Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Οἷς ἐπιλέγει ὁ αὐτός· ταῦτα καὶ ὅσα τούτοις ἀδελφά τε καὶ ἐμφερῆ Κωνσταντῖνος δὲ] τὸν πανηγεμόνα καὶ τῆς νίκης αἴτιον θεὸν καὶ τὸν μονογενῆ αὐτοῦ υἱὸν Ἰησοῦν Χριστὸν αὐτοῖς ἔργοις ἀνυμνήσας, ἐπὶ Ῥώμην μετ’ ἐπινικίων εἰσήλαυνε, πάντων ἀθρόως αὐτὸν ἅμα κομιδῇ νηπίοις καὶ γυναιξὶ τῶν τε ἀπὸ τῆς συγκλήτου βουλῆς καὶ τῶν ἄλλως διασημοτάτων σὺν παντὶ δήμῳ Ῥωμαίων φαιδροῖς ὄμμασιν αὐταῖς ψυχαῖς οἷα λυτρωτὴν σωτῆρά τε καὶ εὐεργέτην μετ’ εὐφημιῶν καὶ ἀπλήστου χαρᾶς ὑποδεχομένων·

ὃ δὲ ἔμφυτον τὴν εἰς τὸν θεὸν εὐσέβειαν κεκτημένος, μηδ’ ὅλως ἐπὶ ταῖς βοαῖς ὑποσαλευόμενος μηδὲ ἐπαιρόμενος ταῖς ἐπαίνοις εὖ μάλα τῆς ἐκ θεοῦ συναισθόμενος βοηθείας, αὐτίκα τὸ τοῦ σωτηρίου πάθους τρόπαιον ὑπὸ χεῖρα ἰδίας εἰκόνος ἀνατεθῆναι προστάττει. καὶ δὴ σταυροῦ σημεῖον ἐν τῇ δεξιᾷ κατέχοντα αὐτὸν ἐν τῷ μάλιστα τῶν ἐπὶ Ῥώμης δεδημοσιευμένων τόπῳ στήσαντες, αὐτὴν δὴ ταύτην προγραφὴν ἐνταχθῆναι ῥήμασιν αὐτοῖς ἐγκελεύεται τῇ Ῥωμαίων φωνῇ·

»τούτῳ τῷ σωτηριώδει σημείω, τῷ ἀληθινῷ ἐλέγχῳ τῆς ἀνδρείας, τὴν πόλιν ὑμῶν ἀπὸ ζυγοῦ τοῦ τυράννου διασώσας ἀλευθέρωσα, ἔτι [*](5—S. 13,2 vgl. Eus. H. E. IX 9 p. 830, 17—832, 14 — 5—8 Exod. — 8—10 Exod. 15, 11) [*](AiH V1P3 M2P1P2) [*](3 μουλβίαν A1 βουλβίαν H μουλαίαν d. übr. HSS. In Μ2 ist das Wort am Rand von 1. Hd. rot wiederholt 4 ὁ—ἀποπνιγεὶς > V1 10 ἐν δόξαις od. ἐνδόξως Eus. 12 δὲ tilgt Klostermann 12 τῷ—13 θεῷ Eus. 19 εἰς + τὴν M2 20 παρασαλευόμενος, aber μηδὲ — ἐπαίνοις > V1P3M2P1P2 21f πάθος P3 22 ἰδία P3 24 τόπων H | στήσαντες corr. aus στήσαντας A1 (die Eusebüberlieferung gespalten: στήσαντας BDM, Vita Const. 26, 21 στήσαντες ATER, aber alle ἐντάξαι) 27 τῶν τυράννων V1P3M2P1P2)

