Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Φέρε δὲ καὶ ἕτερον ὃ τεθέαμαι, τῇ ἰστορίᾳ παραδῶ. [*](Niceph. xiv 51 Metaphr. PG 114, 392) Ἐπόθουν τὸ τέμενος τούτου δὴ τοῦ ἁγίου θεάσασθαι.

24
Διέστηκε δὲ Θεουπόλεως σταδίους μάλιστα τριακοσίους κείμενον πρὸς αὐτὴν τοῦ ὄρους τὴν κορυφήν. Μάνδραν οἱ ἐπιχώριοι καλοῦσι, τῆς ἀσκήσεως οἶμαι τοῦ παναγίου Συμεώνου τὴν προσηγορίαν τῷ χώρῳ καταλιπούσης. Διήκει δὲ τὸ πρόσαντες τοῦ ὄρους σταδίους εἴκοσιν. Ἡδὲ τοῦ νεὼ οἰκοδομία σύγκειται μὲν σταυροῦ δίκην ἐκ τῶν τεσσάρων πλευρῶν στοαῖς κοσμουμένη: παρατετάχαται δὲ ταῖς στοαῖς κίονες ἐκ λίθου ξεστοῦ πεποιημένοι εὐπρεπῶς, εὖ μάλα τὴν ὀροφὴν εἰς ὕψος ἐπαίροντες. Τὸ δέ γε μέσον αὐλὴ ὑπαίθριός ἐστιν, μετὰ πλείστης ἐξειργασμένη τῆστέχνης: ἔνθα ὁ τεσσαρακοντάπηχυς ἵσταται κίων, ἐν ᾧ τὸν οὐράνιον διήνυσε βίον ὁ ἐπὶ γῆς ἔνσαρκος ἄγγελος. Πρὸς τῇ ὀροφῇ τοίνυν τῶν λελεγμένων στοῶν κλειθρίδια καθεστᾶσι — θυρίδας ἔνιοι καλοῦσι — πρός τε τὸ λελεγμένον ὑπαίθριον πρός τε τὰς στοὰς ἀποκρινόμενα. Κατὰ τὸ λαιὸν τοίνυν μέρος τοῦ κίονος ἐν αὐτῷ τῷ [*](16) κλειθριδίῳ τεθέαμαι μετὰ παντὸς τοῦ ἁλισθέντος αὐτόθι λεώ, τῶν ἀγροίκων περὶ τὸν κίονα χορευόντων, ἀστέρα ὑπερμεγέθη κατὰ πᾶν τὸ κλειθρίδιον διαθέοντά τε καὶ σελαγίζοντα, οὐχ ἅπαξ, οὐχ ἅπαξ, οὐ δίς, οὐ τρίς, ἀλλὰ καὶ πολλάκις,παυόμενόν τε αὖ συχνῶς καὶ πάλιν ἐξαπίνης φαινόμενον: ὃ δὴ γίνεται μόνον ἐν τοῖς τοῦ παναγίου μνημείοις. Εἰσὶ δὲ οἳ λέγουσι, καὶ οὐκ ἀπιστητέον τῷ θαύματι ἔκ τε τῆς τῶν λεγόντων εὐπιστίας καὶ τῶν ἄλλων ὧνπερ τεθεάμεθα, ὅτι καὶ αὐτὸ δὴ τὸ προσωπεῖον αὐτοῦ τεθέανται ὧδέ τεκἀκεῖσε περιϊπτάμενον, τὴν ὑπήνην καθειμένον, τὴν κεφαλὴν τιάρᾳ κεκαλυμμένον ὥσπερ εἰώθει. Ὧδε τοῦ χώρου γινόμενοι ἄνδρες ἀφυλάκτως εἰσίασι, μετὰ τῶν σφῶν νωτοφόρων τὸν κίονα πολλάκις περινοστοῦντες. Φυλακὴ δέ τις εἰς τὸ ἀκριβέστατον, οὐκ ἔχω ἀνθ̓ ὅτου λέγειν, ὡσἂν γυνὴ μὴ φοιτῴη τῶν ἀνακτόρων εἴσω. Ἔξω δὲ περὶ
25
τὰς φλιὰς ἑστῶσαι τεθήπασι τὸ θαῦμα: ἀντικρὺ γὰρ τοῦ σελαγίζοντος ἀστέρος ἡ μία τῶν θυρῶν ἐστιν.

