Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae Alexiadis, Volume 1. (Corpus Scriptorum Historiae Byzantinae, Volume 38). Schopen, Ludwig; Niebuhur, B.G., editors. Bonn: Weber, 1839.

Ὁ μέντοι Ῥομπέρτος ἀμεριμνήσας παντάπασι, τὴν [*](V. 101) λείαν πᾶσαν καὶ τὴν βασιλικὴν σκηνὴν ἀφελόμενος, τροπαιο-

[*](ΑΛΕΞΙΑΔΟΕ βιβλίον ἑ AG.)
223

φόρος καἰ γαυριῶν τὴν πεδιάδα κατέλαβεν εἰς ἣν πρότερον ηὐλίζετο, τὸ Δυρρύχιον πολιορκῶν. κα μικρὸν διαναπαυσάμενος ἐβουλεύετο, ἐβουλεύετο εἰ χρὴ αὐθις ἀποπειρᾶσθαι τῶν τούτου τειχῶν, ἢ τὴν μὲν πολιορκίαν εἰς τὸ ἐπιὸν ἔαρ παραφυλάξασθαι, τὸ παρὸν δὲ τὴν Γλαβινίτζαν καταλαβεῖν καὶ τὰ Ἰωαννίνα, κἀκεῖσε παραχειμάσαι, καταθέμενον τὸ ὁπλιτικὸν ἅπαν εἰς τὰ ὑπερκείμενα τέμπη τῆς πεδιάδος Δυρραχίου. οὶ δ' ἐντὸς Δυρραχίου, καθάπερ ὁ λόγος ἐδήλωσεν , ἐπεὶ οἱ [*](B) πλείους ἀπὀ Μέλφης ναὶ Βενετίας ἤσαν ἄποικοι, τὰ ξυμπεσόντα τῷ αὐτοκράτορι μεμαθηκότες, καὶ τὴν τοσαύτην ἀνδροκτασίαν καὶ τὴν τῶν. τηλικούτων ἀνδρῶν σφαγήν , καἰ τοὺς στόλους ὑποκεχωρηκότας, καὶ ὅτι ὁ Ῥομπέρτος εἰς τὸ ἐπιὸν ἔαρ τὴν πολιορκίαν ταμιεύεται διεσκοπεῖτο ἕκαστος , ὅ τι πράττειν χρὴ καὶ σώζεσθαι καὶ μὴ αὖθις ἐς τοσούτους ἐμπεπτωκέναι κινδύνους. συλλεξάμενοι οἶν ἑαυτούς, τὸ ἀπόρρητον ἕκαστος εἰς τὸ ἐμφανὲς ἄγουσι , καὶ πέρι τῶν ὅλων γνωσιμαχήσαντες, ὥσπερ ἐν ἀπόροις πόρον εὑρηκέναι ᾠήθησαν πεισθῆναι τε τῷ Ῥομπέριῳ καὶ παραδοῦναί οἱ τὴν πόλιν. [*](C) ἐρεθισθέντες δὲ κὼ παρά του τῶν ἐποίκων Μέλφης καὶ ταῖς τούτου πεισθέντες ὑποθημοσύναις, τὰς εἰσόδους ἀναπετάσαντες, πάροδον τῷ Ῥομπέρτῳ δεδώκασιν. ἐγκρατὴς δὲ τούτου γενόμενος, τὰς δυνάμεις μετεκαλεῖτο, φιλοκρινῶν ἅμα, εἴ που

[*](1. ηὐλίζετο πρότεροι Α. 3. ἐβούλετο G. εἰ C , ἴην PG. vid. annotat. 4. μὲν om CG. 8. δὲ A. ἐδήλωσε G. 17. εὑρημένοι Q. 18. τε om. C 19. παρὰ τοῦ PG, correxL ἐποίκων C, ἀποίκων PG. 22, φυλλοκρινὤν C. lego φυλοκοινων.)
224

τέτρωται τις καιρίαν ἢ ἐπὶ χρῶτα παραξέσαντος τυχὸν τοῦ ξίφους, καὶ διερευνώμενος ὁποῖοί τε καὶ ὁπόσοι πολέμου παρανάλωμα γεγόνασιν ἐν ὦς προηγησαμέναις μάχαις, σκοπῶν [*](D) ἅμα, ἐπεὶ χειμὼν ἤδη παρῆν κάτα τόδε καιροῦ, διὰ τούτου καὶ μισθοφορικὸν ἕτερον ἐπισυνάξαι καὶ ξενικὰς ἐπισυλλέξαι [*](P. 126) δυνάμεις, καὶ ἦρος ἐπιφανέντος, τηνικαῦτα πανστρατὶ κατὰ τοῦ βασιλέως χωρῆσαι. ἀλλ’ οὐκ αὐτὸς μὲν ὁ Ῥομπέρτος, καίτοι νικητὴν ὲαυτὸν καὶ τροπαιοῦχον ἀνευφημῶν τοιαῦτα ἐλογίζετο, ὁ δ’ ἡττηθεὶς βασιλεὺς χαἰ· τραυματίας γεγονώς διὰ τὴν ἀνύποιστον ἐκείνην ἧτταν καὶ τοσούτους καὶ τοιούτους ἀποβεβληκὼς μορμολυχθεὶς οἷον συνέσταλται· ἀλλὰ μηδὲν σμικροπρεπὲς περὶ ἑαυτοῦ λογισάμενος μηδὲ χαλάσας ὅλως τὸν λογισμόν, σπεύδων ἦν ὅλῃ γνώμῃ τὴν ἧτταν ἦρος φανέντος ἀνακαλέσασθαι. ἦσαν γὰρ ἄμφω πάντα προϊδεῖν καὶ συνιδεῖν ἱκανοί, καὶ πολεμικῶν τεχνασμάτων οὐδενὸς [*](Β) ἀδαεῖς, ἀλλὰ πάσαις μὲν τειχομαχίαις, πάσαις δὲ λοχήσεσι, [*](V. 109.) καὶ ταῖς ἐκ παρατάξεως ἀγωνίαις ἐθάδες, τὰς δὲ διὰ χειρὸς πράξεις δραστικοὶ καὶ γενναῖοι, καὶ ἐχθροὶ πάντων τῶν ὑπ’ οὐρανὸν ἡγεμόνων γνώμη καὶ ἀνδρίᾳ κατάλληλοι. εἶχε δέ τι τοῦ Ῥομπέρτου πλέον ὁ βασιλεὺς Ἀλέξιος, ὅτι νεάζων τὴν ἡλικίαν ἔτι, κατ’ οὐδὲν ἐλάττων τοῦ ἤδη ἀκμάζοντος ἥν καὶ τὴν γῆν

[*](1. παραξήσαντος P. 2. πόσοι G. 3. γέγοναν C, ἐγεγόνασι G. καὶ σκοπῶν CG. 4. διὰ τούτου om. G. 8. νικητὴν καὶ τροπαιοῦχον ἑαυτῶν G. 12. περὶ om. PG, add. F, αὐτοῦ G. 14. ἀνακαλέσασθαι ἦρος φανέντος G. 15. τεχνησμάτων G. 17. ἐθάδες FC et in raargine P, αὐθάδεις PG. 21. κατ’ : καὶ G,)
225

μικροῦ συνταράττειν. ὅλας τε φάλαγγας ἐκ μόνου μβοήματος αὐχοῦντος συνταράττειν. ἀλλὰ ταῦτα μὲν ὲτέροις συντηρείσθωσαν τόποις· μελήσει γὰρ πάντως τοῖς έγκωμιάζειν ἐθέλουσιν. ὁ δέ γε βασιλεὺς Ἀλέξιος, ἐν Ἀχρίδι μικρὸν ἑαυτὸν ἀνακτησάμενος καὶ τὸ σῶμα διαναπαύσας, καταλαμβάνει τὴν εάβολιν. καὶ τοὺς μὲν τοῦ πολέμου διασωθέντας τῆς ἐκ τοῦ μόχθου κακοπαθείας, ὡς ἐνόν, ἐπανελάμβανε, τοὺς δέ γε ἐπιλοίπους ἁπανταχόθεν ἀποστείλας διεκηρύκευε τὴν Θεσσαλονίκην καταλαβεῖν. ἐπεὶ δὲ πεῖραν του Ῥομπέρτου καὶ τῆς λμης τοῦ τηλικούτου ἔσχε στρατεύματος, καὶ πολλὴν ἀφέ λειαν καὶ ἀνανδρίαν τῶν ὑπ’ αὐτὸν κατεψηφίσατο, (οὑ [*](C) ἂν προσθείην στρατιωτῶν, οὔτι καὶ οἱ τέως παρόντες ἀγύμναστοί τε τὸ παράπαν ἠσαν καὶ πάσης στρατιωτικῆς ἐμπειρίας ἀδαεῖς,) διὰ τοῦτο γοῦν ἐδεῖτο συμμάχων· τὸ δὲ ἄτερ χρηιάτων οὐκ ἐνῆν· τὰ δὲ οὐ παρῆν, τῶν βασιλικῶν ταμιείων ιὶ μηδενὶ δέοντι κενωθέντων ὑπὸ τοῦ προβεβασιλευκότος [*](P. 127) τοῦ Βοτανειάτον τοσοῦτον, ὡς μηδὲ τῶν ταμιείων κεκλεῖσθαι τὰς θύρας, ἀλλὰ ἀνέτως πατεῖσθαι παντὶ τῷ βουομένῳ δι’ αὐτῶν ὁδεύειν· προπέποτο γὰρ. ἔνθεν τοι καί ἐν ἐν ἀμηχανίᾳ τὸ πᾶν συνίστατο, ἀσθενείας τε καἰ πενίας ὁμοῦ συμπιεζούσης τὴν ὑπὸ τοὺς Ῥωμαίους. τότε δὲ τοτὲ τί. τὸν

[*](7. lege μόθου. τοὺς ἐπιλοίπους δὲ Α 13. καὶ πάσης: καὶ om. C, ἐν πᾶσι καὶ G. 14. τὸ δὲ A. τόδε PG. 15. ταμείων AG. 16. ὑπὸ τῶν προβεβασιλευκότων τοῦ τε βοτανιάτου καὶ μιχααὴλ του δούκα Α. 17. τοσοῦτον add. C. ταμείων G 19. ἐντεῦθεν καὶ ἀμηχανίᾳ A. 20. ἀσθενείας AG, ἀσθενίας P. τε add. A. 21. τοὺς add. A.)
226

νέον βασιλέα καὶ ἄρτι τῶν τῆς βασιλείας οἰάκων πιβεβηκότα ἐχρῆν διαπράξασθαι; πάντως ἥ ἐξαπορούμενον τὸ πᾶν καταλιπόντα ἐκστῆναι τῆς ἀρχῆς, ὡς μὴ ἀναίτιον ἔντα αἰτιῷτό [*](B) τις αὐτὸν ὡς ἀπειροπόλεμον καὶ ἀνεπιστήμονα ἀρχηγόν, ἥ ἐξ ἀνάγκης, ὡς ἐνόν, καὶ συμμάχους μετακαλέσασθαι καὶ τὰ τούτοις δοθησόμενα χρήματα ὅθεν δήποτε συναγαγεῖν, καὶ τοὺς ἁπανταχῆ διασπαρέντας τοῦ στρατεύματος διὰ δωρεῶν ἀνακαλεῖσθαι, ἵνα ἐντεῦθεν μείζους ἐλπίδας κτησάμενοι, αύτοὶ μετ’ αὐτοῦ ἐγκαρτερήσαιεν καὶ οἱ ἀπόντες πρὸς τὸ ἐπανέρχεσθαι προθυμότεροι γένοιντο, καὶ οὕτως γενναιότερον πρὸς τὰ Κελτικὰ πλήθη ἀντικαταστῆναι δυνήσαιντο. ἀνάξιον μὲν οὖν καἰ ἀσύμφωνον τῆς αὐτοῦ περὶ τὰ στρατιωτικὰ ἐπιστήμης ὁμοῦ καὶ τόλμης μηδὲν πεπραχέναι βουλόμενος, πρὸς [*](C) δύο ταῦτα ἀπέβλεψε, συμμάχους τε ἁπανταχόθεν μεταπέμψασθαι, ἐλπίσι πολλῶν δωρεῶν εὐμηχάνως τούτους ὑποσυρόμενος, τὴν δέ γε μητέρα καὶ τὸν ἀδελφὸν αἰτήσασθαι χρήματά [*](V. 103) ματά οἱ ξυμπορισαμένους ὅθεν δήποτε ἐκπέμψαι.

Οἱ δὲ πόρον πορισμοῦ μὴ ἐφευρηκότες ἕτερον, πρότερον μὲν ἅπαντα τὰ αὐτῶν συναγαγόντες χρήματα, ὁπόσα έν χρυσῷ καἰ ἀργύρῳ, τῇ βασιλικῇ χωνείᾳ παραπεπόμφασι·

[*](1. τῶν Diesterwegius, τὸν libri. 2. ἢ CG, καὶ P. καταλειπόντα PG, καταλιπόντα C. 3. ἀναίυον CG, ἐνάντιον P. αἰτιᾶτο G. 6. δοθησόμενα δοθησόμενα: P in margine. χρημάτων Ρ. 7. τούς C, τούτους PG. ὃ αὐτοὶ δὲ C, οἱ τε coni. Diesterwegius. 11. δυνήσεται CG. 12. τῆς αὐτοῦ om. G. 14. καὶ συμμάχους A. 15 ἀποσυρόμενος A. 16. δέ γε : δὲ Α. 18. ἐφευρίσκοντες P, alterum CAG.)
227

πρώτη δὲ πάντων ἡ βασιλὶς καὶ μήτηρ ἐμὴ ὁπόσα ἔκ τε μητρῴου καὶ πατρῴου κλήρου ἐνυπῆρχον αὐτὴ, κατεβάλλετο, νὼ τοὺς ἄλλους ἐντεῦθεν πρὸς τοῦτο ἐρεθίσαι οἰομένη· γὰρ ὑπὲρ τοῦ αὐτοκράτορος, ἐν στενῷ κομιδῆ τὰ κατ’ αὐτὸν [*](D) ὁρῶσα· εἰτα δὲ καὶ ἐξ ὲτέρων, ὁπόσοι εὐνοϊκώτερον τρὸς τοὺς βασιλεῖς τούτους διέκειντο, αὐθαιρέτως προτεθυμηκότων καταβάλλεσθαι, ὁπόσον ἕκαστος εἶχε προθέσεως, χρυσίου καὶ ἀργυρίου πορισάμενοι, ἐξέπεμψαν τὸ μέν τι τοῖς συμμάχοις, [*](P. 128) τὸ δέ τι πρὸς τὸν αὐτοκράτορα. ἀλλὰ πρὸς τὴν ἐπικειμένην χρείαν μηδαμῶς ἐξαρκούντων, τῶν μὶν χάριτας αἰτούντων, ὡς συναγωνισαμένων δῆθεν, τῶν δέ, ὁπόσον μισθοφορικόν, δαψιλέστερον τὸν μισθὸν ἐξαιτουμένων, ἐνέκειτο αὖθις καὶ ἕτερα ἀνακαλούμενος διὰ τὸ ἀπεγνωκέναι τὴν Ῥωμαίων εὔνοιαν. οἱ δὲ ἐν ἀμηχανία γεγονότες καὶ πολλοὺς λογισμοὺς ἀνελίξαντες ἰδίᾳ τε καὶ κοινῇ, ἐπεὶ καἰ τὸν Ῥομπέρτον αὖθις ὁπλιζόμενον μεμαθήκεσαν. μὴ ἔχοντες ὅ τι καὶ δράσαιεν, εἰς τοὺς πάλαι κειμένους νόμους καὶ τοὺς κανόνας περὶ τῆς τῶν [*](B) ἱερῶν ἐκποιήσεως ἀπέβλεψαν. καὶ μετὰ τῶν ἄλλων εὐγηκότες καὶ τοῦτο, ὅτι περ ἐπ’ ἀναρρύσει αἰχμαλώτων τὰ τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν ἱερὰ ἐκποιεῖσθαι, (ἑώρων δὲ

[*](1. δὲ CG, ὅτι P. τε: τοῦ G. μητρῴου καὶ πατρῴου P πατρ. καὶ μητρῴου CG. 2. κατεβάλετο G. 5. tyoQwau CG. 7. καταβαλέσθαι C. ὁπόσον CAG, ὁπόσης P. an ὅπως? προθέσεως om. G, εἶχε προθέμενος ἕκαστος Α. 8. ξυμμάχοις P, συμμάχοις CAG. 10. fortasse τούτων post excidit. 11. ὁπόσων μισθοφορικῶν G. 15. καὶ alterum: σὲ G. 19. καὶ τοῦτο add. AG. περ om. CG. 20. τοῦ θεοῦ orn. A.)
228

