Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Μή μοι δέ τις τῶν εἰδωλομανούντων ἐπιγελάσῃ, [*](Niceph. xiv 48) ὡς τῶν δευτέρων τοὺς προτέρους καθαιρούντων, καὶ προσεφευρισκόντων ἀεί τι τῇ πίστει καινότερον. Ἡμεῖς μὲν γὰρ τὴν ἄφραστον καὶ ἀνεξιχνίαστον τοῦ θεοῦ φιλανθρωπίαν ἐρευνῶντες καὶ ἐς τὰ μάλιστα σεμνύνειν καὶἐξαίρειν βουλόμενοι ἢ τῇδε ἢ ἐκεῖσε τρεπόμεθα. Καὶ οὐδεὶς [ἀδύνατον] τῶν αἱρέσεις παρὰ Χριστιανοῖς ἐξευρηκότων πρωτοτύπως βλασφημεῖν ἠθέλησεν, ἢ ἀτιμάσαι τὸ θεῖον βουλόμενος ἐξωλίσθησεν, ἀλλὰ μᾶλλον ὑπολαμβάνων κρεῖσσον τοῦ φθάσαντος λέγειν εἰ τόδε πρεσβεύσειε.Καὶ τὰ μὲν συνεκτικὰ καὶ καίρια πᾶσι κοινῶς ὡμολόγηται. Τριὰς γὰρ ἡμῖν τὸ προσκυνούμενον, καὶ μονὰς τὰ δοξολογούμενα, ὅ τε πρὸ αἰώνων γεννηθεὶς θεὸς Λόγος σαρκούμενος δευτέρᾳ γεννήσει φειδοῖ τοῦ πλάσματος. Εἰ δὲ περὶ ἕτερά τινα ἄττα κεκαινούργηται, γεγόνασι καὶ[*](Socr. i 22) ταῦτα τοῦ σωτῆρος ἐνδόντος θεοῦ τῷ αὐτεξουσίῳ καὶ περὶ τούτων, ἵνα μᾶλλον ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ

19
ἐκκλησία ἐνθένδε κἀκεῖθεν πρὸς τὸ δέον τε καὶ εὐσεβὲς αἰχμαλωτίσῃ τὰ λεγόμενα, καὶ πρὸς μίαν ἀπεξεσμένην καὶ εὐθεῖαν ὁδὸν ὑπαντήσῃ. Διὸ καὶ τῷ ἀποστόλῳ εὖ μάλα σαφῶς εἴρηται: Δεῖ δὲ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, [*](i Cor. xi 19) ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται. Καὶ θαυμάσαι κἀν τούτῳ ἔστι τὴν ἄρρητον τοῦ θεοῦ σοφίαν, τοῦ καὶ πρὸς τὸν θεσπέσιον Παῦλον εἰρηκότος: Ἡ γὰρ δύναμίς μου [*](ii Cor. xii 9) ἐν ἀσθενείᾳ τελειοῦται. Ἐξ ὧν γὰρ τῆς ἐκκλησίας ἀπερράγη τὰ μέλη, ἐκ τούτων τὰ ὀρθὰ καὶ ἀμώμητα πλέον ἀπεξέσθη τε καὶ ἀπετέθη δόγματα, καὶ πρὸς αὔξησιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν ἡ καθολικὴ καὶ ἀποστολικὴ τοῦ θεοῦ ἐλήλυθεν ἐκκλησία. Οἱ δέ γε τῆς Ἑλληνικῆς πλάνης τρόφιμοι, οὐ θεὸν [*](Greg. Theol. PG 36, 337) εὑρεῖν βουλόμενοι ἢ τὴν αὐτοῦ περὶ τοὺς ἀνθρώπους κηδεμονίαν, τά τε τῶν φθασάντων