13
μὴν καὶ τὴν σύγκλητον καὶ τὸν δῆμον Ῥωμαίων τῇ ἀρχαίᾳ ἐπιφανείᾳ καὶ λαμπρότητι ἐλευθερώσας ἀποκατέστησα( τοσαῦτα Εὐσέβιος.
  • Περὶ Λικιννίου πεμπομένου παρὰ τοῦ εὐσεβοῦς Κωνσταντίνου κατὰ τοῦ ἐπ ἀνατολῆς τυράννου.
  • Ὅ γε μὴν Ῥουφῖνος ἤγουν Γελάσιος ταῦτα ὡδε λέγει· μετὰ ταῦτα Λικίννιον γαμβρὸν τυγχάνοντα τοῦ θεοφιλοῦς Κωνσταντίνου ἐπὶ τῇ ἀδελφῇ Κωνσταντίᾳ συμβασιλεύειν τῷ Κωνσταντίνῳ ἡ Ῥωμαίων ᾐτήσατο σύγκλητος· ὅντινα αὖθις ἐπὶ τὴν ἑῴαν ἐξέπεμψε κατὰ τοῦ ἐκεῖσε τυράννου, τὴν σωτηρίαν τῶν ἐκεῖσε Χριστιανῶν προμηθούμενος. ἀπολαύσας γὰρ τῶν τηλικούτων εὐεργεσιῶν τοῦ θεοῦ ὁ εὐσεβὴς Κωνσταντῖνος εὐχαριστήρια τῷ εὐεργέτῃ προσφέρειν ἐσπούδαζε. ταῦτα δὲ ἠν τὸ ἀνεῖναι τοὺς Χριστιανοὺς τοῦ δικώκεσθαι 2 καὶ τοὺς ἐν ἐξορίᾳ ὄντας ἀνακαλεῖσθαι καὶ τοὺς έν δεσμωτηυρίοις ἀφίεσθαι καὶ τοῖς δημευθεῖσι τὰς οὐσίας αὐτῶν ἀποκαθίστασθαι τάς τε ἐκκλησίας ἀνορθοῦσθαι· καὶ πάντα ἐποίει σὺν προθυμίᾳ πολλῇ τὰ τοῦ Χριστοῦ φρονῶν. τὰ πάντα Χριστιανὸς ὢν ὡς Χριστιανὸς πάντα ἔπραττεν ἀνεγείρων τὰς ἐκκλησίας τοῦ θεοῦ καὶ πολυτελέσι τιμῶν ἀναθήμασιν, ἔτι δὲ καὶ τοὺς Ἑλλήνων ναοὺς καθαιρεῖσθαι καὶ πυρὶ διαφθείρεσθαι προστάττων.

  • Περὶ τῆς τοῦ κατὰ ἀνατολὴν τυράννου Μαξιμίνου ἀπονοίας.
  • Ὁ μέντοι κατὰ τὴν ἀνατολὴν τύραννος τὰς τοῦ θεοῦ ἐκκλησίας ἐπόρθει. ἐκπεριῆλθε δὲ αὐτὸν τοιαύτη τις αἰτία· τὸ μέγεθος τῆς οὐ κατ’ ἀξίαν αὐτῷ ἐπιτραπείσης ἡγεμονίας μήτε οἶός τε φέρειν ὤν, ἀλλὰ δι’ ἀπειρίαν σώφρονος καὶ βασιλικοῦ λογισμοῦ ἀπειροκάλως τοῖς πράγμασιν ἐγχειρῶν, ἐπὶ πᾶσι δὲ ὑπερηφανίας μεγαλαυχίᾳ τὴν ψυχὴν ἀλόγως ἀρθείς, ἤδη καὶ κατὰ τῶν τῆς βασιλείας κοινωνῶν καὶ τοῦ πάντα αὐτοῦ μάλιστα Κωνσταντίνου διαφέροντος, γένει τε [*](5—19 vgl. Socr. I 2, 8. 9 (s. o. S. 7, 20); 3, 1 — 22—S. 14, 26 vgl. Eus. H. E. IX 10 p. 838, 16—840, 19) [*](A1H V1P3 M2P1P2) [*](2 ἐλευθέρω A1 ἐλευθέραν H | ἀπεκατέστησα M2P1P22V1P3 3 πεμπομένου > H | τοῦ] τοῖς P1 4 τυράνον M2 5 λέγει ὧδε ~ V1P3M2P1P2 | μετὰ + δὲ P2 6 θεοφιλεστάτου A1 8 ἥντινα H 12 δὲ > V1 13 ἐξωρία H | καὶ2 > P3 15 προθυμίᾳ] προμηθείᾳ H 16 τὰ πάντα] 〈μήπω δὲ〉 Χριστιανὸς Friedl. 19 καθαιρεῖσθάντως aber ~ ντως von späterer Hd. A1 20 > A1 | κατὰ ἀνατολὴν τοῦ H | Μαξιμιανοῦ M2P1P2 μαξιμινοῦ P3 23 ἐπιτραπείσης αὐτῷ ~ M2P1P2 27f am Rand von späterer Hd. ὑπὲρ A1)