καἰ τῶν Χριστιανῶη, ὅσοι περὶ τὴν Ἀσίαν ὑπὸ τὴν ἐτέλουν χεῖρα, καὶ ὁπόσοι τὴν σφαγὴν ἐξέφυγον, ἐμιαίνοντο διὰ τὴν τῶν ἀπίστων συναναστροφήν,) ὀλίγ᾿ τῶν πάλαι ἠργηκότων ἱερῶν καὶ καταλελυμένων, ὡς εἰς μηδεμίαν χρείων συντελοῦντα, ἀλλ’ ἀφορμὴ μόνον ἱεροσυλίας καὶ ἀσεβείας ἅμα τοῖς πολλοῖς παρεχόμενα, ὡς ὕλην χαράγματος [*](C) εἰς μισθὸν τοῖς στρατιώταις καὶ συμμάχοις τὸ τοιαῦτα χρηματίσαι ἐσκέψαντο. τούτου γοῦν συνδόξαντος, ἀνέρχεται ὁ σεβαστοκράτωρ Ἰσαάκιος εἰς τὸ τοῦ θεοῦ μέγα τέμενος τὴν σύνοδον ἐκκλησιάσας καὶ τὸ τῆς ἐκκλησίας ἅπαν πλήρωμα. θεασάμενοι δὲ τοῦτον οἱ τῆς ἱερᾶς συνόδου ἐπ’ ἐκκλησίας τῷ πατριάρχῃ συνεδριάζοντες, ἔκθαμβοι γεγονότες ἠρώτων ὅτου χάριν παρεγένετο. ὁ δὲ “λέξων ἥκω τι ὑμᾶς χρήσιμον τῇ βιαίᾳ τῶν πραγμάτων παρεμπτώσει καὶ [*](D) σωστικὸν τοῦ στρατοῦ." ἅμα δὲ καὶ τοὺς περὶ τῶν μὴ χρησιμευόντων ἱερῶν κανόνας ἀπεστομάτιζε, καὶ πολλὰ πέρι τούτων δημηγορήσας, “ἀναγκάζομαί" φησιν “ἀναγκάζειν, οὓς [*](P. 129) οὐ βούλομαι ἀναγκάζειν." καὶ γενναίους προτιθέμενος λογισμούς, [*](V. 104) ἐδόκει τάχα πείθειν τοὺς πλείονας. ὁ δέ γε Μεταξᾶς ἀντέτεινεν, ἀνθυποφοράς τινας εὐλόγους εἰσαγαγών, ἀποσκώπτων ἅμα καὶ πρὸς αὐτὸν τὸν Ἰσαάκιον. ἀλλ’ ὅμως τὰ

[*](4. ἱερῶν ἠργεκότων καταλελυμένων G. 6. ἅμα om. CG. ὡς: ὥσπερ G. χαραγμάτων CG. 8. γοῦν GA, οὖν PG. 11. τῆς ἱερᾶς συνόδου om. Α. 12. τῷ συνεδριάζοντες πατριάρχῃ P, συνεδριάζοντα πατριάρχῃ C, omisso tw, setl spatio relicto, recte AG. 14. ὑμᾶς Α, ἡμᾶς PG. 17 ἀναγκάζειν om. G. 20. ἀνέτεινεν A. ἀντυποφοράς P.)
229

δεδογμένα ἐκράτει. τοῦτο ὕλη μεγίστης κατηγορίας τοῖς ἐγένετο, (οὐκ ὀκνῶ γὰρ καὶ τὸν Ἰσαάκιον βασιλέα κατονομάζειν,) οὐ τότε μόνον, ἀλλὰ καὶ μέχρι καιροῦ διαρκέσασα. νὼ γὰρ ἀρχιερεύς τις τηνικαῦτα Χαλκηδόνος Λέων προυκάθητο, οὐ τῶν πάνυ σοφῶν καὶ λογίων, [*](Β) ἀρετῆς δὲ ἐπιμεμελημένος, τὸ δὲ ἦθος αὐτῷ σκληρὸν καὶ ἀπόκροτον· οὗτος οὑν τῶν έν τοῖς Χαλκοπρατείοις πυλῶν ἀφαιρουμένων τοῦ ἐπικειμένου αὐταῖς ἀργυρίου καὶ χρύσιον, εἰς τὸ μέσον εἰσδὺς ἐπαρρησιάζετο, μηδ’ ὅλως ἥ οἰκονομίας ἢ τῶν περὶ τῶν ἱερῶν κειμένων νόμων ἐπαισθανόμενος. ὑβριστικώτερον δὲ καὶ οἶον εἰπεῖν ἀτακτότερον τῷ τηνικαῦτα κρατοῦντι προσεφέρετο, ὁσάκις εἰς τὴν βασιλεύουσαν ἐπανῄει, τῇ ἀνεξικακίᾳ ἐκείνου καὶ τῇ φιλανθρωπίᾳ καταχρώμενος. καὶ ὁπηνίκα μὶν τὰ πρῶτα κατὰ τοῦ Ῥομπέρτου ὁ αὐτοκράτωρ τῆς βασιλίδος [*](C) πόλεως 15 πόλεως ἐξῄει, Ἰσαακίου τοῦ σεβαστοκράτορος αὐτοῦ μετὰ τῆς κοινῆς γνώμης καὶ τῶν νόμων ἅμα καὶ τοῦ δικαίου οὐθὲν δήποτε συμποριζομένου χρήματα, εἰς θυμὸν ἐκίνει τὸν ῥηθέντα ἀδελφὸν τοῦ βασιλέως, ἀναισχυντότερον αὐτῷ προσφερόμενος. ὡς δὲ καἰ ὁ βασιλεὺς πολλάκις μὲν ἡττηθεὶς κὼ μυριάκις αὖθις κατατολμήσας τῶν Κελτῶν, θεοῦ

[*](1. τοῦτο δὲ μεγίστης G. 3. καὶ om. G. 6. δὲ prius om. G. τὸ δὲ: τόδε P. 7. τοῖς om. G. ἀφαιρουμένους P, ἀφαιρούμενος CG, recte Α. 9. τῶν om. AG. 10. κειμένων Α, κειμηλίων PG. 14. πρώτου G. 16. τῆς om. Α. γνωμῆς καἰ — χρήματα Α, γνώμης ὄων δήποτε συμποριζ. χρήματα μετὰ τῶν ν. ἅμα καὶ τοῦ δικαίου PG. 17. ποριζομένων Α. 18. ἀναισχυντότερον A, ἀναισχυντώτερον PG.)
230

νεύσει νικηφόρος στεφανίτης ἐπανεληλύθει, ἐπεὶ καὶ αὖ ἄλλο νέφος ἐχθρῶν, τοὺς Σκύθας φημί, κατ’ αὐτοῦ ἔξορμᾷν [*](D) ἤδη μεμαθήκει, καὶ διὰ τοῦτο καἰ ἥ συλλογὴ τῶν χρημάτων καὶ τοῦ βασιλέως ἐν τῇ μεγαλοπόλει ἐνδημοῦντος, ἐφ᾿ αἰτίαις ἐσπουδάζετο, ὁ ἀρχιερεὺς ἐκεῖνος ἀναιδέστερον προσέπεσε τῷ αὐτοκράτορι. καἰ συζητήσεως ἐντεῦθεν πολλῆς περὶ τῶν ἱερῶν γενομένης, λατρευτικῶς, οὐ σχετικῶς δὲ προσκυνεῖσθαι τὰς ἁγίας εἰκόνας παρ’ ἡμῶν ἐδογμάτιζεν, έν τισι μὲν εὐλόγως ἅμα καὶ ἀρχιερατικῶς ἐνιστάμενος, ἔν τισι οἱ καὶ οὐκ ὀρθῶς δογματίζων, οὐκ οἶδα εἴτε δι’ ἔριν καὶ τὴν πρὸ [*](P. 130) τὸν βασιλέα ἀπέχθειαν τοῦτο πεπονθώς, εἴτε δι’ ἄγνοιαν ἐξακριβοῦν γὰρ ἀσφαλῶς τὸν λόγον οὐκ εἶχεν, ὅτι λογικῆς μαθήσεως ἀμέτοχος ὑπῆρχε παντάπασιν. ὡς δ' ἐπὶ πλέον πρὸς τοὺς βασιλεῖς ἐθρασύνετο, χαιρεκάκοις ἀνδράσι πειθόμενος, ὁποῖοι πολλοὶ τότε ὑπῆρχον τοῦ πολιτεύματος, εἰς τοῦτο παρανυττόμενος, καἰ πρὸς ὕβρεις καἰ βλασφημίας ἀκαίρους ἐτράπετο, καὶ ταῦτα παρακαλοῦντος αὐτὸν τοῦ βασιλέως μεταβαλεῖν τὴν περὶ τῶν εἰκόνων γνώμην, ἔτι δὲ καὶ τῆς πρὸς αὐτὸν ἀποσχέσθαι ἀπεχθείας, ὑπισχνουμένου ἅμα καὶ τὰ ἱερὰ ταῖς ἁγίαις ἐκκλησίαις λαμπρότερα ἀποδοῦναι καὶ πᾶν ὅ τι δέοι ποιεῖν πρὸς διόρθωσιν, καὶ ἤδη καὶ διορνικηφόρος

[*](1. καὶ στεφανίτης PG, καὶ om. FA. 2. ἐξορμῶν P. 3. ἐμεμαθήκει G. καὶ prius om. Α. 4. καὶ om Α. 5. προσέπεσε: προσέκειτο Α. 6. πολλῆς ἐνθεῦτεν Α. γινομένης C. 8. τὰς om. A. 9. καὶ κανονικς ἄμα PA, ὁμὰ καὶ ἀρχιερατικῶς FC et in margine P. προϊστάμενος Α. 10. οἶν G. 18. δὲ: γὰρ CG. 19. ἀπέχεσθαι CG. 21. πρὸς om. G. διορθωμένου PG, διορθουμένου C.)
231

θουμένου παρὰ τῶν ἐλλογιμωτέρων τότε τῆς συνόδου οὑς οἱ [*](B) τῷ τοῦ Χαλκηδόνος μέρει προσκείμενοι κόλακας ἐκάλουν, καθαιρέσει [*](V. 105) κατεδικάζετο. ὡς δὲ μηδὲν ὑποπτήσσων οὐδόλως ἠρέμει, ἀλλὰ καὶ αὖθις συνετάραττε τὴν ἐκκλησίαν, οὐκ ἀγεννῆ φρατρίαν συνεπαγόμενος, ὡς ἄτεγκτος ἦν πάντη καὶ ἀδιόρθωτος, μετὰ πολλῶν ἐνιαυτῶν παρέλευσιν πάντες ὁμοῦ τοῦ ἀνδρὸς κατεψηφίσαντο· κἀντεῦθεν ὑπερορίαν καταδικάζεται. καὶ δέχεται τοῦτον ἡ περὶ τὸν Πόντον Σωζόπολις, παντοίας προνοίας καὶ θεραπείας βασιλικῆς ἀξιούμενον , κἀν οὐδαμῶς χρᾶσθαι ταύταις ἠβούλετο ὕστερον δι' ἣν πρὸς τὸν [*](C) αὐτοκράτορα ἔτρεφε μῆνιν, ὡς ἔοικεν. ἀλλὰ ταῦτα μὲν πη περιγεγράφθω.

ὁ δέγε αὐτοκράτωρ τοὺς νεήλυδας (συνέρρεον κανοὶ περισωθέντα τοῦτον μεμαθηκότες,) ἐπιμελῶς ἐξεπαίδευεν, ὅπως ἱππεύειν χρὴ καὶ τοξεύειν εὐστοχώτατα τε καὶ ἐνεδρεύειν ἐπικαιρότατα. ἐπεπόμφει δὲ αὖθις πρὸς τὸν ῥῆγα Ἀλαμανίας πρέσβεις, ὦν προεξῆρχεν ὁ Μηθύμνης καλούμενος, καὶ διὰ γραφῆς ἐπὶ πλέον ἐρεθίζει, μὴ μέλλειν ἔτι, ἀλλὰ τὰς αὐτοῦ ἀναλαβόμενον δυνάμεις, τάχιον τὴν Λογγιβαρδίαν καταλαβεῖν κατὰ τὰς συγκειμένας συνθήκας, ἐφ᾿ ᾡ ἀπασχολῆσαι τὸν Ῥομπέρτον, ἵν'

[*](2. τῷ G, τὸ P. 3. ὅλως Α. 5. φατρίαν Α. ἄτεγκτος Α, ἄτακτος PG. 7. κατεδικάζετο Α. 9. βασιλικῆς om. CG. κὰν G, καὶ P. 10. ταύτης χρῆσθαι G. vid. annotat. 15. καὶ τοξεύειν om. G. 16. ἐκπεπόμφει Α. 17. ἀλαμανίας Α, Ἀλαμανείας PG. προεξῆρχον P. 20 μετὰ τῶν συγκειμένων συνθηκῶν CG.)
232
[*](D)

ἀδείας τυχὼν στρατεύματα αὖθις καἰ ξενικὰς δυνάμεις συλλέξηται καὶ οὕτω τοῦτον τοῦ Ἰλλυρικοῦ ἀπελάσῃ, πολ- [*](P. 131) λὰς τῷ Αλαμανίας ῥηγὶ ὁμολογήσας τὰς χάριτας, εἰ οὕτω ποιήσειε, καὶ τὸ ὑποσχεθὲν αὐτῷ διὰ τῶν παρ’ αὐτοῦ σταλέντων πρέσβεων· κῆδος ἐκπληρῶσαι διαβεβαιούμενος. ταῦτα οἰκονομήσας, τὸν Πακουριανὸν μέγαν δομέστικον αὐτοῦ πουκαταλιπών, αὐτὸς πρὸς τὴν βασιλεύουσαν ἐπανέρχεται, ἐφ ᾧ καὶ ξεικὰς ἁπανταχόθεν συλλέξασθαι δυνάμεις καὶ ἄλλ' ἀττα οἰκονομῆσαι τῷ καιρῷ καὶ τοῖς ξυμπεσοῦσι πράγμασι ξυμβαλλόμενα. οἱ δὲ Μανιχαῖοι, ὁ τε Ξαντᾶς καὶ ὁ Κουλέων, μετὰ τῶν ὑπ’ αὐτοὺς ὡς εἰς δύο πρὸς τῇ ἡμισείᾳ χιλιάδας ποσουμένων, ἀσυντάκτως οἴκαδε ἐπανέρχονται. καὶ πολλάκις μετακαλούμενοι παρὰ, τοῦ αὐτοκράτορος, ὑπισχνοῦντο [*](B) μὶν ἐληλυθέναι, ὑπερετίθεντο δὲ τὴν ἔλευσιν. ὁ δὲ ἐπέκειτο, καἰ δωρεὰς αὐτοῖς καὶ τιμὰς διὰ γραφῶν ὑπισχνούμενος, καὶ οὐδ’ οὕτω πρὸς αὐτὸν ἐληλύθησαν. οὕτως οὖν τοῦ βασιλέως κατὰ τοῦ Ῥομπέρτου ἑτοιμαζομένου, ἧκέ τις τῷ Ῥομπέρτῳ ἀπαγγέλλων τὴν τοῦ ῥῆγός Ἀλαμανίας εἰς Λογγιβαρδίαν ὅσον ἤδη ἄφιξιν. ὁ δὲ έν ἀμηχανίᾳ γενόμενος, διεσκοπεῖτο, τί ἂν χρὴ ποιεῖν. πολλὰ τοίνυν γνωσιμαχήσας, ἐπεὶ τὸν μὲν ῾Ρογέρην ἐν τῷ πρὸς τὸ Ἰλλυρικὸν διαπερᾷν διάδοχον τῆς αὐτοῦ ἀρχῆς καταλέλοιπε, τῷ δέ γε Βαϊμούντῳ νεωτέρῳ ὅντι οὔπω

[*](1. δυνάμις om. G. 3. Ἀλαμάνων Ἀλαμάνῳ G. 8. ξενικοῦ G. 13. ὑπισχνοῦνται C. 16. οὑν om. G. fortasse ἀλλ' οὐδ’ οὕτω. lege ἐληλύθεισαν. 18. Ἀλαμάνου C. 22. κατέλειπε C.)
233

