισκοπου.

    ξβ΄ Ὅπου πιστεύει ὁ φιλόσοφος εἰς τὴν ἁγίαν τριάδα.

    ξγ΄ Προσθέντες οἱ ἅγιοι πατέρες εἶπον πρὸς τὸν φιλόσοφον περὶ πηγῆς καὶ ποταμοῦ καὶ ὕδατος διὰ τοῦ ἐπισκόπου Λεοντίου.

    ξδ΄ Καὶ ὁ φιλόσοφος.

    ξε΄ Ἀπόκρισις τῶν ἁγίων πατέρων διὰ τοῦ αὐτοῦ ἐπισκόπου Λεοντίου.

    ξς΄ Εὐχαριστία τοῦ φιλοσόφου καὶ ἐπερώτησις περὶ τῆς τοῦ κυρίου ἐνανθρωπήσεως.

    ξζ΄ Ἀπόκρισις τῶν ἁγίων πατέρων πρὸς τὸν φιλόσοφον διὰ τοῦ ἐπισκόπου Λεοντίου.

    ξη΄ Ἐπερώτησις τοῦ φιλοσόφου περὶ τοῦ αὐτοῦ.

    ξθ΄ Ἀπόκρισις παρὰ τῶν ἁγίων πατέρων διὰ Μακαρίου ἐπισκόπου Ἱεροσολύμων.

    ο΄ Ὁ φιλόσοφος.

    οα΄ Ἀπόκρισις τῶν ἁγίων πατέρων διὰ τοῦ αὐτοῦ Μακαρίου ἐπισκόπου Ἱεροσολύμων.

    οβ΄ Περὶ τῆς τῶν πάντων ὁμοφωνίας τῆς εἰς τὸ ὁμοούσιον.

    ογ΄ Ὅπου ὑπὸ τοῦ κοινοῦ τῆς συνόδου ἐκκηρύττεται ὁ ἀσεβὴς Ἄρειος καὶ οἱ σὺν αὐτῶ.

    οδ΄ Ἔκθεσις τῆς καθολικῆς καὶ ἀποστολικῆς πίστεως ἐκτεθείσης ὑπὸ τῆς ἐν Νικαίᾳ συνόδου ἐπὶ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου ἐν ὑπατεία Παυλίνου καὶ Ἰουλιανοῦ τῶν λαμπρῶν ἔτους ἀπὸ Ἀλεξάνδρου χλς΄ ἐν μηνὶ Δεσίῳ ιθ τῇ πρὸ δεκατριῶν Καλανδῶν Ἰουλίου ἰνδ΄ ιγ΄ ἐν Νικαίᾳ μητροπόλει τῆς Βιθυνίας.

    οε΄ Αἱ περὶ τῆς πίστεως ὑπογραφαὶ τῶν ἐπισκόπων.

    ος΄ Ὅπου ὁ βασιλεὺς ἀναστὰς ἐκ τοῦ θρόνου εὐχαριστηρίους φωνὰς ἀναπέμπει τῷ θεῷ.

    29

    οζ΄ Περὶ Ἀκεσίου ἐπισκόπου τῶν Ναυάτων καὶ τῶν σὺν αὐτῷ.

    οη΄ Περὶ τῶν ἐκκλησιαστικῶν διατυπώσεων λόγος διδασκαλικός.

    οθ΄ Περὶ τῶν λεγόντων μὴ δεῖν Χριστιανοὺς ἐργάζεσθαι.

    π΄ Περὶ τῶν ἱερωμένων.

    πα΄ Περὶ τοῦ μὴ δεῖν λαϊκοὺς ἀνιέναι ἐν τῷ ἄμβωνι.

    πβ΄ Περὶ τοῦ ἁγίου βαπτίσματος.

    πγ΄ Περὶ τῆς θείας τραπέζης καὶ τοῦ ἐπ᾿ αὐτὴν μυστηρίου τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ.

    πδ΄ Περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως.

    πε΄ Ὅτι μία ἡ ἐκκλησία τοῦ θεοῦ.