τά τε ἀλλήλων καταλύουσιν, [*](Euseb. PG 20, 1353) ἀλλὰ θεοὺς ἐπὶ θεοῖς ἐπινοοῦντες καὶ τῶν οἰκείων παθῶν χειροτονοῦντές τε καὶ ὀνομάζοντες, ἵνα συγγνώμην ταῖς οἰκείαις ἀκολασίαις πορίζοιντο θεοὺς τοιούτους ἐπιγραφόμενοι. Ὥστε ἀμέλει ὁ παῤ αὐτοῖς ὕπατος πατὴρ ἀνδρῶν τε θεῶν τε τὸν Φρύγα τὸ μειράκιον εἰς ὄρνεον μετασχηματισθεὶς ἀσελγῶς διήρπασεν, μισθόν τε τῆς αἰσχρουργίας τὴν κύλικα παρέσχετο, τὴν φιλοτησίαν προπίνειν ἐπιτρέψας, ὡς ἂν μετὰ τοῦ νέκταρος καὶ τὰ ὀνείδη κοινῶς πίνοιεν. Ὃς καὶ μυρίοις ἄλλοις ἀτοπήμασι καὶ παρὰ τοῖς οὐδέσι τῶν ἀνθρώπων ἀπηγορευμένοις καὶ πᾶσαν ἀλόγων ἰδέαν ὁ πάντων ἀλογώτατος μεταβληθείς, ἀνδρόγυνος γίνεται, εἰ καὶ μὴ τὴν γαστέρα, ἀλλὰ γοῦν τὸν μηρὸν κυοφορῶν, ἵνα καὶ ταῦτα παρὰ φύσιν αὐτῷ πράττοιτο. Οὗ καὶ τὸ διθύραμβον κύημα ἀνδρόγυνον γενόμενον ἑκατέραν ἐνύβρισε φύσιν, μέθης ἔξαρχον οἰνοφλυγίας τε αὖ καὶ κραιπάλης καί γε ἑωλοκρασίας, καὶ
20
τῶν ἐντεῦθεν δεινῶν. Τούτῳ τῷ Αἰγιόχῳ τῷ ὑψιβρεμέτῃ καί τι σεμνὸν ἐκεῖνο περιτιθέασι, πατραλοίαν ἀποκαλοῦντες, τὴν ἐσχάτην παρὰ πᾶσι ποινήν, οἷα τὸν Κρόνον τὸν κακῶς αὐτὸν φύσαντα τῆς βασιλείας ἐξωθήσαντα. Τί δὲ ἂν φαίην καὶ περὶ τῆς θεουργηθείσης αὐτοῖς πορνείας, ᾗτὴν Ἀφροδίτην τὴν κοχλογεννήτην Κυπρίαν ἐπέστησαν, τὴν μὲν σωφροσύνην ὡς ἐναγές τι χρῆμα καί τι τῶν ἄλλως ἐκτόπων μυσαττομένην, πορνείαις δὲ καὶ πάσαις αἰσχρουργίαις ἡδομένην, καὶ τούτοις ἱλάσκεσθαι βουλομένην; Μεθ̓ ἧς Ἄρης ἀσχημονεῖ τοῖς Ἡφαίστου τεχνάσμασινὑπὸ τοῖς θεοῖς θεατριζόμενός τε καὶ γελώμενος. Γελάσοι δὲ ἄν τις δικαίως καὶ Φαλλοὺς αὐτῶν καὶ Ἰθυφάλλους καὶ Φαλλαγώγια καὶ Πρίαπον ὑπερμεγέθη καὶ Πᾶνα ἀσχήμονι μορίῳ τιμώμενον καὶ τὰ ἐν Ἐλευσῖνι μυστήρια, καθ̓ ἓν μόνον ἐπαινετὰ ὅτι γε ἥλιος οὐχ ὁρᾷ,ἀλλὰ τῷ σκότῳ συνοικεῖν κατεκρίθησαν. Τούτων τοῖς αἰσχρῶς τιμῶσί τε καὶ τιμωμένοις καταλιμπανομένων, ἐπὶ τὴν νύσσαν τὸν πῶλον ἐκκεντήσωμεν, καὶ τὰ λειπόμενα τῆς Θεοδοσίου βασιλείας εὐσυνόπτως ἀποθώμεθα.