    14
    καὶ τροφῇ καὶ παιδείᾳ ἀξιώματί τε καὶ συνέσει καὶ τό γε πάντων κορυφαιότατον σωφροσύνῃ καὶ τῇ περὶ τὸν ἀληθῆ θεὸν εὐσεβείᾳ διαλάμποντος, τολμᾶν ὥρμητο Μαξιμῖνος θρασύνεσθαι καὶ πρῶτον ἑαυτὸν ταῖς τιμαῖς ὑπαγορεύειν.

    ἐπιτείνας δὲ εἰς ἀπόνοιαν μανίας τάς τε συνθήκας, ἃς πρὸς Λικίννιον πεποίητο, παρασπονδήσας, πόλεμον ἄσπονδον αἴρεται. εἶτα ἐν βραχεῖ τὰ πάντα κυκήσας πᾶσάν τε πόλιν ἐκταράξας καὶ πᾶν στρατόπεδον μυρίανδρον τὸ πλῆθος συναγαγών, ἔξεισιν εἰς μάχην πρὸς Λικίννιον, κατά τε αὐτοῦ καὶ τοῦ αὐτὸν στείλαντος Κωνσταντίνου. καὶ δὴ συμβαλὼν εἰς χεῖρας, ἔρημος τῆς ἐκ θεοῦ καθίσταται ἐπισκοπῆς, ἐξ αὐτοῦ τῆς νίκης τοῦ πάντων μόνου θεοῦ πρυτανευθείσης τῷ τότε κρατοῦντι Κωνσταντίνῳ.

    ἀπόλλυσι μὲν πρῶτον τὸ ἐφ’ ᾧ ἐπεποίθει ὁπλιτικὸν πλῆθος ὁ ἀλιτήριος, τῶν τε ἀμφ’ αὐτὸν δορυφόρων γυμνωθεὶς καὶ πάντων ἔρημον αὐτὸν καταλελοιπότων τῷ τε κρατοῦντι προσπεφευγότων, ὑπεκδὺς ὁ δείλαιος ὡς τάχιστα τὸν οὐ πρέποντα αὐτῷ βασιλικὸν κόσμον, δειλῶς καὶ δυσγενῶς καὶ ἀνάνδρως ἀποδύς, ὑποδύνει τὸ πλῆθος, καὶ ἔπειτα διαδιδράσκει κρυπταζόμενός τε ἀνὰ τοὺς ἀγροὺς καὶ τὰς κώμας μόλις τῶν πολεμιστῶν τὰς χεῖρας διέξεισι, τὰ τῆς σωτηρίας αὐτῷ προμνώμενος.

    ἔργοις αὐτοῖς εὐ μάλα πιστοὺς καὶ ἀληθεῖς τοὺς θείους ἀποφῆναι ἔνεστιν ὡδε χρησμούς, ἐν οἱς εἴρηται· »οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἕλεος αὐτοῦ, ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν.« ὁ δὲ δυσσεβὴς ἀθρόᾳ θεοῦ πληγεὶς μάστιγι ἐν δευτέρᾳ πολέμου συμβολῇ καταστρέφει τὸν βίον.