    πς΄ Περὶ τῆς τοῦ θεοῦ προγνώσεως καὶ τοῦ κόσμου.

    πζ΄ Ὅροι ἐκκλησιαστικοὶ συναχθείσης τῆς ἁγίας καὶ μεγάλης συνόδου ἐν Νικαίᾳ. Περὶ εὐνούχων ἀποκοψάντων ἑαυτούς.

    πη΄ Περὶ τῶν ἀπὸ ἐθνικῶν εἰς χειροτονίαν προαχθέντων.

    πθ΄ Περὶ τῶν τὰς συνεισάκτους ἐχόντων.

    ς΄ Περὶ καταστάσεως ἐπισκόπων.

    ςα΄ Περὶ τῶν ἀκοινωνήτων γινομένων.

    ςβ΄ Περὶ τῶν ἐξαιρέτων τιμῶν, αἳ τοῖς μείζονας κυβερνῶσιν ἐπισκοπὰς ἐκκλησιαστικῶς ἐκανονίσθησαν.

    ςγ΄ Περὶ τοῦ ἐν Αἰλία̣ ἐπισκόπου.

    ςδ΄ Περὶ τῶν ὀνομαζομένων Καθαρῶν.

    ςε΄ Περὶ χειροτονίας πρεσβυτέρων.

    ζς΄ Περὶ τῶν πταιόντων καὶ προχειρισθέντων κατὰ ἄγνοιαν.

    ςζ΄ Περὶ παραβάντων χωρὶς ἀνάγκης.

    ζη΄ Περὶ τῶν ἀποταξαμένων καὶ πάλιν εἰς κόσμον ἀναδραμόντων.

    ςθ΄ Περὶ τῶν ἐν τῷ ἀποθνῄσκειν κοινωνίαν ἐπιζητούντων.

    ρ΄ Περὶ τῶν κατηχουμένων παραπεσόντων δέ.

    ρα΄ Περὶ τοῦ μὴ δεῖν μετατίθεσθαι ἀπὸ ἑτέρας πόλεως εἰς ἑτέραν.

    ρβ΄ Περὶ τῶν ἐν αἷς προεβλήθησαν ἐκκλησίαις οὐκ ἐμμενόντων.

    ργ’ Περὶ κληρικῶν τοκιζόντων.

    ρδ΄ Περὶ πρεσβυτέρων λαμβανόντων παρὰ διακόνων τὴν εὐχαριστίαν.

    ρε΄ Περὶ τῶν ἐκ Παύλου τοῦ Σαμοσατέως προσΜόντων ὴ προσιόντων τῇ καθολικῇ ἐκκλησίᾳ.

    ρς΄ Περὶ τῶν ἐν κυριακῇ γόνυ κλινόντων.

    ρς΄ Περὶ τοῦ μὴ δεῖν τοὺς ἱερωμένους ἕκαστον τὴν ἑαυτοῦ γαμετὴν ἐκβάλλειν.

    ρη΄ Περὶ τοῦ ἀνοσίου Μελιτίου.

    ρθ΄ Συνοδικὴ ἐπιστολὴ γραφεισα τοῖς κατὰ Ἀλεξάνόρειαν καὶ Αἴγυπτον καὶ Πεντáπολιν καὶ Λιβύην καὶ ταῖς κατà πᾶσαν τὴν ὑπ᾿ οὐρανὸν ἁrίαις τοῦ θεοῦ ἐκκλησίαις κλήροις τε καὶ λαοῖς τῆς

    30
    ὀρθοδόξου πίστεως παρὰ τῆς ἐν Νικαίᾳ ἁγίας συνόδου τῶν ἐπισκοπων.

    ρι΄ Ἐγκύκλιος ἐπιστολὴ γραφεῖσα παρὰ Εὐσεβίου ἐπισκόπου Καισαρείας τῆς ἐν Παλαιστίνῃ.

    ρια΄ Ἡ ἐν τῇ συνόδῳ ὑπαγορευθεῖσα πίστις.