Γέγραπται δ̓ οὖν αὐτῷ πανευσεβὴς διάταξις ἀνὰ [*](Niceph. xiv 36) τὸ πρῶτον βιβλίον κειμένη — Ἰουστινιανοῦ κῶδιξ ὠνόμασται — τρίτη [*](21) τὸν ἀριθμὸν τοῦ πρώτου τίτλου τυγχάνουσα: ἐν ᾗ τὸν πάλαι ποθούμενον παῤ αὐτοῦ, ὡς αὐτῷ Νεστορίῳ γέγραπται, θεόθεν κινηθείς, ἁπάσαις τὸ δὴ λεγόμενον ψήφοις κατέκρινεν ἀναθέματι περιβαλών, καὶ γέγραφενἐπὶ λέξεως ὧδε: [*](Conc. v 417) Ἔτι θεσπίζομεν τοὺς ζηλοῦντας τὴν ἀσεβῆ Νεστορίου πίστιν ἢ τῇ ἀθεμίτῳ αὐτοῦ διδασκαλίᾳ ἀκολουθοῦντας, εἰ μὲν ἐπίσκοποι εἶεν ἢ κληρικοί, τῶν ἁγίων ἐκκλησιῶν ἐκβάλλεσθαι, εἰ δὲ λαϊκοί, ἀναθεματίζεσθαι.Τέθεινται δὲ αὐτῷ καὶ ἕτεραι νομοθεσίαι τῆς ἡμετέρας ἕνεκα θρησκείας, τὸν διάπυρον αὐτοῦ ζῆλον δεικνῦσαι.

Ἐν τούτοις τοῖς χρόνοις ἤκμασέ τε καὶ διεφάνη [*](Niceph. xiv 51)

21
καὶ Συμεώνης, ὁ τῆς ὁσίας καὶ πάντα ἀοιδίμου μνήμης, πρῶτος τὴν ἐπὶ κίονος στάσιν ἐπιτηδεύσας, δίπηχυ μόλις ἐνδιαίτημα τὸ περίμετρον, Δόμνου τηνικάδε τὴν Ἀντιοχέων ἐπισκοποῦντος. Ὃς ἐπειδὴ παῤ αὐτὸν γέγονεν, ἐκπλαγεὶς τὴν στάσιν καὶ τὴν δίαιταν, τῶν μυστικωτέρων ἐγλίχετο: ἄμφω δ̓ οὖν συνηλθέτην, καὶ τὸ ἄχραντον ἱερουργήσαντες σῶμα τῆς ζωοποιοῦ κοινωνίας ἀλλήλοις μετέδοσαν. Οὗτος ἐν σαρκὶ τὴν τῶν οὐρανίων δυνάμεων πολιτείαν ζηλώσας, ἐξαίρει μὲν ἑαυτὸν τῶν ἐπὶ γῆς πραγμάτων, καὶ τὴν φύσιν βιασάμενος τὴν τέως κάτω βρίθουσαν τὰ μετέωρα διώκει: καὶ μέσον οὐρανοῦ καὶ τῶν ἐπὶ γῆς γενόμενος ἐντυγχάνει τε τῷ θεῷ καὶ μετὰ τῶν ἀγγέλων δοξολογεῖ, ἐκ μὲν τῆς γῆς τὰς ὑπὲρ τῶν ἀνθρώπων πρεσβείας τῷ θεῷ προσάγων, ἐξ οὐρανοῦ δὲ τοῖς ἀνθρώποις τὴν ἄνωθεν εὐμένειαν καταπραττόμενος. [*](16) Τούτου τὰς θεοσημείας γέγραφε μὲν καί τις τῶν αὐτοπτῶν γενομένων: γέγραφε δὲ καὶ λογίως ἀπέθετο καὶ [*](AS Jan. i 264 Rel. Hist. PG 82, 1464) Θεοδώρητος, ὁ τὴν Κυρεστῶν ἐπισκοπήσας, ἐν ᾧ τὰ μάλιστα παραλελοιπότες, ὃ μέχρι νῦν σωζόμενον παρὰ τοῖς τῆς ἁγίας ἐρήμου κατειλήφαμεν, καὶ παῤ αὐτῶν παρειλήφαμεν. Ὅτε δ̓ οὖν Συμεώνης οὗτος ὁ ἐπὶ γῆς ἄγγελος, ὁ ἐν [*](Metaphr. PG 114, 349 Theod. Lect. ii 41 Suidas