    Γίνεται δὲ αὐτῷ τὰ τῆς καταστροφῆς, οὐχ οἱα στρατηγοῖς πολεμάρχαις ὑπὲρ ἀρετῆς καὶ γνωρίμων πολλάκις ἀνδριζομένοις [*](21 Psal. 32, 16—19 — 26—S. 16, 3 vgl. Eus. H. E. IX 10 p. 846 11—848,15) [*](A1H V1P3 M2P1P2) [*](1f τῷ γε πάντων κορυφαιοτάτῳ Eus. 4 ἀναγορεύειν Eus. 6 αἴρεται Eus.] αἴρει ’H αἱρεῖται d. übr. HSS | τὰ > Μ2 | κυκήσας) συνήσας M2 6f πᾶσάν τε] καὶ πᾶσαν A1 (gegen Eus.) 12 ᾧπερ V1 13 ἀμφ’ αὐτὸν] ὑπ oder ὑφ αὐτοῦ H 14 τε > P2 | προσπεφευγόντων M2 16 δυσγενῶς A1H (Eus.) δυσμενῶς. d. übr. HSS 17 διαδράσκει HA1 (aber von späterer Hd. corr. in διαδιδράσκει Α1) 19 αὐτῷ von späterer Hd. corr. in ἑαυτῷ AI | ἔργοις + οὖν H 24 τοὺς φοβουμένους (aber corr. aus τοῖς φοβουμένοις) ’H Eus. τοῖς φοβουμένοις M2P1P2 V1P3 27 πολέμου > V1 28 τὰ > A1H | καταστροφή A1 29 πολεμάρχοις H)

    15
    ἐν πολέμῳ τὴν εὐκλεῆ τελευτὴν εὐθαρσῶς ὑπομεῖναι, ἀλλὰ γὰρ ἅπαξ ὢν δυσσεβὴς καὶ θεομάχος, τῆς παρατάξεως ἐν ταὐτῷ πρὸ τοῦ πεδίου συνεστώσης οἴκοι μένων αὐτὸς καὶ κρυπταζόμενος τὴν τιμωρίαν ὑπέχει, ἀθρόως θεοῦ πληγεὶς μάστιγι, ὡς ἀλγηδόσι δεινῶς καὶ περιωδυνίαις ἐλαυνόμενον πρηνῆ καταπεσεῖν λιμῷ τε διαφθείρεσθαι τάς τε σάρκας αὐτοῦ ὅλας ἀοράτῳ καὶ θεηλάτῳ πυρὶ κατατήκεσθαι· ὡς διαρρεύσαντα τὸ μὲν πᾶν εἶδος τῆς παλαιᾶς μορφῆς ἀφανισθῆναι, ξηρῶν δ’ αὐτὸ μόνον ὀστέων οἷόν τι μακρῷ χρόνῳ κατεσκελετευμένον εἴδωλον ὑπολειφθῆναι· ὡς μηδὲν ἄλλο τι νομίζειν τοὺς παρόντας ἢ τάφον αὐτῷ τῆς ψυχῆς γεγονέναι τὸ σῶμα ἐν εἴδει νεκρῶ καὶ παντελῶς ἀπορρεύσαντι κατορωρυγμένης·

    σφοδρότερον δὲ ἔτι μᾶλλον τῆς θέρμης αὐτὸν ἐκ βάθους μυελῶν καταφλεγούσης, προπηδῶσί τε αὐτοῦ τὰ ὄμματα καὶ τῆς ἰδίας λήξεως ἀποπεσόντα πηρὸν αὐτὸν ἀφιᾶσιν. ὃ δὲ ἐπὶ τούτοις ἀναπνέων ἀνθομολογούμενος τῷ κυρίῳ θάνατον ἐπεκαλεῖτο· καὶ τὸ πανύστατον ἐνδίκως ταῦτα τῆς κατὰ τοῦ Χριστοῦ παροινίας ἕνεκα πεπονθέναι ὁμολογήσας ἀφίησι τὴν ψυχήν.