Ἐπὶ τῆς αὐτῆς διέπρεπε βασιλείας καὶ Ἰσίδωρος, [*](Niceph. xiv 53) οὗ κλέος εὐρὺ κατὰ τὴν ποίησιν, ἔργῳ τε καὶ λόγῳ παρὰ πᾶσι διαβόητος: ὃς οὕτω μὲν τὴν σάρκα τοῖς πόνοις ἐξέτηξεν, οὕτω δὲ τὴν ψυχὴν τοῖς ἀναγωγικοῖς ἐπίανε λόγοις, ὡς ἀγγελικὸν ἐπὶ γῆς μετελθεῖν βίον, στήλην τε ζῶσαν διὰ παντὸς εἶναι βίου τε μοναδικοῦ καὶ τῆς εἰς θεὸν θεωρίας. Γέγραπται δ̓ οὖν αὐτῷ πολλὰ μὲν καὶ ἕτερα πάσης ὠφελείας ἔμπλεα: γέγραπται δὲ καὶ πρὸς Κύριλλον [*](PG 78, 361) τὸν ἀοίδιμον, ἐξ ὧν μάλιστα δείκνυται τοῦ θεσπεσίου συνακμάσαι τοῖς χρόνοις. Ταῦτά μοι κομψῶς ὡς δυνατὸν πονουμένῳ, φέρε καὶ Συνέσιος ὁ Κυρηναῖος εἰς μέσον ἡκέτω τῇ οἰκείᾳ μνήμῃ κοσμήσων τὴν διάλεξιν. Οὗτος ὁ [*](Niceph. xiv 55) Συνέσιος ἦν μὲν καὶ τὰ ἄλλα πάντα λόγιος, φιλοσοφίαν δὲ οὕτως ἐς τὸ ἀκρότατον ἐξήσκησεν ὡς καὶ παρὰ Χριστιανῶν θαυμασθῆναι τῶν μὴ προσπαθείᾳ ἢ ἀντιπαθείᾳ κρινόντων τὰ ὁρώμενα. Πείθουσι δ̓ οὖν αὐτὸν τῆς σωτηριώδους παλιγγενεσίας ἀξιωθῆναι καὶ τὸν ζυγὸν τῆς ἱερωσύνης ὑπελθεῖν, οὔπω τὸν λόγου τῆς ἀναστάσεως παραδεχόμενον οὐδὲ δοξάζειν ἐθέλοντα, εὐθυβόλως εὖ μάλα στοχασάμενοι ὡς ταῖς ἄλλαις τἀνδρὸς ἀρεταῖς ἕψεται καὶ ταῦτα, τῆς θείας χάριτος μηδὲν ἐλλειπὲς ἔχειν ἀνεχομένης: καὶ οὐκ ἐψεύσθησαν τῆς ἐλπίδος. Οἷος γὰρ καὶ ὅσος γέγονε, τεκμηριοῦσι μὲν αἱ κομψῶς αὐτῷ καὶ λογίως μετὰ τὴν ἱερωσύνην πεποιημέναι ἐπιστολαί, ὅ τε πρὸς αὐτὸν Θεοδόσιον προσφωνητικὸς λόγος, καὶ ὅσα τῶν ἐκείνου χρηστῶν φέρεται πόνων.

