Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Ἐν τούτοις τοῖς χρόνοις ὁ πολὺς τῷ λόγῳ πόλεμος[*](FHG iv 73, 75 Malal. 358 Theophan. 102) ἐκεκίνητο Ἀττίλα τοῦ τῶν Σκυθῶν βασιλέως: ὃν περιέργως καὶ ἐς τὰ μάλιστα λογίως Πρίσκος ὁ ῥήτωρ γράφει, μετὰ πολλῆς τῆς κομψείας διηγούμενος ὅπως τε κατὰ τῶν ἑῴων καὶ ἑσπερίων ἐπεστράτευσε μερῶν, οἵας τε καὶ ὅσας πόλεις ἑλὼν κατήγαγε, καὶ ὅσα πεπραχὼς τῶν ἐντεῦθενμετέστη. [*](Niceph. xiv 46) Τοῦ αὐτοῦ τοίνυν Θεοδοσίου τὰ σκῆπτρα διέποντος, μέγιστος καὶ ἐξαίσιος καὶ τοὺς προλαβόντας νικῶν

27
γέγονε σεισμὸς ἀνὰ πᾶσαν, ὡς εἰπεῖν, τὴν οἰκουμένην, [*](Theophan. 93 Malal. 363 Joh. Nikiu c. 84) ὥστε καὶ πολλοὺς τῶν πύργων τῶν ἀνὰ τὴν βασιλίδα πρηνεῖς ἐνεχθῆναι, συμπεσεῖν τε καὶ τὸ Χερρονήσου καλούμενον μακρὸν τεῖχος: διαχῆναι δὲ τὴν γῆν καὶ πολλὰς κώμας ἐν αὐτῇ καταδῦναι: πολλά τε αὖ καὶ ἀναρίθμητα γενέσθαι πάθη ἀνά τε γῆν καὶ κατὰ θάλασσαν: καὶ ἐνίας μὲν τῶν πηγῶν ξηρὰς ἀναδειχθῆναι, ἑτέρωθι δὲ ὑδάτων πλῆθος ἀναδοθῆναι μὴ πρότερον ὂν, δένδρα τε αὐτόπρεμνα σὺν ταῖς σφίσι ῥίζαις ἀναβρασθῆναι καὶ χώματα πλεῖστα εἰς ὄρη σχεδιασθῆναι: τὴν δὲ θάλασσαν ἰχθῦς νεκροὺς ἀποσφενδονήσασθαι, καὶ πολλὰς τῶν ἐν αὐτῇ νήσων ἐπικλυσθῆναι: πλοῖά τε αὖ θαλάττια ἐπὶ τῆς ξηρᾶς ὀφθῆναι τῶν ὑδάτων ἐς τοὐπίσω νοστησάντων: παθεῖν τε καὶ τὰ πολλὰ Βιθυνίας τε καὶ Ἑλλησπόντου, Φρυγίας τε ἑκατέρας. Ὃ δὴ πάθος καὶ ἐπὶ χρόνον τῆς γῆς ἐπεκράτησεν, οὐχ ὥσπερ ἤρξατο οὕτω σφοδρῶς διαμένον, ἀλλὰ κατὰ μικρὸν λῆγον, μέχρις οὗ καθάπαξ ἐπέπαυστο.

Κατὰ τούτους τοὺς χρόνους Μεμνόνιος καὶ Ζωΐλος [*](Niceph. xiv 46) καὶ Κάλλιστος παρὰ Θεοδοσίου κατὰ τὴν Ἀντιοχέων ἄρξοντες ἐξεπέμφθησαν, τὴν ἡμετέραν θρησκείαν διαπρέποντες. Καὶ Μεμνόνιος μὲν εὐπρεπῶς τε καὶ περιέργως τὸ καὶ πρὸς ἡμῶν Ψηφίον ὀνομαζόμενον ἐξ ἐδάφους ἀνοικοδομεῖ, ὑπαίθριον αὐλὴν κατὰ τὸ μέσον ἐάσας: Ζωΐλος δὲ τὴν βασίλειον στοὰν τὴν πρὸς τὸ νότιον τῆς Ῥουφίνου πλευρόν, μέχρις ἡμῶν τὴν τούτου προσηγορίαν διαδεξαμένην, εἰ καὶ τὰς οἰκοδομίας ἐκ τῶν ποικίλων παθημάτων ἐνήλλαξεν. Ἀτὰρ καὶ Κάλλιστος μεγαλοπρεπῆ τε καὶ περιφανῆ οἰκοδομίαν ἀνίστη, ἣν Καλλίστου στοὰν οἵ τε παλαιοὶ οἵ τε νῦν ὀνομάζομεν, πρὸ τῶν ἑδῶν ἃ τῇ δίκῃ ἱδρύεται, εὐθὺ τοῦ φόρου οὗ ἡ περικαλλὴς οἰκία, τῶν στρατηγῶν τὰ καταγώγια. Μετὰ τούτους Ἀνατόλιος [*](Malal. 360) αὖ στρατηγὸς τῶν ἑῴων ταγμάτων πεμφθείς, τὴν καλουμένην

28
Ἀνατολίου στοὰν οἰκοδομεῖ παντοδαπαῖς ὕλαις ταύτην διακοσμήσας. Ταῦτα, εἰ καὶ πάρεργα, τοῖς φιλομαθέσιν οὐκ ἄκομψα.

Ἐν τοῖς αὐτοῖς χρόνοις Θεοδοσίου ἐπαναστάσεις [*](Niceph. xiv 57 FHG iv 138) συχναὶ κατὰ τὴν Εὐρώπην γεγόνασιν, ΟὐαλεντινιανοῦῬώμης βασιλεύοντος: ἃς καὶ καθεῖλε Θεοδόσιος μεγάλας δυνάμεις ἐκπέμψας κατὰ γῆν τε καὶ θάλασσαν πεζικῷ τε καὶ νηΐτῃ στρατῷ. Οὕτω δὲ καὶ Περσῶν παροινησάντων [*](Theodoret. HE v 38 Agathias iv 26 Socr. vii 18 Procop. i 14 Socr. vii 20 Theophan. 87) κεκράτηκε, βασιλεύοντος αὐτῶν Ἰσδιγέρδου πατρὸς τοῦ Βαραράνου, ἢ ὡς Σωκράτει δοκεῖ, αὐτοῦ Βαραράνουβασιλεύοντος, ὡς καὶ πρεσβευσαμένοις αὐτοῖς εἰρήνην χαρίσασθαι, ἣ καὶ διήρκεσε μέχρι δύο καὶ δέκα ἐτῶν τῆς Ἀναστασίου βασιλείας: ἅπερ ἱστόρηται μὲν καὶ ἄλλοις, ἐπιτέτμηται δὲ εὖ μάλα κομψῶς καὶ Εὐσταθίῳ τῷ ἐξ Ἐπιφανείας τῷ Σύρῳ, ὃς καὶ τὴν ἅλωσιν Ἀμίδησσυνεγράψατο. Τότε φασὶ καὶ Κλαυδιανὸν καὶ Κῦρον τοὺς ποιητὰς ἀναδειχθῆναι, Κῦρον δὲ καὶ πρὸς τὸν μέγιστον τῶν ὑπάρχων ἀναβῆναι θρόνον, ὃν ὕπαρχον τῆς αὐλῆς οἱ πρὸ ἡμῶν κεκλήκασι, καὶ τῶν ἑσπερίων ἐξηγήσασθαι δυνάμεων,Καρχηδόνος ὑπὸ Βανδίλων κρατηθείσης Γιζερίχου τε τῶν βαρβάρων ἡγουμένου.