χώραν τινὰ ἀπενείματο, συναγαγὼν τοὺς κόμητας παντας καὶ [*](C) τοὺς ἐκκρίτους τοῦ ὁπλιτικοῦ παντός μετακαλεσάμενος τὸν ὠὸν αὐτοῦ Βαϊμοῦντον τὸν Σανίσκον, δημηγόρος προὖκάθητο καί φησιν· “οἴδατε, κόμητες, ὅτι τὸν φίλτατόν μου υἱὸν Ῥογέρην καὶ πρωτότοκον τῶν νιῶν κύριον τῆς ἐμῆς ἐν τῷ πρὸς τὸ Ἰλλυρικὸν μέλλειν διαπερᾷν κατέστησα χώρας. οὐ γὰρ ἐχρῆν ἐκεῖθεν ὑποχωροῦντα κω τοιοῦτον ἀναδεχόμενον ἔργον τὴν ἰδίαν χώραν ἄτερ ἡγεμόνος καταλιπεῖν εἰς προνομὴν ἕτοιμον παντὶ τῷ βουλομένῳ ἐκκεῖσθαι. ἔπει δὲ ὁ ῥὴξ Ἀλαμανίας [*](V. 106) πολιορκήσων ταύτην ἤδη καταλαμβάνει, χρὴ κὼ ἡμᾶς, ὡς ἐνόν, [*](D) ταίτης ἀντιποιήσασθαι. οὐδὲ γὰρ δεῖ ἑτέρων ἐπιλαμβανομένους τῶν ἰδίων κατερρᾳθυμηκέναι. λοιπὸν ἐγὼ μὲν ἄπειμι, ἐφ' ᾡ τῆς οἰκείας χώρας ἀντιποιήσασθαι, τὴν πρὸς τὸν Ἀλαμανίας ἀναδησάμενος μάχην. τουτῶὶ δέ μου τῷ υἱῷ τῷ νεωτέρῳ ἐπαφίημι τό τε Δυρράχιον καὶ τὸν Αὐλῶνα καὶ τὰς λοιπὰς πόλεις καὶ νήσους, ἴσας φθάσας αὐτὸς τὠμῷ δόρατι κατέσχον. παρεγγυῶμαι δὲ καἰ ὑμῖν κὼ ἀξιῶ ὡς ἐμὲ τοῦτον λογίζεσθαι καἰ ὅλῃ χειρὶ καὶ γνώμη ὑπὲρ αὐτοῦ μάχεσθαι. καὶ σοι δὲ τῷ φιλτάτῳ μοι ἐπισκήπτω υἱῷ" ἀποστρέψας τὸν λόγον πρὸς τὸν Βαϊμοῦντον [*](P. 132) “διὰ τιμῆς πάσης τοὺς κόμητας ἄγειν καὶ συμβούλοις

[*](1. ἀπενείματο C, απενήματο P, ἀνενήματο G. 2. ὁπλητικοῦ 3. νεανίσκον CG, σανίσκον PF. 9. ἀλαμανίας F, Αλαμανείας PG, ἀλαμ' C. 10. ὑμᾶς C. 13. Ἀλαμάνον G. vid. annotat. ἀναδησάμενος F, ἀναδυσάμενος PG. τουτωὶ CG, τουτωνὶ P. μου G, μοι P. 17. τῷ μῷ P, τοὐμῷ G, correxi. καὶ prius add. F. χειρὶ PG, χειρὶ PG, et in margine P.)
234

έν ἅπασι χρᾶσθαι, καὶ μὴ οἶον ἐναυθεντεῖν, ἀλλὰ πάντων αὐτοῖς κοινωνεῖν. σὺ δὲ ἀλλ’ ὅρα μὴ καταμελήσεις τὸν κατὰ τοῦ βασιλέως Ῥωμαίων ἀναπράξασθαι πόλεμον, ἀλλ’ ὲν ὅσῳ μεγάλην ἧτταν ἡττήθη καὶ μικροῦ μαχαίρας ἔργον ἐγεγόνει, καὶ τὸ πολὺ τῶν αὐτοῦ στρατευμάτων τῷ πολέμῳ ἀνήλωτο, καὶ γάρ φησι “καὶ ἐγγὺς ἦλθε τοῦ ζωγρηθῆναι καὶ ἐκ μέσων τῶν χειρῶν ἡμῶν τραυματίας ᾤχετο,) μὴ ἀνήσεις ὅλως [*](B) μή πως ἀνέσεως τυχών, συλλέξῃ τό τε πνεῦμα κὼ γενναιότερον ἢ τὸ πρότερον ἀντικατασταίη σοι. οὐ γὰρ τῶν τυχόντων ὁ ἀνήρ ἀλλ’ ἐκ νηπίου ὲν πολέμοις καὶ μάχαις ἐντραφείς, πᾶσάν τε τὴν ἕω καὶ τὴν ἑσπέραν ἐληλυθώς, ὁπόσους ἀποστάτας τοῖς πρώην αὐτοκράτορσι δορυθηράτους ἐποίησε, καὶ αὐτὸς πάντως ἐκ πολλῶν ἀκούεις. εἰ γοῦν ὅλως ἀναπέσῃς καὶ μὴ κὰτ· αὐτοῦ χωρήσῃς πάσῃ γνώμῃ, ὁπόσα μὲν αὐτὸς ἔργα πολλὰ καμὼν ἤνυσα, φροῦδα ποιήσεις, αὐτὸς δὲ τοὺς καρποὺς τῆς ἰδίας ῥᾳθυμίας πάντως δρέψῃ. κἀγὼ μὲν ἤδη ἄπειμι, ἀγωνισόμενος τὸν ῥῆγα τῆς ἡμεδαπῆς ἀπελάσαι χώρας [*](C) καὶ οὕτω τὸν φίλτατόν μοι Ῥογέρην ἐπὶ τῆς δοθείσης αὐτῷ ἐξουσίας ἑδράσαι." οὕτω μὲν οὑν ξυνταξάμενος αὐτῷ, εἰσεληλυθὼς εἰς μονῆρες τὴν περαίαν τῆς Λογγιβαρδίας κατέλαβε· καὶ ὀξέως εἰς τὸ Σαλερηνὸν ἐκεῖθεν παραγίνεται, οὑπερ παλαί ποτε εἰς κατοικίαν τῶν τῆς δουκικῆς ἀξίας ἀντιποιουμένων ἀφώριστο. κεῖθι γοῦν ἐγκαρτερήσας, ἱκανὰς συνἐν

[*](1. om. C. χρᾶσθαι F, χρήσασθαι PG. 2. καταμελήσῃς C. 8. συλλέξαι G. an συλλέξαιτό τε? 10. ἐν om. C. 11, malim διεληλυθώς. 12. πρόσω G. 21. Σαλερηνὸν: σαυρινὸν G)
235

ιλόχει δυνάμεις καὶ μισθοφορικὸν ἐξ ἀλλοδαπῶν ὅτι πλεῖστον. ὁ δὲ ῥὴξ Ἀλαμανίας κατὰ τὰς πρὸς τὸν αὐτοκράτορα ὑποσχέσεις καταλαμβάνειν ἤδη τὴν Λογγιβαρδίαν ἠπείγετο. τοῦτο μεμαθηκὼς ὁ Ῥομπέρτος ἔσπευδε τὴν Ῥώμην καταλαβεῖν, [*](D) ἑνωθησόμενός τε τῷ πάπᾳ καὶ τὸν Ἀλαμανίας ἀπείρξων τοῦ προκειμένου σκοποῦ. ἐπειδὴ οὐδ' ὁ πάπας πρὸς τοῦτο ἀνένευεν, ἄμφω κατὰ τοῦ Ἀλαμανίας ἐξώρμησαν. ὁ μέντοι ῥὴξ πολιορκεῖν τὴν Λογγιβαρδίαν ἐπειγόμενος, ἐπεὶ τὰ κατὰ τὸν αὐτοκράτορα ἐμεμαθήκει καὶ οὔτι μεγάλην ἥτταν ἡττηθείς, τῶν μὲν τοῦ στρατεύματος ξιφῶν παρανάλωμα γεγονότων, τῶν δὲ ἑκασταχοῦ διασπαρέντων, αὐτὸς εἰς πολλοὺς καταστὰς κινδύνους έν τῳ γενναίως μάχεσθαι, καιρίως ἐν διαφόροις τοῦ σώματος πληγεὶς μέρεσι, τόλμῃ καὶ γενναιότητι [*](P. 133) γνώμης παραδόξως ἐρρύσθη, στρέψας τὰς ἡνίας, [*](V. 107) πρὸς τὴν ἐνεγκαμένην ἀνεχώρει, τοῦτο νίκην λογισάμενος τὸ μὴ κινδύνοις ἑαυτὸν ὑποβαλεῖν ἔπι μηδενὶ δέοντι. οὗτος μὶν οὖν εἴχετο τῆς πρὸς τὰ οἴκοι φερούσης· ὁ οἱ· Ῥομπέρτος φθάσας εἰς τὴν τοῦ ῥηγὸς παρεμβολήν, αὐτὸς μὶν προσωτέρω διώκειν οὐκ ἤθελεν, ἀπόμοιραν δὲ ἱκανὴν τῶν αὐτοῦ ταγμάτων διελών, διώκειν τὸν Ἀλαμανίας προυτρέψατο. δὲ τὴν λείαν πᾶσαν ἀναλαβόμενος, μετὰ τοῦ πάπα πρὸς Ῥώμην ἀπένευσεν. καὶ τοῦτον ἐπὶ τοῦ ἰδίον θρόνου ὲδρά-

[*](B)[*](3. ὑποσχέσεις: συνθήκας A. 6. ἐπεὶ δὲ CG. 7. Ἀλαμάνου G. 8. ἐπεὶ καὶ τά A. g. μεμάθηκε Α. 10 lege ξίφους. 15. ἀνεχώρει Α, ἐχώρει PG. 16. ὑπολαβεῖν G. ἐπ' οὐδενὶ G. οὕτως G. 20, Ἀλαμάνον CG. προὐτρέπετο CG, ἐπετρέψατο Α. 22. ἑδράσας CA et in margine P, καθίσας PG.)
236

ἅς, εὐφημίας αὖθις παρ’ ἐκείνου τυγχάνει. κἄπειτα τὸ Σαλερηνὸν ἐπανέρχεται, τῆς ἐκ τῶν πολλῶν μόθων κακοπαθείας εαυτὸν ἀνακτησόμενος.

Μετ’ οὐ πολὺ δὲ καταλαμβάνει τοῦτον ὁ Βαϊμοὔντος, τὴν ἀγγελίαν τῆς ἐπισυμβάσης αὐτῷ ἥττης ἔπι τοῦ προσωπου φέρων. ὅπως δὲ ξυνέπεσε τὰ τῆς τύχης αὐτῷ, ὁ λογος ἤδη δηλώσει. καὶ γὰρ τῶν ἐκείνου μεμνημένος παραγγελμάτων, καὶ ἄλλως δὲ Ἀρηΐφιλος ὢν ἀνὴρ καὶ φιλοκινδυνότατος, ἀπρίξ τῆς κάτα τοῦ βασιλέως μάχης εἴχετο. καί τὰς ἰδίας δυνάμεις ἀναλαβόμενος, συνεφεπομένους ἔχων καὶ. ὁπόσοι ἐλλογιμώτεροι καὶ λογάδες Ῥωμαίων στρατιῶται καὶ· [*](C) ἡγεμόνες τῶν παρὰ τοῦ Ῥομπέρτου κατασχεθεισῶν χωρῶν καὶ πόλεων, (ἀπεγνωκότες γὰρ καθάπα·ξ τοῦ αὐτοκράτορος, τῆς τοῦ Βαϊμούντου γεγόνασι γνώμης,) καταλαμβάνει διὰ τῆς Βαγενητίας τὰ Ἰωάννινα, καὶ τάφρον κατὰ τοὺς ἐξωθεν διακειμένους ἀμπελῶνας ποιήσας πρότερον, ἅμα δὲ καἰ τὸ ὁπλιτικὸν ἅπαν ἐν ἐπικαίροις τόποις καταθέμενος, αὐτὸς ἐντὸς τὰς σκηνὰς ἐπήξατο. τὰ δὲ τείχη περιαθρήσας καὶ τὴν τοῦ κάστρου ἀκρόπολιν ἐπισφαλῆ διαγνούς, οὐ μόνον αὐτὴν ἀνορθοῦν, ὡς ἐνόν, ἠπείγετο ἀλλὰ καὶ ἑτέραν ἐν ἄλλῳ μέρει

[*](2. σαλερινον G. πολλῶν om. CG. μόθων C, μόχθων PA, μύθων G. 9. τῆς add. FA. 14. γέγοναν C. 15 Βαγενητίας PF, βαγενετίας A, βεγενετίας G et in inargine “forte Γλαβινίιζης" 16. διακειμένους om. CG. 17. ὁπλητικὸν P. 18. ἐπέξατο P. τάδε P, τὰ δὲ G.)
237

τῶν τειχῶν, ὤ μᾶλλον αὐτῷ συνοῖσον δέδοκτο ἐρυμνοτάτην ἀνῳκοδόμει, ληιζόμενος ἅμα καὶ τὰς παρακειμένας πόλεις [*](D) καὶ χώρας. ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ, εὐθὺς μηδὲν μελλήσας ὅλως τὰς δυνάμεις ἁπάσας συναγαγών, τῆς Κωνσταντινουπόλεως σπεύσας ἐξεισι κατὰ μῆνα Μάϊον. τοιγαροῦν τὰ Ἱωάννινα καταλαβών, ἐπεὶ ὁ τοῦ πολέμου καὶ τῆς μάχης καιρὸς ἤδη παρῆν, τὰ οἰκεῖα στρατεύματα μηδὲ τὸ πολλοστὸν τοῦ Βαϊμούντου δυνάμεων ὄντα κατανοῶν, καὶ ἄλλως δὲ ἀπὸ τῆς τοῦ Ῥομπέρτου προηγησαμένης μάχης γινώσκων τὴν πρώτην κατὰ τῶν ἐναντίων ἱππασίαν τῶν Κελτῶν ἀνύποιστον, δέον ἔκρινε πρῶτον μὲν διὰ πελταστῶν μετρητῶν τινῶν κω ἐκκρίτων ἀκροβολισμοὺς ποιήσασθαι, ἵνα ἐντεῦθεν ἔνδειξίν [*](P. 134) τινα καὶ τῆς τῷ Βαϊμούντῳ ἐνυπαρχούσης στρατηγικῆς ἐπιστήμης σχοίη, καὶ γένοιτο οἱ διὰ τῶν μερικῶν προσβολῶν τὴν τοῦ ὅλου γνῶσιν ἐσχηκέναι κἀντεῦθεν ξὺν ἐπιστήμῃ βεβαιότερον πρὸς τὸν Κελτὸν ἀντιπαρατάξασθαι. οὕτω γοῦν τὰ στρατεύματα κατ’ ἀλλήλων ἐσφάδαζεν· ὁ δὲ βασιλεὺς τὴν ἀνύποιστον Λατίνων δεδιὼς πρώτην προσβολήν, καινόν τι ποιεῖ. ἁμάξας κουφοτέρας κατασκευάσας καὶ τῶν συνήθων ἥττους, ἐφ’ ἑκάστῃ τούτων κοντοὺς ἐνέπηξε ναὶ πεζοὺς ὁπλοφόρους ἐπέστησεν, ὥστε ὁπηνίκα οἱ Λατῖνοι

[*](1. ἐρυμοτάτην P, recte CG. 2. παρακειμένας Α, περικειμένας PG. 4. κωνσταντίνου Α. 5. κατὰ add. CA. τοιγαρροῦν: καὶ A. 7. παρῆν : ἥν G. 11. πελταστῶν egregie Diesterwegius, πολλοστῶν PG, ἀποστολῶν P in margine. vid, annotat. 14. γένητό C. προβολῶν CG. 19. παρασκευάσας A. 20. ἑκάστην A.)
238
[*](V. 108)