  • Περὶ τῆς τῶν ἐκκλησιῶν ἀνανεώσεως
  • Οὕτω δῆτα Μαξιμίνου ἐκποδὼν γενομένου, ὃς μόνος ἔτι λείπων τῶν τῆς θεοσεβείας ἐχθρῶν, ἁπάντων χείριστος ἀναπέφηνεν, τὰ μὲν τῆς τῶν ἐκκλησιῶν ἀνανεώσεως ἐκ θεμελίων αὐτῶν χάριτι τοῦ A1H V1P3 M2P1P2 [*](1 ἐν πολέμῳ > M2P1P2 πολέμοις corr. mit roter Tinte in πολέμῳ V1 4 ἀθρόῳ Brinkm. ἀθρόᾳ Eus. | πληγεὶς θεοῦ ~ H | δεινῶς A1H δειναῖς d. übr. HSS Eus. 5 περιωδινίαις P2V1P3 | ἐλαυνόμενον A1 ἐλαυνόμενος d. übr. HSS | πρηνῆ A1 Eus. ATrRBDr πρηνὴς H πρὶν ἢ M2 (wo corr. in πρινὴς) P1P2V1P3 Eus. Tc 8 ξηρῶν — ὀστέων nach Text des Euseb (vgl. d. complicierten Apparat dort). Alle Gelasiushss. corrupt: ξηρὸν δ’ αὐτὸν μόνον ὀστέον γεγονέναι M2P1P2V1P3 ebenso + καὶ H (Eus. A) | ξηρῶν δ’ αὖ τῶν ὀστέων τοῦ σαρκίου ὑπολελειμμένων εἴδωλον οἷά τι ὑπολειφθῆναι A1 8f μακρῷ χρόνῳ Eus. νόσω μακρᾶ H μακρῶ ohne χρόνω M2P1P2V1P3 9 κατεσκηλιτευμένον HM2P1P2V1P3 (Eus. ATcEM) 11 κατορωρυγμένης M2P1 (aber P1 von 1. Hd. corr. aus κατορωρυγμένοις) die meisten Eus. HSS, κατωρυγμένης HV1P3 Eus. T1BD κατωρυγμένης A1 (die Correctur von späterer Hd.) 13 τε] δὲ P2V1P3 (Eus. | λήξεως] ἔδρας A1 15 τὸ πανύστατον > A1 16 ταῦτα ἐνδίκως ~ A1 | τοῦ > H 18 Die Capitelüberschrift fehlt in sämtlichen HSS an dieser Stelle erst Ζ. 20 irrtümlich nach ἀναπέφηνεν eingeschoben, aber ἀνέσεως statt (Eus.) 19 μαξιμιανοῦ H | ἔτι λείπων Eus. ABDM ἐπιλείπων A1HV1P3 Eus. TcER ἐπιλειπόντων M2P1P2 20 ἐναπέφηνεν A1 21 ἀνανεώσεως Eus. ἀνέσεως HSS | τοῦ > H Eus. (mit Ausnahme von M))

    16
    θεοῦ τοῦ παντοκράτορος ἠγείρετο· ὅ τε τοῦ Χριστοῦ λόγος εἰς δόξαν τοῦ τῶν ὅλων θεοῦ διαλάμπων, μείζονα τῆς ἔμπροσθεν ἀπελάμβανε παρρησίαν.

    Ταῦτα ἐν ἐνάτῳ τόμῳ τῆς ἐκκλησιαστικῆς ἱστορίας ὁ πάντα ἄριστος συντέταχεν ὁ Παμφίλου Εὐσέβιος· τῶν γὰρ αὐτοῦ πόνων, ὡς ἀνωτέρω μοι εἴρηται, καὶ τῶν ἄλλων τὴν ἀνάλεξιν ποιούμενος τοῦ βιβλιδίου τούτου διὰ βραχέων ἐγχαράττω τὴν σύνταξιν, πλείστῃ ὅσῃ σπουδῇ τὴν πορείαν τοῦ λόγου ποιούμενος ἐπὶ τὸ ὑψηλὸν καὶ λαμπροφανὲς ἅγιον καὶ θεῖον ὄρος τῆς κατὰ Νίκαιαν ἀποστολικῆς καὶ ἐναρέτου τῶν τοῦ θεοῦ ἱερέων συνόδου· ὁρῶν μάλιστα τὸν προφήτην κρατοῦντά με τῆς χειρὸς καὶ προτρέποντα·

    »δεῦρο, φησίν, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ«.