Τότε καὶ Ἰγνάτιος ὁ θεσπέσιος, ὡς Ἰωάννῃ τῷ [*](Niceph. xiv 44) ῥήτορι σὺν ἑτέροις ἱστόρηται, ἐπειδή γε ὡς ἐβούλετο [*](31) τάφον τὰς τῶν θηρίων ἐσχηκὼς γαστέρας ἐν τῷ τῆς Ῥώμης ἀμφιθεάτρῳ, καὶ διὰ τῶν ὑπολειφθέντων ἁδροτέρων ὀστῶν, ἃ πρὸς τὴν Ἀντιόχου ἀπεκομίσθη, ἐν τῷ καλουμένῳ κοιμητηρίῳ, μετατίθεται πολλοῖς ὕστερον χρόνοις, ὑποθεμένου τοῦ παναγάθου θεοῦ Θεοδοσίῳ τὸν Θεοφόρον

26
μείζοσι τιμῆσαι τιμαῖς, ἱερόν τε πάλαι τοῖς δαίμοσιν ἀνειμένον — Τυχαῖον τοῖς ἐπιχωρίοις ὠνόμαστο — τῷ ἀθλοφόρῳ μάρτυρι ἀναθεῖναι: καὶ σηκὸς εὐαγὴς καὶ τέμενος ἅγιον τῷ Ἰγνατίῳ τὸ πάλαι Τυχαῖον γέγονε, τῶν ἱερῶν αὐτοῦ λειψάνων μετὰ πομπῆς ἱερᾶς ἀνὰ τὴν πόλιν ἐπ̓ὀχήματος ἐνεχθέντων καὶ κατὰ τὸ τέμενος τεθέντων. Ὅθεν καὶ δημοτελὴς ἑορτὴ καὶ πάνδημος εὐφροσύνη μέχρις ἡμῶν τελεῖται, πρὸς τὸ μεγαλοπρεπέστερον τοῦ ἱεράρχου Γρηγορίου ταύτην ἐξάραντος. Γέγονε δὲ ταὐτὰ ἐκεῖθεν ἔνθεν, τοῦ θεοῦ τὰς ὁσίας τῶν ἁγίων αὐτοῦτιμῶντος μνήμας. [*](Socr. iii 18 Sozom. v 19 Theodoret. HE iii 6 Joh. Chrys. PG 50,531 et 555 Theophan. 49 Julian. 361 B) Ἰουλιανὸς μὲν γὰρ ὁ ἀλιτήριος, ἡ θεοστυγὴς τυραννίς, ἄκων καὶ μαστιζόμενος, ἐπειδὴ μὴ ὁ Δαφναῖος Ἀπόλλων, ὁ φωνὴν καὶ προφητείαν τὴν Κασταλίαν ἔχων, ἀνελεῖν τι ἠδύνατο τῷ βασιλεῖ χρηστηριαζομένῳ, Βαβύλα τοῦ ἁγίουπαντοίως ἐκ γειτόνων ἐπιστομίζοντος, τιμᾷ μεταθέσει τὸν ἅγιον, ὅτε καὶ νεὼς αὐτῷ πρὸ τῆς πόλεως παμμεγέθης ἀνίστατο, ὁ καὶ μέχρις ἡμῶν σωζόμενος, ἵνα λοιπὸν οἱ δαίμονες ἐπ̓ ἀδείας τὰ οἰκεῖα δρῷεν, ὥς φασιν Ἰουλιανῷ φθῆναι τούτους ἐπαγγείλασθαι. Τοῦτο δ̓ ἄρα ἦν τὸοἰκονομούμενον παρὰ τοῦ σωτῆρος θεοῦ, ὡς ἂν καὶ τῶν μεμαρτυρηκότων ἡ δύναμις ἔκδηλος ᾗ, καὶ τοῦ ἁγίου μάρτυρος τὰ εὐαγῆ λείψανα ἐν εὐαγεῖ μετενεχθεῖεν χώρῳ, καλλίστῳ τεμένει τιμώμενα.