ὅλους ῥυτῆρας χαλάσαντες κατὰ τῆς Ῥωμαϊκ(??)ς ὁρμήσουσι [*](B) φάλαγγος, τὰς ἁμάξας ὠθεῖσθαι πρόσω διὰ τῶν ὑφισταμένων ὁπλοφόρων πεζῶν, ἵν οὕτω τὸ συνεχὲς διακόπτηται τοῦ συνασπισμοῦ τῶν Λατίνων. καἰ ἔπει καιρὸς πολέμου παρῆν τοῦ ἡλίου ἤδη τοῦ ὁρίζοντος λαμπρῶς ὑπερκύψαντος, ὁ αὐτοκράτωρ τὰς φάλαγγας εἰς πολέμου τύπον καταστήσας, αὐτὸς τὸ μεσαίτατον εἶχεν. ὁ γοῦν Βαϊμοῦντος οὐκ ἀνέτοιμος τῆς μάχης συγκροτουμένης, πρὸς τὴν μηχανὴν ἐφάνη τοῦ αὐτοκράτορος. ἀλλ’ ὡσπερ προγνοὺς τὸ βεβουλευμένον, μεθαρμόζεται πρὸς τὸ ξυμπεσόν, καὶ τὰς ἰδίας δυνάμεις διχῆ διελὼν καὶ τὰς ἁμάξας παρεκκλίνας κατὰ τῆς Ῥωμαϊκῆς [*](C) ἑκατέρωθεν ἵεται παρατάξεως. καὶ φάλαγγες μὲν φάλαγξιν τηνικαῦτα ἐμίγνυντο καὶ ἀνέρες ἀνδράσι κατὰ στόμα ἐμάχοντο. οὕτω δὲ πολλῶν ὲκατέρωθεν ἐν τῷ μάχεσθαι πεσόντων τὴν μὶν νικῶσαν εἶχεν ὁ Βαϊμοῦντος, ὁ δέ γε αὐτοκράτωρ καθάπερ τις πύργος ἀκλόνητος ἵστατο, ἐξ ἑκατέρου μέρους βαλλόμενος, καἰ ὅπου μὲν ἱππαζόμενος κατὰ τῶν ἐπιόντων Κελτῶν καὶ συμπλεκόμενος ἐνίοις, πλήττων καὶ κτείνων καὶ πληττόμενος, ὅπου δὲ καὶ τοὺς φεύγοντας συχνοῖς ἐμβοήμασιν ἀνακτώμενος. ὡς δ’ εἰς μέρη πολλὰ τὰς φάλαγγας διασπασθείσας ἐώρα, δεῖν ἐλογίσατο ναὶ αὐτὸς ἑαυτῷ τὸ ἀσφαλὲς περιποιήσασθαι, οὐ σώσων ὲαυτόν, οὐθ' ὑπὸ δειλίας [*](D) συγχυθείς, ὡς τάχα ἄν τις εἴποι, ἀλλ’ εἴ που τὸν κίνδυνον διεκφυγὼν καἰ συλλεξάμενος ἑαυτόν, αὖθις γενναιότερον τοῖς

[*](3. διακόπτῃ G. 7. τὸ om. G. 8. τὴν CG, τὸν P. 9. βουλευόμενον A. 10. διχῆ Α, δίχα PG. 12. ἴεται A et in margine P, ἵσταται PG. lege φάλαγξι. 15. γε om. G. 22. οὐθ’ C, οὐδ’ PG.)
239

μαχομένοις Κελτοῖς ἀντικατασταίη. ὑποφεύγων δὲ τοὺς ἐχθροὺς μετ' ὀλίγων πάνυ τινῶν καὶ τῶν Κελτῶν τισὶν ἐντυχών, αὐθις ἐκεῖνος ὁ ἀκαταπτόητος στρατηγὸς ἐδείκνυτο. ἀναρρώσας γὰρ. τοὺς σὺν αὐτῷ καὶ σφοδρῶς τὴν κατ' αὐτῶν ἱππασίαν ὡς σήμερον τεθνηξόμενος ποιήσας ἢ κατὰ κράτος ἡττήσων, κτείνει μὲν αὐτὸς παίσας ἕνα τῶν Κελτῶν, καὶ ὁπόσοι δὲ σὺν αὐτῷ Ἄρεως ἦσαν ὑπασπισταὶ πολλοὺς τρώσαντες ἐξεδίωξαν. καὶ οὕτως ἀμετρήτους καὶ μεγίστους διεκφυγὠν κινδύνους, [*](P. 135) αὐθις σώζεται διὰ τῶν Στρουγῶν διελθὼν εἰς Ἀχρίδας. δας. κἀκεῖθ' ἐγκαρτερήσας καὶ ἱκανοὺς τῶν πεφευγότων αὐτοῦ που μετὰ τοῦ μεγάλου δομεστίκου πάντας καταλιπών, καταλαμβάνει καὶ ἀναπαύλας οὐ ῥᾳστώνης χάριν· βασιλικὰς γὰρ ῥᾳθυμίας καὶ ἀναπαύλας οὐδαμῶς ἑαυτῷ ἀπεμέτρει. καὶ αὖθις συναγαγὼν τὰ στρατεύματα καὶ μισθοφορικὸν συλλεξάμενος κατὰ τοῦ Βαϊμούντου χωρεῖ, ἕτερόν τι σκοπήσας, δι' οὗ καταγωνίσαιτο τοὺς γὰρ σιδηροῦς κατασκευάσας, ἐπεὶ τὴν μάχην ἐς νέωτα προσεδόκα ὲσπέρας ταῦτα ἐν τῷ μεταιχμίῳ τῆς πεδιάδος κατέστρωσεν, οὗπερ σφοδροτέραν ἐστοχάζετο τοὺς Κελτοὺς τὴν [*](B) ἱππασίνα ποιήσασθαι, μηχανώμενος τάχα τὴν πρώτην καὶ ἀνύποιστον τῶν Λατίνων ὁρμὴν διὰ τούτων ἀποθραῦσαι, περιπαρέντων τῶν τριβόλων τοῖς τῶν ἵππων πόσι, καἰ τοὺς μὲν

[*](7. ἄρεος C. 9. Στρούγων PG, στρουγῶν 10. ταύτης θὲν A, κακεῖσε CG. ἱκανοὺς CA et in margine Ρ, πολλούς PG. 11. τοῦ om. A. 14. καὶ prius: ἀλλ'? αὖθις add. AG. 15. τοῦ om. A. 17. σιδηροῦς G, σιδηρὰς PA. 18. ταύτης F, τούτους P, ταύτας Α et in margine P, ταῦτα C. μεσαιχμίῳ C. κατέστρωσαν C.)
240

κατὰ μέτωπον ἱσταμένους τῶν Ῥωμαίων, ὁπόσοι δόρατα ἔφερον, μεμετρημένας τὰς ἱππασίας ποιεῖσθαι καὶ ὁπόσον μὴ τοῖς τριβόλοις περιπαρεῖεν, ἀλλ’ ἐφ’ ἑκάτερα σχιζομένους ὑποστρέφειν, τοὺς δὲ πελταστὰς πόρρωθεν κατὰ τῶν Κελτῶν σφοδροὺς ἐκπέμπειν τοὺς οἰστούς, τὸ δέ γε δεξιὸν καὶ εὐώνυμον κέρας ἐξ ἑκατέρου μέρους ἀσχέτῳ ῥύμῃ τοῖς Κελτοῖς ἐπεισπεσεῖν. τοιαῦτα μὲν τὰ τοὐμοῦ πατρὸς διανοήματα. [*](V. 109) τὸν δὲ Βαϊμοῦντον ταῦτα οὐ διέλαθε. συνέβαινε γάρ [*](C) τι τοιοῦτον. ὅπερ γὰρ ὁ βασιλεὺς ὲσπέρας κατ’ ἐκείνου ἐβουλεύσατο, πρωίας ὁ Κελτὸς μεμάθηκε. καἰ πρὸς τὸ ἀκουσθὲν εὐφυῶς μεθαρμοσάμενος, τὴν μάχην ἀνεδέχετο καὶ οὐκέτι, ὡς ἔθος αὐτῷ, τὴν ὁρμὴν τῆς μάχης ἐποίει, ἀλλὰ προαρπάσας τὴν τοῦ αὐτοκράτορος βουλήν, αὐτός ἔξ ἑκατέρου μέρους τὸν μόθον μᾶλλον ἀνερρίπισε τὴν κατὰ μέτωπον φάλαγγα ἀτρεμεῖν τέως παρακελευσάμενος. τῆς γοῦν μάχης ἀγχεμάχου γεγονυίας, οἱ Ῥωμαϊκοῦ στρατεύματος τὰ νῶτα τοῖς Λατίνοις δεδώκασι, μηδ’ ἀντωπῆσαι τούτοις τοῦ λοιποῦ ἰσχύοντες, προκατεπτοημένοι ὄντες διὰ τὴν προηγησαμένην [*](D) ἡτταν. καὶ σύγχυσις τηνικαῦτα τῆς Ῥωμαϊκῆς παρατάξεως ἦν, κἂν ὁ βασιλεὺς ἀκλόνητος μένων, γενναίως καὶ χειρὶ καὶ γνώμῃ ἀντικαθίστατο, πολλοὺς μὶν τρώσας ἔστι δ’ οὗ καὶ τρωθεὶς. καὶ ἐπεὶ τὸ ἅπαν ἐκρεῦσαν ἤδη στράτευμα ἐθεάσατο καὶ ἑαυτὸν μετ’ ὀλίγων καταλειφθέντα

[*](1. ῥωμαϊκῶν G. 4. κατὰ add. C. 5. ὀιστούς G. 8. συνέβη Α. 9. γὰρ om. Α. 10. ἐμάνθανε Α. 12. οὐκέθ' A. ἐποιεῖτο G. 14. ἀνερίπησε PG, ἀνερίπισε A, recte C. μετώπου G. 18. προηγουμένην Α. 19. καὶ σύγχυσις : σύγχυσις οὖκ A. 20. κὰν : καὶ A. 23. καταλειφθέντα CG, καταληφθέντα P.)
241

δίον λογίσατο, μὴ ἀλόγως ἀνθιστάμενος κινδυνεῦσαι. ἐπὰν γάρ τις πολλὰ μογήσας μὴ πρὸς ἰσχύος ἔχῃ τοῖς ἐχθροῖς ἀντικαθίστασθαι, [*](P. 136) μάταιος ἂν εἴη εἰς προὖπτον κίνδυνον ὲαυτὸν συνωθῶν. τοῦ γοῦν δεξιοῦ καὶ εὐωνύμου κέρως τῆς Ῥωναϊκῆς φάλαγγος φυγαδείᾳ χρησαμένων, ὁ βασιλεὺς ἔτι ἐγκαρτερῶν μετὰ τῆς τοῦ Βαϊμούντου φάλαγγος γενναίως ἀπεμάχετο, τὸν ὅλον αὐτὸς ἀναδεξάμενος πόλεμον. τὸ δὲ ἀναντίρρητον συνεὶς τοῦ κινδύνου, δέον ἔκρινεν ὲαυτὸν περισῶσαι, ὡς αὖθις δύνασθαι μάχεσθαι πρὸς τὸν καταγωνισάμενον, καὶ ἀντίπαλος ἔσεσθαι καρτερώτατος, καὶ μὴ τὸ πᾶν τῆς ἄρασθαι τὸν Βαϊμοῦντον. τοιοῦτος γὰρ ἦν ἡττώμενος καὶ νικῶν, [*](B) φεύγων καὶ οὖθις διώκων, καὶ μηδέποτε ὑποπτήσσων, μήτε μὴν ἀνελπιστίας βρόχοις ἁλισκόμενος. ἦν γὰρ καὶ εἰς θεὸν μεγίστην ἔχων πίστιν, καὶ τοῦτον μὲν ἐς μέσον διὰ παντὸς περιφέρων, ὅρκου δὲ παντάπασιν ἀπεχόμενος. ἀπειρηκὼς οὖν, ὡς ἄνωθεν εἴρηται, ὀπισθόρμητος καὶ αὐτὸς γέγονε, διωκόμενος παρὰ τοῦ Βαϊμούντου καὶ ἐκκρίτων κομήτων. ἐν τούτοις δέ φησι πρὸς τὸν Γουλὴν οὑτος δὲ πατρῷος αὐτοῦ θεράπων) καὶ τοὺς σὺν αὐτῷ “μέχρι πόσου φευξόμεθα;" καὶ στρέψας τὸν χαλινὸν καὶ τοῦ κουλεοῦ τὸ ξίφος ἐξαγαγών παίει τὸν πρώτως αὐτῷ συναντήσαντα κατὰ τῆς ὄψεως. τοῦτο

[*](2. ἔχῃ C, ἔχει PG. 3. εἴη : ᾖ C. 4. ἐπωνύμου G. 6. ἐνεμάχετο G. 11. ἦν om. G. 15. δὲ CG, δὴ P. 18. θεράπων αὐτοῦ G. 19. post θεράπων add. ἦν A. πόσον G. 20. χαληνὸν P. κολεοῦ PG, κουλεοῦ CA.)
242

οἱ Κέλτοι θεασάμενοι ναὶ διαγνόντες αὐτὸν τῆς ἰδίας ἀπεγνωκότα [*](C) σωτηρίας, ἐπειδὴ τοὺς τοιαύτης γνώμης γεγονότας ᾶνδρας ἀκαταμαχήτους πάλαι ἐγίνωσκον, ὑποσταλέντες τοῦ διώκειν ἐπαύσαντο. καὶ οὕτω τῶν διωκόντων ἀπαλλαγεὶς, ὑπεξῄει τοῦ κινδύνου. οὐδὲ φεύγων δὲ ὅλως ἀνεπεπτώκει ἀλλὰ τῶν φευγόντων τοὺς μὲν ἀνεκαλεῖτο, τοὺς δὲ καὶ ἐπέσκωπτε, κἂν οἱ πολλοὶ τὸν ἀγνοοῦντα ὑπεκρίνοντο οὕτω γοῦν τοῦ κινδύνου σωθείς, εἰσέρχεται εἰς τὴν βασιλεύουσαν, ἐφ᾿ ᾡ αὖθις στρατεύματα καὶ κατὰ τοῦ Βαϊμούντου χωρῆσαι.

Ἐπεὶ δὲ τοῦ Ῥομπέρτου πρὸς Λογγιβαρδίαν παλινοστήσαντος τὴν μετὰ τοῦ αὐτοκράτορος μάχην ὁ Βαϊμοῦντος ἀνεδέξατο, ταῖς ἐκείνου ὑποθημοσύναις χρώμενος καὶ διὰ παντὸς μάχας καὶ πολέμους ἀναρριπίζων, τὸν μὶν πέτρον τοῦ Ἀλίφα μετὰ τοῦ Πουντέση εἰς πολιορκ·ίαν ἐν διαφόροις τόποις ἐξέπεμψεν · ἔνθεν τοι καὶ τοὺς μὲν δύο Πολόβους εὐθὺς ὁ πέτρος τοῦ Ἀλίφα κατέσχε, τὰ δὲ Σκοπιὰ ὁ προρρηθεὶς Πουντέσης· αὐτὸς δὲ μηνυθεὶς παρὰ τῶν Ἀχριδιωτῶν, ταχὺ τὰς Ἀχρίσδας καταλαμβάνει. καὶ πρὸς μικρὸν ἐγκαρτερήσας, [*](V. 110) τοῦ Ἀριέβη φρουροῦντος τὸ κάστρον, ἄπρακτος ἀπῆλθεν εἰς τὸν Ὁστροβόν. κἀκεῖθεν κενὸς ἀποπεμφθεὶς διῆλθε διὰ τοῦ Σωσκοῦ, καὶ διὰ τῶν Σερβίων ἀπῆλθεν εἰς Βέρροιαν. καὶ προσβαλὼν έν πολλοῖς καὶ πολλάκις τόποις καὶ

[*](1. σωτηρίας ἀπεγνωκότα G. 8. εἰς om. A. 9. τοῦ om. Α. 14. σπουντέση G. 15. μὲν δύο: μηδὲν G. Πολόβους: πολέμους CG. 20. τὸν om. CG. 21. σωσκοῦ G, Σοσκοῦ P.)
243