    ἀληθῶς γὰρ Σιὼν καὶ Ἱερουσαλὴμ καὶ ὄρος κυρίου ἡψήλότατον καὶ οἶκος τοῦ θεοῦ Ἰακὼβ ὁ θεῖος ἐκεῖνος τῶν τοῦ θεοῦ ὀρθοδόξων ἱερέων ὅμιλος, πνεύματι ἀγίῳ διασκεψαμένων καὶ παραστησάντων διά τε γραφῶν προφητικῶν καὶ εὐαγγελικῶν καὶ ἀποστολικῶν »περὶ τοῦ λόγου τῆς ζωῆς« τοῦτ’ ἔστι τοῦ υἱοῦ τοῦ θεοῦ, ὡς ἀληθῶς ἄκτιστος τῇ τῆς θεότητος φύσει καὶ οὐ κτίσμα, καθὼς ὁ θεομάχος καὶ ἀσεβέστατος κατ᾿ αὐτοῦ ἐβλασφήμησεν Ἄρειος, καὶ ὅτι τῆς αὐτῆς οὐσίας, ἡς καὶ ὁ γεννήσας αὐτὸν πρὸ τῶν αἰώνων ἁπάντων ὑπάρχει πατὴρ καὶ τοῦ αὐτοῦ χρήματος· ὁμοίως δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον τῆς αὐτῆς θεότητος καὶ οὐσίας, ἧς ὁ πατὴρ καὶ ὁ υἱός, σαφέστατα ἔδειξαν.

    καὶ Μῶς ὑψηλὸν ὄρος θεοῦ ἄνωθεν ἡμῖν, καθὰ προεδήλωσεν ὁ λόγος παρ αὐτοῦ τοῦ κυρίου διὰ τῶν ἀποστόλων δοθεὶς καὶ νῦν διὰ τῶν αὐτοῦ ἱερέων κατὰ τὴν Νικαέων γραφικαῖς μαρτυρίαις τρανωθεὶς ὁ προσκυνητὸς οὑτος καὶ ἅγιος τῆς ἀμωμήτου πίστεως ὅρος· περὶ οὑ σαφέστερον ἡμῖν συνεργείᾳ τῆς τοῦ θεοῦ χάριτος προϊὼν ἀποδείξει ὁ λόγος.

    [*](11 vgl. Psal. 72, 23. Jes. 2, 3 — 19 I Joh. 1, 1)[*](A1H V1P3 M2P1P2)[*](2 μείζονος H 3 παρούσίας ρρη H παρρησίας Eus. D 5 συντεταχώς P3 τὴν σύἐγχαρά ~ A1 8 ποιοῦμαι H 9 καὶ θεῖον am Rand nach ὄρος eingefügt H 10 συνόδων P3 11 με] μετὰ M2P1P2P3 14 P2P3 15 κυρίου] καὶ P3 > M2 25 καὶ ὁ ὑίος > V1 | ὁ2 > M2 26 καθὰ] καθὼς H 30f ὁ λόγος ἀποδείξει ~ A1)
    17

    Ἀλλ᾿ ἐπὶ τὴν προκειμένην ἡμῖν τῆς ἐκκλησιαστικῆς ἱστορίας ὑπόθεσιν ἐπανέλθωμεν, ἐπαναλαβόντες τὰ περὶ τῆς τοῦ βασιλέως θεοῦ εἰς τὸν αὐτοῦ λαὸν ἀντιλήψεως καὶ τῆς τῶν τυράννων καταστροφῆς διὰ τοῦ θεράποντος αὐτοῦ τοῦ θεοφιλοῦς Κωνσταντίνου τοῦ βασιλέως,

    ἣν δι’ αὐτοῦ εἰρήνην ἐπρυτάνευσε ταῖς κατὰ τὴν οἰκουμένην αὐτοῦ ἐκκλησίαις ὁ μόνος »μέγας κύριος ὁ ποιῶν θαυμάσια μεγάλα μόνος καὶ ἀνεξιχνίαστα, ὡν οὐκ ἔστιν ἀριθμός· ὁ ἀλλοιῶν καιροὺς καὶ χρόνους, μεθιστῶν βασιλεῖς τε καὶ καθιστῶν, ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα. καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. καὶ βραχίονας ὑπερηφάνων συνέτριψεν« ὁ θαυματουργός, ὁ μεγαλουργός, ὁ τῶν ὅλων δεσπότης, ὁ τοῦ σύμπαντος κόσμου δημιουργός, ὁ παντοκράτωρ, ὁ πανάγαθος, ὁ εἶς καὶ μόνος θεός, ᾡ τὸ καινὸν ᾀσμα ἀναπέμπομεν προσυπακούοντες »τῷ ποιοῦντι θαυμάσια μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· τῷ πατάξαντι βασιλεῖς μεγάλους καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ κύριος«.