s. v. Symeon) σαρκὶ τῆς ἄνω Ἱερουσαλὴμ πολίτης, τὴν ξένην ταύτην καὶ τοῖς ἀνθρώποις ἀγνῶτα τρίβον ἐπετήδευσε, στέλλουσί τινα παῤ αὐτὸν οἱ τῆς ἁγίας ἐρήμου, ἐντειλάμενοι φάναι: τίς ἡ ξενοπρεπὴς αὕτη πολιτεία, τί τὴν τετριμμένην καὶ τοῖς ἁγίοις πεπατημένην ὁδὸν ἀφείς, ἄλλην τινὰ ξένην καὶ τοῖς ἀνθρώποις καθάπαξ ἀγνοουμένην ὁδεύει: καὶ ὡς ἐπιτετράφασιν αὐτῷ καταβῆναι καὶ τὴν τῶν ἐκλεκτῶν πατέρων ὁδὸν ἀνύειν. Οἵπερ, εἰ μὲν ἐκθύμως ἑαυτὸν πρὸς τὴν κατάβασιν δοίη, συγχωρεῖν ἐκέλευσαν αὐτῷ τὴν ἰδίαν ἐκτρέχειν: ἐκ γὰρ τῆς ὑπακοῆς
22
δῆλον εἶναι ὡς ἐκ θεοῦ ποδηγηθεὶς ὧδε διαθλεύει: εἰ δέ γε ἀντισταίη, ἢ καὶ τοῦ ἰδίου θελήματος δοῦλος γένοιτο καὶ μὴ πρὸς τὴν ἐπιτροπὴν ἰθυδρομήσοι, καὶ πρὸς βίας αὐτὸν καθέλκειν. Ὃς ἐπειδή περ παῤ αὐτὸν ἐγένετο καὶ τὴν τῶν πατέρων ἀπήγγειλεν ἐντολήν, εὐθέως τεθάτερον τοῖν ποδοῖν προέπεμψε τῶν πατέρων τὴν ἐπιτροπὴν ἐκπληρῶσαι βουλόμενος, ἀφίει αὐτὸν τὴν ἰδίαν [*](Josua i 6) ὁδὸν ἐκπληροῦν, ἐπιφθεγξάμενος: Ἴσχυε καὶ ἀνδρίζου: ἡ στάσις σου παρὰ θεοῦ ἐστιν. Ὅ μοι ἀξιόλογον ὂν ἐξετέθη, τοῖς περὶ αὐτοῦ γραφεῖσι παρειμένον.[*](Metaphr. PG 114, 381) Τούτῳ τοσοῦτον ἡ τῆς θείας χάριτος ἐνέσκηψε δύναμις, ὡς καὶ Θεοδοσίου τοῦ αὐτοκράτορος τεθεσπικότος τοῖς κατὰ τὴν Ἀντιόχου Ἰουδαίοις ἀποδοθῆναι τὰς σφῶν συναγωγάς, ἅσπερ ἔφθησαν παρὰ Χριστιανῶν ἀφῃρημένοι, οὕτω παρρησίᾳ γέγραφεν, οὕτω σφοδρῶς ἐπετίμησεμόνον τὸν ἴδιον βασιλέα εὐλαβούμενος, ὡς καὶ τὸν βασιλέα Θεοδόσιον τὰς ἰδίας ἀνακαλεσάμενον κελεύσεις πάντα πρὸς χάριν Χριστιανῶν ἐκπληρῶσαι, παραλῦσαι δὲ καὶ τὸν ὕπαρχον τὸν ταῦτα διδάξαντα τῆς ἀρχῆς δεηθῆναί τε τοῦ παναγίου καὶ ἀερίου μάρτυρος ἐπὶ ῥήματοσἱκετεύειν τε καὶ εὔχεσθαι ὑπὲρ αὐτοῦ, καὶ τῆς οἰκείας εὐλογίας μεταδιδόναι. Διέτριψε τοίνυν ἐν σαρκὶ τόνδε τὸν βίον διαθλεύων ἔτη ἓξ καὶ πεντήκοντα: ἐν μὲν τῷ πρώτῳ φροντιστηρίῳ ἔνθα τὰ θεῖα κατηχήθη, ἔτη ἐννέα, ἐν δὲ αὖ τῇ καλουμένῃ μάνδρᾳ ἑπτὰ καὶ τεσσαράκοντα:ἔν τινι μὲν στενῷ τόπῳ ἔτεσι δέκα τὸν ἀγῶνα διανύσας, ἐν δὲ κίοσι βραχυτέροις ἑπτά, καὶ ἐπὶ τεσσαρακοντάπηχυν ἔτη τριάκοντα. [*](Niceph. xiv 51 Metaphr. PG 114, 389 Malal. 