μὴ ἀνύσας, διὰ τῶν Βοδινῶν καταλαμβάνει τὰ Μόγλενα καὶ [*](P. 137) ἀνεγείρει καστέλλιόν τι πρὸ χρόνου ἐρειπωθέν. εἶτα καταλιπὼν ἐκεῖ μεθ' ἱκανῶν κόμητά τινα Σαρακηνὸν ἔξ ἐπωνυμίας καλούμενον, εἰς τὸν Βαρδάρην κατέλαβεν εἰς τὰς καλουμένας Ἄσπρας Ἐκκλησίας. καὶ τριμηναῖον χρόνον διατρίβοντος ἐκεῖ, ἐν τῷ μεταξὺ ἔκκριτοι τρεῖς τῶν κομήτων, ὅ τε Πουντέσης, ὁ Ῥικάλδος καὶ Γελίελμός τις καλούμενος, συνωμοσίαν πεποιηκότες αὐτομολῆσαι πρὸς τὸν βασιλέα ἐφωράθησαν. καἰ ὁ μὲν Πουντέσης τοῦτο προγνούς, ἀποδράσας προσῆλθε τῷ αὐτοκράτορι, οἱ δὲ λοιποὶ δύο κατεσχέθησαν καὶ ἀπελύθησαν κατὰ τὸν νόμον τῶν Κελτῶν εἰς πόλεμον. καὶ ἡττηθεὶς κατεβλήθη [*](B) ὁ Γελίελμος, ὂν καὶ κατασχὼν ἐτύφλωσεν ὁ Βαϊμοῦντος, τὸν δέ γε ἕτερον Ῥικάλδον ἀπέστειλε πρὸς τὸν πατέρα αὐτοῦ Ῥομπέρτον εἰς Λογγιβαρδίαν, ὑφ’ οὗ ἀφαιρεῖται καὶ οὗτος τοὺς ὀφθαλμούς. ὁ δὲ Βαϊμοῦντος ἀπάρας ἀπὸ τῶν Ἄσπρων Ἐκκλησιῶν, ἀπῆλθεν εἰς Καστορίαν. τοῦτο μαθὼν ὁ μέγας δομέστικος, καταλαμβάνει τὰ Μόγλενα, καὶ κατασχὼν τὸν Σαρακηνὸν κτείνει, παραυτίκα ἐρειπώσας τελείως τὸ καστέλλιον. ὁ δέ γε Βαϊμοῦντος ἐξελθὼν τῆς Καστορίας, ἔρχεται εἰς τὴν Λάρισσαν, κεῖθι παραχειμάσαι βουλόμενος. καταλαβὼν δὲ τὴν μεγαλόπολιν ὁ αὐτοκράτωρ, καθάπερ εἴρη-

[*](1. Βοδηνῶν Ducangius in annotat. 2. καστέλιον C hic et infra. 3. μετ’ P. 4. καλούμενον εἰς τὸν Βαρδάρην, κατέλαβεν libri. interpunctionem mutavi. 6. τρεῖς : τινες CG. 7. ὅ τε G. Ῥικάλδος CG utrobique, Ῥεβίκδις P. an Ῥενάλδος? vid. annotat. Γιλιελμος CG liic et intra. 12. ὁ Βαϊμοῦντος add. G. 13. ἔστειλε G. 20. ἐκεῖθι CG.)
244
[*](C)

ται, εὐθὺς ἔργου εἴχετο, ὁποῖος ἐκεῖνος θερμουργὸς κὼ μηδέποτε ῥᾳστώνης μετειληχώς, δυνάμεις τε ᾐτεῖτο τὸν σουλ. τάνον μετὰ ἡγεμόνων πεῖραν ἐκ μακροῦ ἐσχηκότων. ὁ δὲ τηνικαῦτα πέμπει πρὸς αὐτὸν χιλιάδας ἑπτὰ μετὰ ἡγεμόνων λίαν ἐμπείρων, καὶ αὐτὸν δὲ τὸν Καμύρην, χρόνῳ καὶ πείρᾳ τῶν ἄλλων ὑπερέχοντα. ἐν ὅσῳ δὲ ταῦτα ὁ βασιλεὐς ᾠκονόμει καὶ ἡτοιμάζετο, ὁ Βαϊμοῦντος μέρος τι τοῦ ἰδίου στρατεύματος ἀποδιελόμενος, Κελτοὺς καταφράκτους ὅλους ἀποστείλας, ἐξ ἐπιδρομῆς κατέσχε τὴν Πελαγονίαν, τὰ Τρίκαλα καὶ· τὴν Καστορίαν. αὐτὸς δὲ ὁ Βαϊμοῦντος μετὰ ξύμπαντος τοῦ στρατεύματος καταλαβὼν τὰ [*](D) Τρίκαλα, ἀποσπάδα τοῦ ὅλου στρατεύματος ἀποστείλας γενναίους ὅλους, ἔξ ἐφόδου κατέσχε τὸν Τζίβισκον. κᾆθ' οὕτω καταλαβὼν τὴν Λάρισσαν κατ’ αὐτὴν τὴν τοῦ μεγαλομάρτυρος Γεωργίου μνήμην σὺν ὅλαις δυνάμεσι καἰ περιζώσας τὰ τείχη, ἐπολιόρκει αὐτήν. ὁ δὲ ταυτηνὶ τὴν πόλιν φυλάττων πατρῴου τοῦ αὐτοκράτορος θεράποντος υἱός, Λέων ὁ Κεφαλᾶς, γενναίως πρὸς τὰς τοῦ Βαϊμούντου ἀντικαθίστατο μηχανὰς ἐπὶ ὅλοις μησίν ἕξ. δηλοῖ δὲ τὴν τοῦ βαρβάρου ἔφοδον διὰ γραφῶν τηνικαῦτα τῷ αὐτοκράτορι. ὁ δὲ οὐ παραχρῆμα, καίτοι σφαδάζων, τῆς πρὸς τὸν Βαϊμοῦντον φερού-

[*](2. σουλτὰν Α. 4. πρὸς αὐτὸν om. G. μετὰ ἀρχηγῶν ἐμπείρων Α. 5. λίαν om. CG. δὲ add. CG. lege δὴ. καμύτζην Α, καμήρνη G. 8. στρατεύματος τοῦ ἰδίου Α. 10. ὁ Βαϊμοῦντος om. A. 11. παντὸς G 12. ἀποσπᾷ δὴ τοῦ G. ἀποστείλας add, C, 13. καὶ ἴξ ἐφόδου PG, καὶ om. C. τζώβισκον Α, εἷθ’ GAm καθ’ P, correxi. 14, τὴν alterum oni. G. 16. ταύτην A. 19. ἐπὶ CA, ἐΠ’ PG. 21. τοῦ Βαϊμούνδον G.)
245

σης ἥπτετο, ἀλλὰ πλεῖον μισθοφορικὸν ἐπισυνάγων ἁπανταχόθεν, ἀνεβάλλετο τὴν ἐξέλευσιν. εἶτα καρτερῶς ὁπλίσας [*](Ρ. 138) ἅπαντας, ἐξειστι τῆς Κωνσταντίνου. καὶ τοῖς μέρεσι τῆς Λαρίσσης ἐπίσας καἰ διελθὼν διὰ τοῦ βουνοῦ τῶν κελλίων καὶ τὴν δημοσίαν λεωφόρον δεξιόθεν καταλιπὼν καὶ τὸν βουνὸν τὸν οὑτωσὶ ἐγχωρίως καλούμενον Κίσσαβον, κατῆλθεν εἰς Ἐζεβάν· χωρίον δὲ τοῦτο Βλαχικὸν τῆς Ἀνδρωνείας ἔγγιστα διακείμενον. ἐκεῖθεν δὲ καταλαβὼν δὲ ἑτέραν αὖθις κωμόπολιν Πλαβίτζαν συνήθως καλουμένην, ἀγχοῦ που τοῦ οὑτωσί πως καλουμένου ποταμοῦ ῥέοντος διακειμένην, τὴν σκηνὴν κατέθετο, ἀποχρῶντα τάφρον διορύξας. καὶ ἐγερθεὶς ἐκεῖθεν ὁ βασιλεὺς ἀπῆλθεν ἄχρι τῶν κηπουρείων τοῦ Δελφινᾶ, [*](V. 111) κἀκεῖθεν εἰς τὰ Τρίκαλα. γράμμα δέ τις τηνικαῦτα ἧκε κομίζων τοῦ Κεφαλὰ Λέοντος, πέρι οὗ φθάσας ὁ ἐδήλωσε, παρρησιαστικώτερον γράφοντος· “ἴσθι, ὦ βασιλεῦ, ὅτι μέχρι τοῦ νῦν σπουδὴν πολλὴν εἰσενηνοχώς, διετήρησα τὸ κάστρον ἀνάλωτον. ἤδη δὲ τῶν ἐφειμένων Χριστιανοῖς τροφίμων στερούμενοι, καὶ τῶν μὴ προσηκόντων ἡψάμεθα. ἀλλὰ καὶ ταῦτα ἡμίν ἀπέλιπον. εἰ γοῦν βοηθῆσαι ἡμῖν θέλων σπεύσεις καὶ τοὺς πολιορκοῦντας ἐκδιῶξαι δυνηθείης,

[*](1. πλεῖον CA, πλεῖστον Ρ, om. G. συναγαγὼν C, συνάγων G. 6. Κίσαβον C. 7. Ἐζεβάν CAG, Ἐξεβὰν P. Βλαχικὸν om. Α. Ἀνδρωνείας AG, Ἀνδρονίας P. 8. δὲ alterum om CG. lege καἰ ἑτέραν. 10. ῥέοντος corruptum. an ποταμὸς eximie vocatur Salabrias sive Peneus? διακειμένην om. CG. 11. ἀποχρῶσαν CG. διορύξας C, διωρύξας PG. 12. κηπουρείων: σκήπτρων CG, κήπου . . . ἀδελφινᾶ Α. 13. γράμμαια Α. 14. τούτῳ τοῦ Α. περὶ οὖ — ἐδήλωσε add. CG et in margine P. 15. ἴσθι AG, ἴσθ’ P. 16. προσενηνοχὼς AG, συνενηνοχὼς C. 17. ἐφειμένων C, ἐφαιμένων G, ἐφωμένων P, ἀμφειμένων Α. 19. ταῦθ’ Α. ἐπέλιπον CA, ἀπέλιπον PG.)
246

τῷ θῷ χάρις καὶ δόξα. εἰ δ’ οὑν, τοὐμὸν ἤδη πεπλήρωκα καὶ τὸ ἐντεῦθεν ἀνάγκη δουλεύοντες, (καὶ τι γὰρ δεῖ φύσιν καὶ τὴν ἐκ ταύτης τυραννίδα ποιεῖν;) γνώμην ἔχομεν τὸ φρούριον παραδοῦναι τοῖς ἐπικειμένοις ἐχθροῖς καὶ φανερῶς ἀποπνίγουσιν. ἀλλ’ εἰ ταῦτα δυστυχῆσαι συμβαίη, ἐπά- [*](C) ρατος μὲν γενοίμην ἐγώ, τολμηρῶς δὲ καὶ κατὰ τῆς σῆς βασιλείας τοῦτο παρρησιάζομαι· εἰ μὴ τάχιον σπεύσεις τοῦ κινδύνου ἡμᾶς ἐξελέσθαι, μὴ πρὸς τοσοῦτον βάρος πολέμου τε καἰ λιμοῦ ἀντισχεῖν ἐπὶ πλέον δεδυνημένους, σὺ ὁ ὁ ἡμέτερος βασιλεύς εἴγε δυνάμενος βοηθεῖν οὐκ ἐπέσπευσας τὴν βοήθειαν, οὐκ ἂν φθάνοις ἔγκλημα προδοσίας ἀποφυγγάνων." ὁ δὲ αὐτοκράτωρ δεῖν ἔγνω διά τινος τρόπου ἑτέρου αὐτοὺς καταγωνίσασθαι. λογισμοὶ δὲ τοῦτον συνεῖχον καὶ μέριμναι. καὶ δῆτα σκοπῶν, ὅπως χρὴ λόχους ἐνδιαστήσασθαι, δι᾿ ὅλης τῆς ἡμέρας διεπονεῖτο, ἀρωγὸν τὸν θεὸν ἐπικαλούμενος. μετακαλεσάμενος οὖν τηνικαῦτα τῶν γερόντων τινὰ Λαρισσαίων, [*](D) ἐπυνθάνετο περὶ τῆς τοῦ τόπου θέσεως. καὶ ἀνατείνας τοὺς ὀφθαλμούς, ἅμα καὶ τῷ δακτύλῳ ἐπισημαίνων, ἀνηρώτα, ὅποι φάραγγές εἰσι διερρωγυῖαι τοῖς τόποις, ἢ λόχμαι τινὲς βαθεῖαι πρὸς αὐτὰς συνεχίζονται. ταῦτα δὲ τοῦ Λαρισσαίου ἐπυνθάνετο, βουλόμενος λόχον ἐπιστῆσαι καὶ

[*](1. καὶ δόξα add. Α. 2. γὰρ πρὸς — τυραννίδα δεῖ ποιεῖν G. 4. ἐγκειμένοις Α. 6. καὶ om. Α. 7. σπεύσεις C, σπεύσῃς PG. 8. βάρος om. G. 10. ἔσπευσας AG. 12. αὐτοὺς om. Α. 14. ἐνδιαστήσασθαι C, ἐνστήσασθαι PA, ἐνδιαστήμενος G. 15. τῆς add. A. ἀρωγὸν τ. θ. ἐπικαλούμενος, διεπονεῖτο AG. 16. τινὰ τῶν γερόντων G. 17. ἀναθείνας P. 19. ὅπη Α. 20. συσχίζονται C. 21. βουλόμενος om. G.)
247

δι᾿ ἀπάτης τοὺς Λατίνους καταγωνίσασθαι· τὸν γὰρ φανερὸν καὶ κατὰ μέτωπον φθάσας ἀπηγόρευε πόλεμον, πολλάκις συμβαλὼν καὶ ἡττηθεὶς καὶ πεῖραν τῆς συμβολῆς τοῦ Φραγγικοῦ πολέμου λαβών. ἐπεί οἲ ἥλιος κατέδυ, αὐτός τε δι’ ὅλης κεκοπιακὼς τῆς ἡμέρας ὁ βασιλεὺς εἰς ὕπνον ἐτράπετο ὄνειρος ἐφίσταται τούτῳ. ἐδόκει γὰρ ἐντὸς τοῦ ἱεροῦ τεμένους τοῦ μεγαλομάρτυρος Δημητρίου ἑστάναι καὶ φωνῆς [*](P. 139) ἀκοῦσαι “μὴ λυποῦ, μηδὲ στένε, αὔριον νικᾶς. τὴν δὲ φωνὴν βάλλειν αὐτοῦ τὴν ἀκοὴν ᾤετο ἐκ μιᾶς τῶν ἐν τῷ τεμένει ἀπῃωρημένων εἰκόνων, ἐν ᾗ ὁ μεγαλομάρτυς Δημήτριος κατεγέγραπτο. διυπνισθεὶς δὲ καὶ περιχαρὴς γεγονὼς ἐκ τῆς τοῦ ὄνειρον ταύτης ὀμφῆς, ἐθεοκλύτει τε τῷ μάρτυρι καἰ προσυπισχνεῖτο, εἰ γένοιτό οἱ νίκην κατὰ τῶν ἐχθρῶν ἄρασθαι, αὐτόθι τε παραγενέσθαι καὶ πρὸ σταδίων ἱκανῶν τῆς πόλεως Θεσσαλονίκης οὐκ ἔφιππον, ἀλλὰ πεζῇ καἰ βάδην ἐρχόμενον εἰς τὴν αὐτοῦ εἰσελεύσεσθαι προσκύνησιν. καὶ δή μετακαλεσάμενος τοὺς στρατηγούς τε καὶ ἡγεμόνας καὶ συγγενεῖς [*](B) ἅπαντας, βουλῆς ἤρχετο, τὴν ἑκάστου γνώμην ἀναζητῶν· εἶτα τὸ σκοπηθὲν ἀπήγγειλε. τὸ δὲ ἦν παραδοῦναι τὰ τάγματα ἅπαντα τοῖς συγγενέσιν αὐτοῦ· προεξάρχοντα δὲ τὸν

[*](1. διὰ G. 6. ὄνηρος Ρ. γὰρ add. A. 8. ἀκούσας P. λύπους G. 10. μεγαλομάρτυρ Α. καταγέγραπτο G. 12. τοῦ add. A. ἐθεοκλύτει C, ἐθεοκλήτει PAG, 13. προσυποσχνεῖτο P. 14. αὐτόθι CAG, αὐτός P. τε om. G. 16. εἰσελεύσεσθαι Α, ἐλεύσεσθαι PG. 17. καὶ συγγενεῖς om. Α. 19. δοῦναι CG.)
248

Μελισσηνὸν Νικηφόρον ἐφίστησιν καὶ τὸν Κουρτίκιον Βασίλειον, τὸν καὶ Ἰωαννάκην καλούμενον· ἀνὴρ δὲ οἶτος τῶν ἐπιφανῶν, περιβόητος ἐπ᾿ ἀνδρεῖά καὶ στρατιωτικῇ ἐπιστήμῃ, ἐξ Ἀδριανουπόλεως ὁρμώμενος. οὐ τὰ τάγματα δὲ μόνον αὐτοῖς παραδίδωσιν, ἀλλὰ καὶ τὰ τῆς βασιλείας παράση ἅπαντα. ἐπέσκηπτε δὲ ποιήσασθαι τὴν παράταξιν κω ὃ [*](C) σχῆμα ἐν τοῖς προηγησαμένοις πολέμοις αὐτὸς παρετάττετο, [*](V. 112) παραγγείλας αὐτοῖς δι’ ἀκροβολισμῶν πρότερον ἀπόπειραν τῶν ἔμπροσθεν τῶν Λατίνων ἐρχομένων ποιήσασθαι, εἶτα τὸν ἐνυάλιον ἀλαλάξαντας, πανστρατὶ κατ’ αὐτῶν χωρῆσαι· ἐπὰν δὲ ὁ συνασπισμὸς γένηται καὶ εἰς χεῖρας κατ’ ἀλλήλων ἔλθωσι, νῶτα παρασχεῖν τοῖς Λατίνοις καὶ φεύγειν ἀκρατῶς ὡς πρὸς τὸ Λυκοστόμιον ὑποκρίνεσθαι. έν ᾧ δὲ ὁ βασιλεὺς ταῦτα παρεκελεύετο, χρεμετισμὸς ἁπάντων τῶν ἵππων τοῦ στρατοπέδου αἴφνης ἐξηκούσθη. καὶ θάμβος ἐπὶ τούτῳ κα-