    ἐφ’ οἷς ἅπασιν ἀνυμνοῦντες μὴ διαλείψωμεν τὸν τῶν ὅλων θεόν, καὶ τὸν τούτου μονογενῆ υἱὸν Ἰησοῦν Χριστὸν τὸν κύριον ἡμῶν, τὸν σὺν τῷ πατρὶ πάντων ἡμῖν τῶν ἀγαθῶν αἴτιον, τὸν τῆς θεογνωσίας αὐτοῦ εἰσηγητὴν ἡμῶν, τὸν τῆς εἰς αὐτὸν εὐσεβείας διδάσκαλον, τὸν τῶν ἀσεβῶν ὀλετῆρα, τὸν τυραννοκτόνον, τὸν τοῦ βίου διορθωτήν, τὸν τῶν ἀπεγνωσμένων σωτῆρα Ἰησοῦν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ πάντες δοξάζωμεν, ὅτι δὴ μόνος,

    οἷα παναγάθου πατρὸς * * * βουλῇ τῆς πατρικῆς καὶ ἑαυτοῦ καὶ τοῦ ἀγίου πνεύματος φιλανθρωπίας τῶν κάτω που κειμένων ἐν φθορᾷ [*](6—S. 18, 2 vgl. Eus. H. E. X 4 p. 865, 5—865, 7 — 6 Psal. 47, 2. 7 Hioh 5, 9. 9, 10 — 8 Dan. 2,21 — 9 Psal. 112, 7 — 10—12 Luk. 1, 52—53 12 ffiob 38, 15 — 15 Psal. 97, 1 — 16—20 Psal. 135, 4. 17. 18. 23) [*](A1H V1P3 M2P1P2) [*](1—3 nicht alles mehr von 1. Hd. A1 3 αὐτὸν V1P3 6 μέγας eingefügt H 9 καὶ1 > A1H 10 ἀνυψῶν] ἀνιστῶν M2P1P2 (Eus. ἀνιστῶν ἀνυψῶν BD) | πένητας + ὅς A1 13 ὁ μεγαλουργός > B. 17 τῷ — 19 > H 20 ἡμῶν > H 21 νἱὸν μονογενῆ ~ H 22 τῷ > H 26 ἐν > V1 | δοξάζοντες H 27 In den HSS eine Lücke anzunehmen; bei Eus. steht + μονώτατος ὑπάρχων πανάγαθος παῖς. In A1 von sp später Hd. interpoliert υἱὸς βουλῆς P2)

    18
    τὴν σωτηρίαν ἡμῶν προμηθούμενος, εὖ μάλα τὴν ἡμετέραν ὑποδὺς φύσιν, καθάπερ τις ἄριστος ἰατρὸς τὰς ἀσθενείας ἡμῶν ἀναλαβὼν καὶ τὰς νόσους φέρων, καὶ τότε καὶ ἀεὶ σωτηρίαν καὶ ζωὴν τῷ τῶν ἀνθρώπων κατειργάσατο γένει.

    ὃς δὴ βασιλεὺς βασιλέων καὶ τοῦ ἰδίου λαοῦ ἀεὶ προμηθούμενος τὸν αὐτῷ φίλον καὶ θεράποντα ἴδιον Κωνσταντῖνον τοῖς τῆς εἰς αὐτὸν εὐσεβείας καὶ πίστεως ὅπλοις φράξας κατὰ τῶν ἀσεβῶν τυράννων, τοῦ τε κατὰ ῾Ρώμην Μαξεντίου καὶ τοῦ κατὰ τὴν ἀνατολὴν Μαξιμίνου, ἀνεγήγερκεν· οὓς δι᾿ αὐτοῦ ἀνελὼν φαιδρὰν καὶ βαθεῖαν εἰρήνην τῷ οἰκείῳ λαῷ ἀποδέδωκεν.

    Περὶ τῆς Λικιννίου κακοτροπίας.