    ριβ΄ Νικητὴς Κωνσταντῖνος μέγιστος Σεβαστὸς ἐπισκόποις καὶ λαοῖς.

    ριγ΄ Ἐπιστολὴ τοῦ βασιλέως Κωνσταντίνου πρὸς Ἀλεξανδρεῖς κατὰ Ἀρείου καὶ πρὸς πάντας ὀρθοδόξους.

    ριδ΄ Ἐπιστολὴ τοῦ βασιλέως Κωνσταντίνου, ἣν ἀπὸ τῆς Νικαέων ἀπέστειλε τοῖς ἀπολειφθεῖσι τῆς συνόδου ἐπισκόποις.

    ριε΄ Κατάλογος τῶν ἁγίων ἐπισκόπων, δι᾿ ὧν ἡ σὺν αὐτοῖς ἐν Νικαίᾳ ἁγία κοὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος ταῖς ἀνὰ τὴν οἰκουμένην ἐκκλησίαις τοῦ θεοῦ διεπέμψατο τὰ ἐν αὐτῇ δι᾿ αὐτῶν κεκριμένα ὑπὸ τοῦ ἁγίου πνεύματος.<

    31
    Περὶ τῶν μετὰ τὴν ἀναίρεσιν τοῦ ἀσεβοῦς Δικιννίου καὶ αὐτοκρατορίας τοῦ βασιλέως Κωνσταντίνου καὶ εἰρήνης τῶν τοῦ θεοῦ ἐκκλησιῶν.

    Κωνσταντῖνος τοίνυν πάντων γενόμενος ἐγκρατὴς διὰ τῆς ἐκ θεοῦ δοθείσης αὐτῷ συνάρσεως αὐτοκράτωρ βασιλεὺς ἀναδειχθείς, τὰ Χριστιανῶν αὔξειν εἰσέτι μᾶλλον καὶ μᾶλλον ἐσπούδαζεν. ἐποίει τε τοῦτο διαφόροις τοῖς τ·ρόποις, ἔμπυρον ἔχων πίστιν καὶ ἔμφυτον τὴν εἰς τὸν τῶν ὅλων θεὸν πιστοτάτην εὐσέβειαν, καὶ ἠν πᾶσα ἡ ὑπὸ τὸν οὐρανὸν ἐκκλησία ἐν βαθείᾳ εἰρήνῃ.

    ἀκούσωμεν δή, τί ἐνταῦθα λέγει καὶ ὁ ἀροτὴρ ὁ κάλλιστος τῆς ἐκκλησιαστικῆς γεωργίας ὁ φιλαληθέστατος Εὐσέβιος ὁ τοῦ παμφήμου Παμφίλου.

    ὁ μὲν οὐν Λικίννιος, φησί, τὴν ὁμοίαν τοῖς ἀθέοις τυράννοις τῆς ἀσεβείας μετελθὼν ὁδόν, ἐπὶ τὸν ἴσον αὐτοῖς ἐνδίκως περιηνέχθη κρημνόν.

    ἀλλ’ οὗτος μὲν ταύτῃ πῃ βεβλημένος ἔκειτο· ὁ δὲ ἀρετῇ πάσῃ τῆς θεοσεβείας ἐκπρέπων μέγιστος νικητὴς Αὔγουστος Κωνσταντῖνος σὺν παιδὶ Κρίσπῳ, βασιλεῖ θεοφιλεστάτῳ κατὰ πάντα τῷ πατρὶ ὁμοιοτάτῳ, τὴν οἰκείαν ἑῴαν ἀπελάμβανε, καὶ μίαν ἡνωμένην τὴν Ῥωμαίων κατὰ τὸ παλαιὸν παρεῖχον ἀρχήν, τὴν ἀπ’ ἀνίσχοντος ἡλίου πᾶσαν ἐγκύκλιον καθ’ ἑκάτερα τῆς οἰκουμένης ἄρκτον τε ὁμοῦ καὶ μεσημβρίαν εἰς ἔσχατα δυομένης ἡμέρας ὑπὸ τὴν αὐτὴν ἄγοντες εἰρήνην.