[*](1. κουρτίκην AG. 2. καὶ τὸν Α. Ιωανάκην C. οὗτος τῶν ἐπ’ ἀνδρείᾳ βεβοημένων· τὸν ἀδελφὸν ἀδριανὸν εἰς βασιλέα μετασχηματίσας. ᾧ στράτευμα δοὺς, ἐναντίον τοῦ στρατεύματος ῥομπέρτου στῆναι διακελεύεται. εἰ δ’ ἐκεῖνος ὁρμήσει μαχέσασθαι, στρέψαι τὰ νῶτα καὶ αὐτίκα φυγεῖν. ταῦτα μὲν οὖν τῷ ἐσχηματισμένῳ βασιλεῖ ἐνετείλατο. ἐκεῖνος δὲ μετὰ τῆς λοιπῆς στρατιὰς δι’ ὁδῶν ἀδήλων περιοδεύσας, καὶ τῷ τῶν φράγγων ἐμβαλὼν χάρακι τάς τε σκηνὰς αὐτῶν καὶ τοὺς (leg. τὰ) ἐν αὐταῖς ἐληΐσατο καὶ φόνον πολὺν ἐποιήσατο. τοῦ βαϊμούνδου δὲ κατὰ τοῦ ἐσχηματισμένου βασιλέως ὁρμήσαντος, κᾀκεῖνος καὶ ἡ σὺν αὐτῷ στρατιὰ τὰ χαλινὰ χαλάσαντες ἔφυγον. ὁ δὲ βάρβαρος ἐγαυρία μᾶλλον καὶ ἐπῆρτο ὡς ἀπροσμάχητος. έν τούτῳ δ’ ἀγγέλλεται αὐτῷ τοῦ χάρακος ἡ ἐκπόρθησις καὶ ἥ φθορὰ τῶν ἐκεῖ· καὶ εὐθὺς παρεῖτο . . . . . . ἀκούσας δὲ τὰ πάρα τοῦ βρυεννίου μηνυθέντα A, quae ad verbuin clescripsit Zonaras III, p. 236. 4. Ανδριανουπόλεως C, Ανδριανοπόλεως P, ἀδριανοπόλεως G, correxi. ὡρμώμενος P. 7. προσετάττετο G. 9. ἐρχομένων add. C. 10. ἐνυάλιον C et in margine PG, εὐάλιον P. 13. ὑποκρίνασθαι G. 14. χρεματισμὸς P, χρεμετισμὸς CG.)
249

τέσχεν ἅπαντας· ἀγαθὸς δὲ ὅμως οἰωνὸς αὐτῷ τε τῷ βασιλεῖ παραυτίκα καὶ πᾶσι τὼς περιεργοτέροις ἐδόκει. ἀλλὰ ταῦτα μὲν οὕτως πως ἐπισκήψας αὐτοῖς καὶ [*](D) τοῦ κάστρου Λαρίσσης, περιμείνας τὴν τοῦ ἡλίου δύσιν, γεννάδας τινὰς ἄνδρας ἕπεσθαι οἱ ἐπιτάξας, τὴν τοῦ Λιβοτανίνου κλεισούραν διεληλυθὼς κω τὸν Ῥεβένικον περικύψας καὶ διὰ τῆς καλουμένης Ἀλλαγῆς πρὸς τὸ εὐώνυμον τῆς Λαρίσσης μέρος καταλαβών, καἰ περιαθρήσας τὴν ἃπασαν σὰν τοῦ τόπου θέσιν, χθαμαλώτερον τόπον κατανοήσας, ἐκεῖθι μετὰ τῶν συνεφεπομένων αὐτῷ λοχῶν ἦν οἱ δὲ ἡγεμόνες τῶν Ῥωμαϊκῶν ταγμάτων, ὁπηνίκα ὁ βασιλεὺς προλοχήσειν, ὡς εἴρηται, ἐπειγόμενος τὴν τοῦ Λιβοτανίνου κλεισούραν διέρχεσθαι ἔμελλε, τηνικαῦτα ἀποσπάδα τινὰ τῶν Ῥωμαϊκῶν ἀποδιελόμενος ταγμάτων κατὰ τῶν Κελτῶν ἐξέπεμψαν, ἐφ᾿ ᾧ πρὸς ἑαυτοὺς ἑλκύσαι, ὡς μὴ ἐκεχειρίαν ἔχοιεν φωρᾶσαι τὸν αὐτοκράτορα, ὅπη πορεύεται. οἳ καὶ πρὸς τὴν πεδιάδα κατελθόντες, προσέβαλον τοῖς Κελτοῖς, καὶ ἐφ’ ἱκανὸν μαχεσάμενοι διέστησαν, τῆς νυκτὸς ἀπάρτι μὴ παραχωρούσης τὴν μάχην. καταλαβὼν δὲ τὸν σκοπηθέντα τόπον ὁ βασιλεύς [*](Ρ. 140) ἃπαντας ἀποβῆναι τῶν ἵππων ἐκέλευσε καὶ ἔπι γόνυ κλιθέντας τοὺς χαλινοὺς χερσὶ κατέχειν. καὶ αὐτὸς δὲ χαμαιδρύῳ

[*](2. περικάμψας CG, τηνικαῦτα P. 4. τοῦ alterum om. G. 6. an περικάμψας? 8. Λαρίσσης P in margine, κλεισούρας PG. 12. Λιβοτανίνου C, Λειβοτανίνου PG. 13. τινὰ add. CG. 14. lege ἀποδιελόμενοι. ἐξέπεμψεν G. 15. αὐτοὺς G. ἑλκύσας P. φωράσαι CG, φωρᾶσθαι P, correxi. 16. ὅπη C, ὅποι PG. πορεύηται G. κατελθόντας G. 20. ἐκέλευσε C, ἐκέλευε PG.)
250

περιτυχών, ὡσαύτως κατακλιθείς, τὸν χαλινὸν έν χερσὶ κατέχων, ἐπὶ περόσωπον τὸ ἐπίλοιπον τῆς νυκτὸς ἔκειτο.

Ἀνίσχοντος δὲ τοῦ ἡλίου, ἐπεὶ τὰ τῶν Ῥωμαίων τάγματα κατὰ φάλαγγας ἱστάμενα ὁ Βαϊμοῦντος ἐθεάσατο τάς τε βασιλικὰς σημαίας καὶ τὰ ἀργυρόηλα δόρατα, τοὺς ἵππους μετὰ τῶν βασιλικῶν ἐρυθρῶν ἐφεστρίδων, ὡς ἐνόν καὶ αὐτὸς τὴν ἰδίαν κατ’ αὐτῶν κατεστήσατο φάλαγγα, διχῆ [*](Β) διελὼν τὰς δυνάμεις, καὶ τῶν μὶν αὐτὸς κατάρχων, ὦν δὲ φαλαγγάρχην τὸν Βρυέννιον καταστήσας· Λατῖνος δὲ οὗτος τῶν ἐπιφανῶν, ὃν καἰ κονοσταῦλον ὠνόμασαν· οὕτω γοῦν τὰς ἰδίας καταστήσας δυνάμεις, τὸ σύνηθες καὶ· πάλιν ποιεῖ καὶ κατὰ μέτωπον τῆς παρατάξεως, ὅπη τὰ βασιλικὰ ἐώρα παράσημα, ἐκεῖ τὸν αὐτοκράτορα νομίσας εἷναι ὡς πρηστὴρ τοῖς φαινομένοις ἐμπίπτει. οἱ δὲ μικρὸν ἀντισχόντες, τὰ τούτῳ διδόασιν · ὁ δὲ τούτους διώκων ὄπισθεν ἤλαυνεν ἀκρατῶς, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν. ὁ μέντοι βασιλεὺς τὰ ἴδια τάγματα ἐπὶ πολὺ φεύγοντα ὁρῶν καὶ τὸν Βαϊμοῦν- [*](C) τον ὄπισθεν τῶν Ῥωμαϊκῶν ταγμάτων ἀκρατῶς διώκοντα, στοχασάμενος ἱκανὸν ἤδη διάστημα τῆς ἰδίας ἀποστῆναι τὸν Βαϊμοῦντον παρεμβολῆς, ἐπὶ τὸν ἵππον ἀναβάς, τὸ αὐτὸ δέη καὶ τοῖς μετ᾿ αὐτοῦ παρακελευσάμενος, καταλαμβάνει τὴν τοῦ Βαϊμούντου παρεμβολήν. καὶ εἴσω ταύτης γενόμενος, πολλοὺς μὶν τῶν παρευρεθέντων Λατίνων ἀναιρεῖ καὶ τὰ λά-

[*](5. malim καὶ τοὺς. 7. φάλαγγαν PG, recte C. 12. κατὰ τὸ μέτωπον G, 15. διδόασι G. 19. τὸν Βαϊμοῦντον om. CG. 21. καταλαμβάνει C, παραλαμβάνει PG.)
251

φύρα ἐκεῖθεν ἀναιρεῖται· εἶτα περιαθρεῖ τοὺς διώκοντας καἰ φεύγοντας. καὶ ἐπεὶ ἀτεχνῶς ἑώρα τὴν φυγὴν ποιουμένους, καὶ τὸν Βαϊμοῦντον ὄπισθεν διώκοντα καὶ ἐκείνου ὄπισθεν τὸν Βρυέννιον, μετακαλεσάμενος τὸν καλούμενον Πυρρὸν Γεώργιον ἐπὶ τοξείᾳ ὑμνούμενον καὶ ἑτέρους ἄνδρας γενναίους, χωρίσας ἱκανοὺς πελταστάς, ὄπισθεν τοῦ Βρυεννίου ὀξέως ἐλαύνειν [*](D) ἐπέσκηψεν φθάσαντας δὲ μὴ ἀγχέμαχον τὴν μάχην ποιῆσαι, ἀλλὰ πόρρωθεν κατὰ τῶν ἵππων μάλα συχνὰ πέμπειν τὰ βέλη. ἐπικαταλαβόντες οὖν τοὺς κελτούς, τοὺς ἵππους πυκνοῖς ὀϊστοῖς ἔβαλλον, ὡς ἐν ἀμηχανίᾳ τοὺς ἱππότας καθίστασθαι. [*](V. 113) καὶ γὰρ Κελτὸς ἀνὴρ πᾶς, ἐποχούμενος μέν, ἀνύποιστος τὴν ὁρμὴν καὶ τὴν θέαν εστιν, ἐπὰν δ’ ἀποβαίη τοῦ ἵππου, τὸ μέν τι τῷ μεγέθει τῆς ἀσπίδος, τὸ δέ τι καὶ διὰ τὰ τῶν πεδίλων προάλματα καὶ δρόμον ἀνεπιτήδειον, εὐχειρότατός τε τηνικαῦτα γίνεται καὶ ἀλλοῖος παντάπασιν ἢ πρότερον, ὀκλαζούσης οἷον καὶ τῆς ψυχικῆς αὐτῷ προθυμίας. καὶ [*](Ρ. 141) τοῦτο, οἶμαι γινώσκων ὁ βασιλεύς, μὴ τοὺς ἱππότας, ἀλλὰ τοὺς ἵππους ἀναιρεῖν ἐπέταττε. τῶν δὲ ἵππων τῶν Κελτῶν πιπτόντων, περιεδινοῦντο οἱ τοῦ Βρυεννίου. καὶ ἀπὸ τῆς τούτων πολλῆς συστροφῆς κονίσαλος μακρὸς καὶ πυκνὸς ἵστατο μέχρι νεφῶν κορυφούμενος, ὡς παραβάλλεσθαι τοῦτον κατ᾿ ἐκεῖ-

[*](6. ἐλαύνειν ὀξέως G. 12. τὴν prius: εἰς CG. 13 τῷ μέντοι Ρ, 10 μέντοι G, τὸ μέν τι C. 14. εὐχειρώτατος G. vid. annotat. 15. ἢ: καὶ CG. 19. περιωδινοῦντο C. 20. κονίσσαλος C.)
252

νο καιροῦ τῷ κατὰ τὴν Αἴγυπτον γεγονότι πάλαι σκότει τάς τε γὰρ τούτων ὄψεις ἀπετύφλου ἡ πυκνότης τῆς κόνεως καὶ ἄγνοιαν ἐμπαρεῖχεν, ὁπόθεν καὶ παρὰ τινων οἱ ὀϊστοἰ πέμπονται. τρεῖς δὲ Λατίνους ἀποστείλας ὁ Βρυέννιος ἐδήλωσε τῷ Βαϊμούντῳ τὸ πᾶν. οἱ καὶ κατέλαβον αὐτὸν εἰς τι [*](Β) νησίδιον ποταμοῦ τοῦ οὕτω καλουμένου Σαλαβρία μετὰ τινων ἱστάμενον ὀλίγων Κελτῶν καὶ σταφυλὰς ἐσθίοντα, ἅμα δὲ καὶ ὑπέρκομπόν τι καυχώμενον, ὅπερ καἰ μέχρι τοῦ νῦν παρῳδεῖται καὶ περιφέρεται. τοῦτο γὰρ πολλάκις ἔλεγε βαρβαρίζων τὸ Λυκοστόμιον, ὅτι “τὸν Ἀλέξιον εἰς λύκου στόμα ἐνέβαλον." τοιοῦτον γὰρ ἡ ὑφεροψία σφάλλουσα τοὺς πολλοὺς καὶ πρὸς τὰ ὑπ’ ὄψιν καὶ ἐν ποσὶ κείμενα ἀκούσας δὲ τὰ παρὰ τοῦ Βρυεννίου μηνυθέντα καὶ ἐπιγνοὺς τὸν δόλον καὶ τὴν δι’ ἀπάτης νίκην τοῦ αὐτοκράτορος, ἤχθετο μέν, ὡς εἰκός, κατέπιπτε δὲ οὐδαμῶς, ὁποῖος ἐκεῖνος. ἀποκριθέντες οἶν τινὲς [*](C) τῶν ὑπ’ αὐτὸν κατάφρακτοι Κελτοὶ ἀνῆλθον εἰς ἀκρώρειάν τινα κατέναντι τῆς Λαρίσσης διακειμένην. τούτους τὸ ὁπλιτικὸν θεασάμενοι, ξὺν πολλῇ Προθυμίᾳ ἐβίαζον προσβαλεῖν αὐτοῖς· ὁ δὲ αὐτοκράτωρ ἀπεῖργε τούτους τοῦ ἐγχειρήματος. ἐκ διαφόρων δὲ πολλοὶ καὶ διάφοροι ξυμμιγέντες ταγμάτων ἀνελθόντες προσέβαλλον τοῖς Κελτοῖς· οἱ δὲ παραχρῆμα κὰτ· αὐτῶν ὡρμηκότες, ἀναιροῦσιν ἄχρι τῶν πεντακοσίων. εἶτα

[*](2. τἀς τε: τότε G. 6. νησήδιον PG, recte C. σαλαυρία CG. 8. παρᾴδεται G. 10. ἔβαλον G. 16. αὐτὸν C, αὐτῷ PG. vid. annotat. 18. σὺν A. προσβαλεῖν FP, ξυμβαλεῖν 19. ἀπῆγε CAG. 20. ἐκ διαφόρων δὲ πολλῶν συμμιγέντες ἀγμάτων Α. 21. προσέβαλλον Α. προσέβαλον PG.)
253

τοῦ βασιλέως στοχασαμένου τὸν τόπον , δι᾿ οὗ ὁ Βαϊμοῦντος μελλε διελθεῖν, καὶ ἀποστείλαντος γενναίους στρατιώτας ετὰ καὶ Τούρκων καὶ τοῦ Μιγιδηνοῦ προεξάρχοντος, ἅμα τῷ τλησίον γενέσθαι, εὐθὺς ὁ Βαϊμοῦντος ὁρμήσας κατ’ αὐτῶν, ἥττησε τούτους μέχρι τοῦ ποταμοῦ διώξας.