369) Τούτου τὸ πανάγιον σῶμα μετὰ τὴν ἐνθένδε ἐκδημίαν κατὰ τὴν Ἀντιοχέων ὕστερον εἰσήχθη, Λέοντος τὰσκῆπτρα διέποντος, Μαρτυρίου τηνικαῦτα τῆς Ἀντιόχου προεδρεύοντος, Ἀρταβουρίου δὲ αὖ τῶν ἑῴων στρατηγοῦντος ταγμάτων μετὰ τῶν ἀμφ̓ αὐτὸν στρατιωτικῶν τελῶν τε καὶ λοιπῶν, κατὰ τὴν αὐτοῦ μάνδραν γενομένων,
23
καὶ τὸν πάνσεπτον διασωσάντων νεκρὸν Συμεώνου τοῦ μακαρίου, ὡς ἂν μὴ αἱ γειτνιῶσαι πόλεις συνελθοῦσαι τοῦτον διαρπάζοιεν. Θαυμάτων τοίνυν μεγίστων καὶ κατὰ τὴν ὁδοιπορίαν γενομένων, κομίζεται κατὰ τὴν Ἀντιόχου τὸ αὐτοῦ πανάγιον σῶμα: ὃ καὶ Αέων ὁ αὐτοκράτωρ ἐξῃτήσατο παρὰ τῶν Ἀντιοχέων λαβεῖν. Καὶ δεήσεις οἱ τῆς Ἀντιόχου πρὸς αὐτὸν ἀνατεινάμενοι γεγράφασιν οὕτως: Διὰ τὸ μὴ ὑπάρχειν τεῖχος τῇ πόλει, πέπτωκε γὰρ ἐν ὀργῇ, ἠγάγομεν τὸ πανάγιον σῶμα, ὅπως ἡμῖν γένηται τεῖχος καὶ ὀχύρωμα. Οἷς καὶ πεισθεὶς ἐνδούς τε ταῖς δεήσεσι τὸ σεπτὸν αὐτοῖς εἴασε σῶμα. Τούτου τὰ πολλὰ μέχρις ἡμῶν ἐφυλάχθη, οὗ καὶ τὴν ἁγίαν κορυφὴν μετὰ πολλῶν ἱερέων τεθέαμαι, ἐπισκοποῦντος τήνδε Γρηγορίου τοῦ παναοιδίμου, Φιλιππικοῦ δεηθέντος παραφυλακῆς ἕνεκα τῶν ἑῴων ἐκστρατευμάτων τίμια λείψανά οἱ ἐκπεμφθῆναι. Καὶ τὸ παράδοξον, αἱ κατὰ τῆς κεφαλῆς ἐπικείμεναι τρίχες οὐ διεφθάρησαν, ὡς δ̓ αὖ ζῶντος καὶ τοῖς ἀνθρώποις συναλιζομένου διασώζονται. Καὶ τὸ κατὰ τοῦ μετώπου δέρμα ἐρρυτίδωτο μὲν καὶ ἀπέσκληκε, σώζεται δ̓ οὖν ὅμως, καὶ τῶν ὀδόντων δ̓ οἱ πλείους, εἰ μή γε ὅσοι χερσὶν ἀνθρώπων πιστῶν βιαίως ἀφῃρέθησαν, διὰ τοῦ σχήματος κηρύσσοντες οἷός τε καὶ ὁπόσος καὶ πηλίκος ὁ ἄνθρωπος τοῦ θεοῦ γέγονε Συμεώνης. Ταύτῃ καὶ ὁ ἐκ σιδήρου πεποιημένος κλοιὸς παράκειται, μεθ̓ οὗ τὸ πολυύμνητον διαθλεῦσαν σῶμα τῶν ἐκ θεοῦ γερῶν μεταδέδωκεν: οὐδὲ γὰρ ἀποθανόντα τὸν Συμεώνην ὁ ἐραστὴς ἀπέλιπε σίδηρος. Οὕτω τὸ καθ̓ ἕκαστον ἂν διεξεληλύθειν ἐμοί τε τῆς διηγήσεως ὠφέλειαν παρέξον καὶ τοῖς ἐντυγχάνουσιν, εἰ μὴ πλατύτερον ταῦτα Θεοδωρήτῳ, ὡς ἔφθην εἰπών, ἐπεπόνητο.