[*](D)

Τῇ δὲ μετ᾿ αὐτήν, αὐγαζούσης ἤδη τῆς ἡμέρας, παραδραμὼν τὸν ἤδη ῥηθέντα ποταμὸν μετὰ τῶν συνεφεπομένων αὐτῷ κομήτων καὶ αὐτοῦ δὴ τοῦ Βρυεννίου, ἐπεὶ ἑλώδη τότον ἐν τοῖς τῆς Λαρίσσης μέρεσιν ἐθεάσατο, ἀναμεταξὺ δύο βουνῶν πεδιάδα ἀλσώδη εὑρὼν ἀποτελευτῶσαν εἰς στενωπὸν ὀξύν, (κλεισούραν τοῦτο καλοῦσιν,) τὴν λεγομένην Δεμενίκου ταλάτιον, διὰ τούτου εἰσελθὼν, ἐκεῖ τὸν χάρακα ἐπήξατο. τῇ δὲ μετ᾿ αὐτὴν κατὰ τὸ περίορθρον καταλαμβάνει αὐτον ὁ φαλαγγάρχης Μιχαὴλ ὁ Δούκας, ὁ πρὸς μητρὸς ἐμὸς θεῖος, μετὰ τοῦ ὁπλιτικοῦ παντός ἀνὴρ ἐπὶ φρονήσει διαβεβονμήνος, ὥρᾳ δὲ καὶ μεγέθει σώματος διαφέρων οὐ τῶν τότε [*](Ρ. 142) καιροῦ ἀλλὰ καὶ τῶν πώποτε γεγενημένων, θάμβος γὰρ εἶχεν ἅπαντας τοὺς ὁρῶντας τὸν ἄνδρα,) συνιδεῖν δὲ τὸ μέλλον αὶ φωρᾶσαι τὸ ἐνεστὸς καὶ καταπράξασθαι δεινότατός τε καὶ

[*](V. 114)[*](1. τὸν τόπον Α, τοῦ τόπου PG. 3. καὶ prius add. CA. μιγιδινοῦ Α. 6. τῇ : τὴν Α. μετ’ αὐτὴν κλεισούραν εἰσελθὼν ἰπὶ ἑλώδη τόπον τινὰ, έν τοῖς μέρεσι τῆς Λαρίσσης καἰ διακείμενον καὶ δομενίκου παλατίον καλούμενον, ἐκεῖ τὸν χάρακα ἐπήξατο Α. 9. τῆς om. G. 11. ὀξύν add. CG et in margine P. τοῦτον CG. τὴν λεγομένην : καὶ γενομένην G. Δεμενίκου C, Δομενίκου PAG. 13. αὐτὸν : τὸν τόπον Α. 14. μητρὸς : πατρὸς CG. 15. ἀνήρ τις C. 17. καιροῦ om. A. 19. καὶ primum om. G. καὶ alterum om. C.)
254

ἀπαράμιλλος. τούτῳ ὁ αὐτοκράτωρ ἐπέσκηψεν μὴ πάντας ἐντὸς τοῦ στομίου τῆς κλεισούρας εἰσελθεῖν, ἀλλὰ τὰς μὶν δυνάμεις ἔξωθεν ἵστασθαι ἰλαδόν, ὀλίγους δὲ διελεῖν Τούρκων καἰ Σαυροματῶν τῆς τοξείας εἰδήμονας καἰ τούτοις παραχωρῆσαι τῆς εἰσόδου, ἐπισκῆψαι δὲ τούτοις, μηδενὶ ἑτέρῳ ξίφει πλὴν ὀϊστοῖς χρήσασθαι. εἰσελθόντων δὲ καὶ ἱππασίας ποι- [*](Β) ουμένων κατὰ τῶν Λατίνων, οἱ ἔξωθεν ἱστάμενοι πρὸς ἀλλήλους σφαδάζοντες ἤριζον, ὁποῖος ἂν τὸ στόμιον εἰσέλθοι. ὁ γὰρ Βαϊμοῦντος πλήρης ὢν στρατηγικῆς ἐπιστήμης, τοὺς ὑπ᾿ αὐτὸν ἐκέλευε συνησπικότας ἵστασθαι, καὶ ταῖς ἀσπίσιν ἑαυτοὺς περιφράττοντας ἀτρεμεῖν. ὁ δέ γε πρωτοστράτωρ θεασάμενος τοὺς ὑπ’ αὐτὸν κατὰ μικρὸν ἐκρέοντας καὶ εἰσερχομένους διὰ τοῦ στομίου, εἰσῆλθε καὶ αὐτός. ὁ δὲ Βαϊμοῦντος τούτους θεασάμενος, ὥσπερ λέων ἐχάρη μεγάλῳ ἐπὶ σώ ματι κύρσας, εἶπεν ἄν τις Ὁμηρικῶς, ὣς καὶ οὗτος ἰδὼν ἐν αὐτοῖς ὀφθαλμοῖσι τούτους καὶ τὸν πρωτοστράτορα Μιχαήλ, [*](C) ἀσχέτῳ ῥύμῃ πανσυδὶ κατ’ αὐτῶν ἴεται· οἱ δὲ παραχρῆμα νῶτα τούτοις διδόασιν. Οὐζᾶς δὲ τὴν κλῆσιν φερώνυμον ἐκ τοῦ γένους λαχών, ἐπ’ ἀνδρείᾳ διαβεβοημένος, εἰδὼς ἠδ’ ἐπὶ δεξιὰ ἠδ’ ἐπ’ ἀριστερὰ νωμῆσαι βῶν ἀζαλέην, καθ’ Ὅμηρον, ἐν

[*](1. ἐπέσκηψεν ὁ αὐτοκράτωρ G. 2. τῆς κλεισούρας στομίου G, altero ordine PA. 3. ἔξω A. διελὼν C, διελθεῖν A. 4. καὶ alterum om. CG. 5. τούτοις: σφίσι Α. 9. στρατηγικῆς FC et in margine P, βασιλικῆς PAG. 12. αὐτὸν : αὐτοὺς Α. 13. ὁ δὲ : καὶ ὁ A. 14. τούτους : τοῦτον A. ὥστε coni. Hoeschel. 16. ὀφθαλμοῖσι CAG, ὀφθαλμοῖς P. 18. τούτοις add, Α. 19. λαβὼν G. 20. καθ᾿ Ὅμηρον om. A.)
255

τῷ τοῦ στομίου ἔξέρχεσθαι δεξιὰ παρεκκλίνας, γοργῶς ἐπιστραφείς, καίει τὸν αὐτῷ ὑπαντιάσαντα Λατῖνον· ὁ δ᾿ εὐθὺς κύμβαχος κατὰ γῆς ἔκειτο. ὁ δὲ Βαϊμοῦντος ἐδίωκε τούτους μέχρι τοῦ ποταμοῦ Σαλαβρία. ἐν δὲ τῷ φεύγειν ὁ ἤδη ῥηθεὶς Οὐζᾶς παίει τὸν τὴν σημαίαν τοῦ Βαϊμούντου κατέχοντα διὰ τοῦ δόρατος, καὶ τὴν σημαίαν τῶν χειρῶν αὐτοῦ ἀφαρπάσας, μικρὸν περιδινεῖ καὶ κλίνει πρὸς τὸ πρανές. οἱ [*](D) γοῦν Λατῖνοι τὴν σημαίαν ἐ·ξ ὀρθίου σχήματος κατακλιθεῖσαν ἑωρακότες, ἐν συγχύσει γεγόνασι καὶ ἐφ’ ἑτέραν ἐτράοντο ἀτραπόν, δι’ ἦς καὶ τὰ Τρίκαλα καταλαμβάνουιν ἤδη προκατασχεθέντα παρά τινων τῶν τοῦ Βαϊμουντου πρὸς τὸ Λυκοστόμιον φευγόντων. κἀκεῖσε τέως αὐλίζονται εἴσω τούτων γεγονότες· ἐκεῖθεν δὲ καταλαμβάνουσι τὴν [*](P. 143) καστορίαν. ὁ δὲ βασιλεὺς ὑποστρέψας ἀπὸ Λαρίσσης καὶ ἔτην Θεσσαλονίκην καταλαβών, ὁποῖος ἐκεῖνος περὶ τὰ τοιαῦτα, ταχὺ μάλα πρὸς τοὺς σὺν τῷ Βαϊμούντῳ κόμητας ἀποτείλας, πολλὰς ὑποσχέσεις ἐπεποίητο, εἰ τὸν Βαϊμοῦντον τοὺς μισθοὺς ἀπαιτήσουσιν, οὕσπερ αὐτοῖς καὶ ὑπέσχετο· τοῦ δὲ μὴ ἔχοντος ἀποδοῦναι παραπείσουσι τοῦτον κατελθεῖν ἰς τὴν θάλασσαν καὶ ἀναζητῆσαι ταῦτα ἀπὸ τοῦ ἰδίου πατρὸς Ῥομπέρτου, καὶ αὐτὸν ἐκεῖνον διαπερᾶσαι τοὺς αὐτῶν μισθοὺς ἐξαιτησόμενον. καὶ εἰ τοῦτο ἀνύσαιεν, πάντας τιμῆς νὼ εὐεργεσιῶν μυρίων ἐπαπολαῦσαι. καἰ ὅσοι μὲν τούτῳ

[*](Β)[*](1. καὶ γοργῶς Α. 2. ὑπαντιάσαντα PA, ὑπαντήσαντα CG. 4. σαλαυρία CG. 8. ἐξ ὀρθίου σχήματος om. A. 11. πάρα τινων τῶν πάρα του Βαϊμούντου πρὸς τὸ Λυκοστόμιον φύγον τῶν coni. Wilken. Hist. Comn. p. 200. 12. αὐλίζονται C, ηὐλίζοντο PG. 16. σὺν : έν G. 18. ὥσπερ CAG. 23. μυρίων ὐεργεσιῶν A. τούτω Δὶ τούτων PG. vid. annotat.)
256

ἑαὶ μισθῷ δουλεῦσαι θελήσουσι, προσλαμβάνεσθαι τούτους καὶ ἀποχρῶντα τὸν μισθὸν ἀποδοῦναι κατὰ τὰ θελήματα αὐτῶν, τοὺς δ’ αὖ εἰς τὰς οἰκίας αὐτῶν βουλομένους ἀπελθεῖν ἀκινδύνως διαβιβάσαι διὰ τῆς Οὐγγρίας. ὑπείξαντες οὖν τῷ τοῦ βασιλέως προστάγματι οἱ κόμητες, τοὺς τῶν παραδραμόντων τεσσάρων ἐνιαυτῶν μισθοὺς ἀσυμπαθῶς ἀπῄτουν. ὁ δὲ μὴ ἔχων ἀποδοῦναι, ἀνεβάλλετο τέως. ὡς δὲ ἐνέκειντο εὔλογα [*](V. 115) αἰτοῦντες, μὴ ἔχων ὅ τι καὶ δράσειε, τὸν μὲν Βρυέννιον αὐτοῦ που φυλάσσειν τὴν Καστορίαν κατέλιπε, καὶ τὸν τοὺ Πολόβους φυλάσσοντα Πέτρον τοῦ Ἀλίφα· αὐτὸς δὲ τὸν Αὐλῶνα κατέλαβε. τοῦτο δὲ μεμαθηκὼς ὁ βασιλεὺς νικητὴς εἰς τὴν βασιλεύουσαν τῶν πόλεων ἐπαναζεύγνυσι.

[*](C)

Καταλαβὼν δὲ ταύτην καὶ ἐν συγχύσει τὰ κατὰ τὴν ἐκκλησίαν εὑρών, οὐδὲ πρὸς βραχύν τινα χρόνον ἀνέσεως ἔτυχεν. ἀλλ’ ὁποῖος ἐκεῖνος ἀποστολικὸς μαθητὴς ὤν, ἐπεὶ κυμαινομένην τοῖς τοῦ Ἰταλοῦ δόγμασι τὴν ἐκκλησίαν εὗρε, κὰν κατὰ τοῦ Βρυεννίου ἐβουλεύετο, Κελτὸς δὲ οὗτος τὴν Καστορίαν κατασχών, ὡς εἴρηται,) ἀλλ’ οὐδ’ οὕτως ἠμέλει τοῦ δόγματος. ἔπι τούτοις γὰρ καὶ τὰ κατὰ τὸν Ἰταλὸν περὶ τῆς αἱρέσεως τοῦ Ἰταλικοῦ] ἐβλάστησαν μεγάλως τὴν ἐκκλη- [*](D) σίαν συνταράττοντα. οὗτος δὲ ὁ Ἰταλὸς δεῖ γὰρ τὰ κὰτ

[*](3. ἀκινδύνους C. 6. ἀσυμπαθῶς om. A. 8. δράσειε Α, δράσειεν PG. 9. κατέλειπε G. καὶ τὸν πέτρον τοῦ ἀλίφα τοὺς πολόβους φυλάξαντα Α. 11. νικητὴς om. A. 12. ἐπαναζεύγνυτο Α. 15. ἐτύγχανεν A. μαθητὴς add. A. 16. Ἰταλικοῦ CG. 17. κατὰ C, καὶ P, καὶ λατὰ G. 19. τὰ περὶ τῆς αἱρέσεως τοῦ Ιταλικοῦ κατὰ τὸν Ἰταλὸν ἐβλάστησαν G. ego indicem capitis, qui in textum irrepsit, uncis inclusi. 21. ταράττοντα CG. ὁ om, AG.)
257

αὐτὸν ἐξ ἀρχῆς αὐτῆς διηγήσασθαι,) ὥρμητο μὲν ἐξ Ἰταλίας καὶ ἐν τῇ Σικελίᾳ ἐφ’ ἱκανὸν διέτριψε· νῆσος δὲ αὕτη ἀγχοῦ τῆς Ἰταλίας διακειμένη. οἱ γὰρ Σικελοὶ ἀποστάντες τῆς Ῥωμαίων ἀρχῆς καὶ εἰς πόλεμον κὰτ αὐτῶν καἰ μάχας ἀπονεωευκότες, τοὺς Ἰταλοὺς εἰς συμμαχίαν προὐκαλέσαντο μεθ᾿ ὦν καὶ ὁ τοῦ Ἰταλοῦ πατὴρ ἦν, ἔχων καὶ τὸν παῖδα μεθ’ ἑαυτοῦ, κἂν μὴ στρατεύσιμον εἶχε τὴν ἡλικίαν, συνεφεπόμενον τούτῳ καὶ συμπαρασκαίροντα καὶ τὰ πολεμικά, οἶα τὰ τῶν Ἰταλῶν, παιδευόμενον. τὰ μὲν οὖν πρῶτα τῆς ἡλικίας οὕτως εἶχε τῷ Ἰταλῷ, καὶ ἡ πρώτη τοιαύτη τούτῳ καταβολὴ τῆς παιδεύσεως. ἐπεὶ δὲ ὁ κλεινὸς ἐκεῖνος Γεώργιος ὁ Μανιάκης, [*](P. 144) τοῦ Μονομάχου τὰ σκῆπτρα τῆς Ῥωμαίων διέποντος, τυραννήσας τὴν Σικελίαν κατέσχε, μόλις ἐκεῖθεν ὁ τοῦ Ἰταλοῦ λοῦ πατὴρ καὶ τὸν παῖδα ἐπιφερόμενος πέφευγε. καὶ εἰς Λογγιβαρδίαν φυγάδες ἄμφω κατήχθησαν ἔτι ὑπὸ Ῥωμαίους τελοῦσαν. ἐκεῖθεν δὲ οὗτος ὁ Ἰταλός, οὐκ οἶδ’ ὅπως, τὴν Κωνσταντινούπολιν κατέλαβεν, ἁπάσης παιδείας καἰ τέχνης λογικῆς οὐκ ἐνδεῶς ἔχουσαν. καὶ γὰρ ἀπὸ τῆς αὐτοκρατορίας Βασιλείου τοῦ πορφυρογεννήτου μέχρι αὐτῆς τῆς τοῦ Μονομάχου βασιλείας ὁ λόγος, εἰ καί τοῖς πλείοσιν ἐρρᾳθύμητο, ἀλλ’ οὖν γε πάλιν οὐ καταδεδυκώς, ἀνέλαμψε καὶ ἀνέθορε [*](Β) καὶ διὰ σπουδῆς τοῖς φιλολόγοις ἐγένετο ἔπι τῶν χρόνων Ἀλεξίου τοῦ αὐτοκράτορος τὰ πρὸ τούτου χλιδώντων

[*](1. αὐτῆς add. CA. τῆς τῶν Ρωμαίων G. 7. στρατεύειν CG. 8. καὶ alterum om. G. 11. Γεώργιος ἐκεῖνος ΡG, altero ordine F. 17. Κωνσταντίνου Α.)
258

τῶν πλειόνων καὶ παιζόντων ἀνθρώπων καὶ ὀρτυγίαις καὶ ἄλλοις αἰσχίοσι παιγνίοις ἐνασχολουμένων διὰ τὴν χλιδήν, λόγον δὲ καὶ παίδευσιν ἅπασαν τεχνικὴν ἐν παρέργῳ τιθεμένων. οὕτως οὖν τοὺς ἐνταῦθα ἔχοντας ὁ Ἰταλὸς εὑρηκώς, καὶ ἀνδράσιν ὁμιλήσας σχολαστικοῖς καὶ ἀμειλίκτοις καὶ τὸ ἦθος ἀγρίοις, (ἦσαν γὰρ τότε καί τινες πέρι τὴν βασιλεύουσαν τοιοῦτοι,) παιδείας τοίνυν λογικῆς ἐξ ἐκείνων μετασχών, καὶ Μιχαὴλ ἐκείνῳ τῷ φελλῷ ἐν ὑστέρῳ προσωμίλησεν, ὃς οὐ πάνυ τοι παρὰ διδασκάλοις σοφοῖς ἐφοίτησε, διὰ φύσεως [*](C) δὲ δεξιότητα καὶ νοὸς ὀξύτητα, τυχὼν μέντοι καὶ θεοῦ ἀρωγοῦ πρὸς τούτοις διὰ τὴν θερμοτάτην ἱκεσίαν τῆς μητρὸς αὐτοῦ ἐπαγρυπνούσης συχνῶς τῷ ἐν τῷ ναῷ τοῦ Κύρου τῆς θεοτόκου σεμνῷ εἰκονίσματι καὶ θερμοῖς τοῖς δάκρυσιν ὑπὲρ τοῦ παιδὸς ἐκκαλουμένης, εἰς ἄκρον σοφίας ἁπάσης ἐληλακὼς [*](V. 116) καὶ τὰ Ἑλλήνων καἰ τὰ Χαλδαίων ἀκριβωσάμενος, γέγονε τοῖς τότε χρόνοις περιβόητος ἐν σοφίᾳ τούτῳ γοῦν ὁ Ἰταλὸς προσομιλήσας ἐν ἀπαιδεύτῳ ἤθει καὶ βαρβαρικῷ οὐκ ἠδύνατο [*](D) φιλοσοφίας εἰς βάθος ἐλθεῖν, διδασκάλων ὅλως μηδ’ έν τῷ μανθάνειν ἀνεχόμενος, θράσους ὢν μεστὸς καὶ ἀπονοίας βαρ-

[*](1. πλειόνων ἀνθρώπων καὶ παιζόντων Α, πλειόνων καὶ παιζόντων ἀνθρώπων PG. καὶ ante ὀρτυγίαις om. AG, ὀρτυγοθήραις G, ὀρτησίαις Α ὀρθυγίαις Ρ. correxi. vid annotat. 2. ἀσχολουμένων C 3. τεχνικὴν: λογικὴν Α. 6. τινες τοιοῦτοι περὶ τὴν βασιλεύουσαν Α. 9. οὐ πάνυ: καὶ πάνυ Α. τοι: lege τι. 10. ὀξύτητα: εὐθύτητα Α. μέν τι Α. 11. διὰ τὴν θερμοτάτην — αὐτοῦ AG, δία τὴν τῆς μητρὸς θερμοτάτην ἱκεσίαν αὐτοῦ Ρ et omisso αὐτοῦ C. 12. ἐμ τῷ A, αὐτῷ PG. 13. σεμνῷ C, σεπτῷ PAG. 15. τὰ alterum om. A. 16. τότε: τε G. ἐν σοφίᾳ om. G. 18. διδασκόντων CG.)
259

βαρικῆς, πάντων τε καθυπερτερεῖν καὶ πρὸ τοῦ μαθεῖν οἰόμενος, καἰ πρὸς αὐτὸν τὸν Ψελλὸν ἐκ πρώτης ἀφετηρίας ἀντετάξατο. ἐμβαθύνας δὲ τῇ διαλεκτικῇ, μεθημερινοὺς θορύβους έν πανδήμοις συνελεύσεσιν ἐποιεῖτο, σοφιστικὰς συνείρων ἐρεσχελίας, καὶ πᾶν εἶ τι τοιοῦτον προτιθείς, καὶ αὖθις [*](P. 145) ὑπέχων λόγον τοιουτότροπον. τοῦτον προσηταιρίσατο κὼ ὁ τηνικαῦτα βασιλεύων Μιχαὴλ ὁ Δούκας καὶ οἱ τούτου ἀδελφοί· καὶ δευτέρου μὲν λόγου τοῦτον πρὸς τὸν φελλὸν ἐτίθεντο, ὅμως δὲ περιείχοντό τε αὐτοῦ κὼ ἐν λογικαῖς συνεχρῶντο ἁμίλλαις· ἦσαν γὰρ φιλολογώτατοι οἱ Δοῦκαι, καὶ οἱ τοῦ αὐτοκράτορος ἀδελφοὶ καὶ αὐτὸς δὴ ὁ βασιλεὺς Μιχαήλ. ὁ δὲ Ἰταλὸς θερμὸν ἀεὶ καὶ μανικὸν πρὸς τὸν Ψελλὸν ἔβλεπε, κἀν ἐκεῖνος ὡς ἀετὸς τῶν τοῦ Ἰταλοῦ ἐρεσχελιῶν ὑπερίπτατο, διεγείρετο καὶ ἐπρίετο, ἐνεπίμπρατο ἢ ἐλυπεῖτο. τί τὸ μετὰ ταῦτα; ἐσφάδαζε τὰ τῶν Λατίνων τε καὶ Ἰταλῶν [*](Β) κατὰ Ῥωμαίων, καὶ ἡ τῆς Λογγιβαρδίας ὅλης ὁμοῦ καὶ Ἰταλίας ἐμελετᾶτο κατάσχεσις. κω ὁ βασιλεὺς ἐκεῖνος τὸν Ἰταλὸν ὡς οἰκεῖον δῆθεν καὶ ἄνδρα ἀγαθὸν καὶ τὰ τῶν Ἰταλῶν ἐπιστάμενον εἰς Ἐπίδαμνον ἀπέστειλε. καὶ ἵνα συντέμω τὸν λόγον ὡς κἀκεῖ κἀκεῖ ἐφωρᾶτο τὰ ἡμέτερα προδιδούς, καὶ ἀπεστέλλετο ὁ

[*](1. ὑπερτερεῖν G. μαθεῖν A, μανθάνειν PG. 3. καθημερινοὺς Α. 4. συνελεύσεσι πεποίητο Α. 6. λόγον τοιοῦτον. τοῦτον τρόπον προσηταιρίσατο P, recte CAG. 8. τοῦτον om. GA. 9. περιείχοντό τε A, περιεῖχον τότε PG. 11. δὴ: δὲ τε add. CA. ὅλως 17. 6 om. Α. ἐκεῖνον Α. 18. καὶ prius om. Α. τῶν Α, τὸν P, κατὰ τῶν G. 19. συντέμων G, συντέμω PA. 20. τὰ καταπροδιδοὺς ἡμέτερα P, τὰ ἡμέτερα προδιδοὺς CAG.)
260

μέλλων αὐτὸν μετακινεῖν ἐκεῖθεν, τούτου αἰσθόμενος φυγὰς εἰς Ῥώμην ᾤχετο. εἰθ᾿ ὁποῖος ἐκεῖνος μεταμεληθείς, πρὸς τὸ βασιλέα παρακλήσει χρησάμενος, κάτα τὴν κέλευσιν ἐκείνου τὴν Κωνσταντινούπολιν κατέλαβε, τὴν μονὴν τὴν οὕτω κα. [*](C) λουμένην πηγὴν ἐνδιαίτημα λαβὼν καὶ τὴν ἐκκλησίαν τῶν ἁγίων τεσσαράκοντα. ἔνθα καὶ τοῦ φελλοῦ μεταχωρήσαντος Βυζαντόθεν μετὰ τὴν ἀπόκαρσιν, αὐτὸς φιλοσοφίας ἁπάσης προέστη διδάσκαλος, ὕπατος τῶν φιλοσόφων χρηματίσας, καὶ τὰς τε Ἀριστοτελικὰς βίβλους καὶ τὰς Πλατωνικὰς ἐξηγεῖσθαι ἐσπούδαζεν. καὶ ἦν μὲν τῷ δόξαι πολυμαθέστατος, δεινὸς δὲ μᾶλλον εἴπερ τις ἄλλος διερευνήσασθαι τῶν ἄλλων τὴν δεινοτάτην περιπατητικήν, καὶ ταύτης πλέον τὴν διαλεκτικήν. πρὸς δὲ τὰς ἄλλας τέχνας τῶν λόγων οὐ πάνυ τι εὐφυῶς εἶχεν, ἀλλὰ περί τε τὴν γραμματικὴν ἐχώλευε τέχνην καὶ [*](D) τοῦ ῥητορικοῦ νέκταρος οὐκ ἐγεύσατο· οὐδὲ ἐκεῖθεν ὁ λόγος τούτῳ ἐφήρμοστο καὶ εἰς κάλλος ἀπέξεστο. ἔνθεν τοι καὶ τοῦ χαρακτῆρος εἶχε στρυφνῶς καὶ τὸ πᾶν ἐμπεριβόλως. καὶ [*](V. 117) συνενεύκει ὁ λόγος αὐτῷ τὰς ὀφρῦς, καὶ διόλου ἀπέπνει δρι- [*](Ρ. 146) μύτητος. διαλεκτικῶν δὲ ἐφόδων ἐμεμέστωτο τούτῳ τὸ σύγ-

[*](1. ἐκεῖθεν μετακινεῖν A, μετακινῆσαι CG. 2. ὁποῖος ἐκεῖνος om. A. 3. τὴν add. Α. 4. τὴν Κωνσταντίνου Α. idque habet Ducang. Constant. Christ. IV. p. 184. 10. τὸ δόξαι G, τῷ om. Α. φιλομαθέστατος A. 11. εἴπερ: ἤπερ A. τῶν ἄλλων: lege τῶν ἀνθρώπων. vid. annotat. διερευνήσασθαι τῶν ἄλλων om. G, διερευνήσασθαι om. ἐν τῷ διερευνᾶσθαι τὴν δεινοτάτην Α. 13. ἄλλας om. Α. πάνυ τι CG, παντὶ P. 15. οὐδ’ Α. 16. τούτῳ CAG, τούτου Ρ. 17. an ἀνεμπεριβόλως? vid. annotat. 18. δόλου P, διόλου CAG. 19. τούτου AG.)
261

γράμμα, καὶ ἡ γλῶττα τῶν ἐπιχειρημάτων ἐπεφόρητο τῷ διαλεγομένῳ ἐν ταῖς ὁμιλίαις μᾶλλον ἢ ταῖς γραφαῖς. οὕτως εἶχεν ἰσχυρῶς πρὸς τὰς διαλέξεις καὶ τοσοῦτον ἄφυκτος ἦν, ὡς τὸν ἀποκρινόμενον αὐτομάτως συναχθῆναι πρὸς τὴν σιγὴν καὶ εἰς ἀμηχανίαν ἐλθεῖν. ἑκατέρωθεν γὰρ τῆς ἐρωτήσεως βόθρον ὤρυττε, καὶ εἰς φρέαρ ἀποριῶν ἐνέβαλλε τὸν προσδιαλεγόμενον. οὕτως ἐμπείρως ἔχων τῆς διαλεκτικῆς ὁ ἀνήρ, καἰ ταῖς ἐπαλλήλαις ἐπερωτήσεσι κατέπνιγε τοὺς διαλεγομένους, συγχέων αὐτῶν καὶ συνταραττων τὸν νοῦν. καὶ οὐκ ἦν τὸν ἅπαξ αὐτῷ συντυχόντα τοὺς λαβυρίνθους τούτους διελθεῖν. [*](Β) ἀμουσότατος δὲ ἄλλως ἦν, καὶ θυμὸς αὐτοῦ κατεκράτει· καὶ ἤν τινά που προσεκτήσατο ἀρετὴν ἀπὸ τοῦ λόγου, κατέλυε καὶ ἠφάνιζεν ὁ θυμός. διελέγετο γὰρ καὶ ἔπεσι καὶ χερσὶν ὁ ἀνήρ, κω τὸν προσδιαλεγόμενον οὐκ ἠφίει πρὸς ἀπορίαν ὅλως λθεῖν, οὐδὲ αὔταρκες ἦν αὐτῷ τὸ ἐπιρράψαι τοῦ ἀντικειμένου τὸ στόμα καὶ σιγὴν αὐτῷ καταψηφιεῖσθαι, ἀλλ᾿ εὐθὺς ἡ χεὶρ κατά τε τοῦ πώγωνος καὶ τῶν τριχῶν προσεφήλλετο, καὶ ὕβρις εὐθὺς ξυνεπόδιζεν ὕβριν· καὶ ἀκάθεκτος ἥν ὁ ἄνθρωπος καὶ τὰς χεῖρας ὁμοῦ καὶ τὴν γλῶτταν. τοῦτο δὲ

[*](C)[*](3. ἄφικτος C. 4. αὐτομάτως: αὐτοκράτορα Α. συναχθῆναι A, συνενεχθῆναι PG. 6. ἐνέβαλε A. πρὸς τὸν διαὶγόμενον Α. 7. ἔχων Α, εἶχε PG. 8. τοὺς διαλεγομένους κατέπνιγε A. 9. ταράττων Α. καὶ alterum om. A. 10. λαβιρύνθους P. τούτους om. A. 12. ἥν τινα CG. που om. CAG. 13. ἠφανίζετο A. 14. διαλεγόμενον Α. ἀφίει Α. 15. οὐδ᾿ Α. αὐτοῦ G. ἐπιῤῥάψαι τὸ τοῦ ἀντικειμένου στόμα G. 16. καταψηφιᾶσθαι G. an καταψηφίσασθαι? lege αὐτοῦ 17. τῶν om. P, add. CAG. 18. ξυνεπόδιζεν CA, ξυνεμπόδιζεν P. ὁ ἀνὴρ Α.)
262

μόνον οὐκ ἀφιλόσοφον εἶχεν, ὅτι μετὰ τὴν πληγὴν κατελίμπανεν τοῦτον ὁ θυμός, καὶ τὸ δάκρυον κατελάμβανε, καὶ εἰς λαμπρὸν μετάμελον ἤρχετο. εἰ δέ τῳ φίλον καὶ περὶ τῆς ὄψεως αὐτοῦ μαθεῖν, μεγάλη μὲν αὐτοῦ ἡ κεφαλή, τὸ μέτωπον προπετέστατον, πρόσωπον ἐμφανές κὼ ὁ μυκτὴρ ἐλεύθερόν τε καὶ ἄνετον ἀπέπνει τὸν ἀέρα, καὶ περιφερὴς ὁ πώγων, τὰ στέρνα εὐρὺς καὶ εὐπαγὴς τὰ μέλη τοῦ σώματος τὴν δὲ τῆς ἡλικίας ἀναδρομὴν τῶν εὐμηκεστέρων ἥττων τὴν δὲ φωνὴν τοιοῦτος, οἷος ἂν ἀπὸ Λατίνων ἐληλυθὼς νεανίας εἰς τὴν [*](D) ἡμεδαπὴν γῆν, τὰ Ἑλλήνων μὲν ἐκμάθοι, οὐ πάνυ δὲ καθαριεύοιτο τὴν φωνήν· ἀλλ’ ἔστιν οὗ καὶ κολοβώτερα ἐκφέρειν τὰς συλλαβάς. ἀλλ’ οὔτε τὸ τοῦ στόματος οὐκ εὐαγές, οὔτε τὸ εἰς ἄκρον ἄφωνον ἐλάνθανε τοὺς πολλούς, τοῖς δὲ ῥητορικωτέροις ἀγροικίζων κατελαμβάνετο. ἔνθεν τοι καὶ τὰ συγγράμματα τούτου συνέσφιγκτο μὲν ἁπανταχόθεν τοῖς διαλεκτικοῖς τόποις. ἀσυνταξίας δὲ κακίαν καὶ σολοικισμὸν σποράδην διερριμμένον παντάπασιν οὐκ ἐξέφευγεν.

[*](Ρ. 147)

Οὗτος τοίνυν προκαθήμενος φιλοσοφίας ἁπάσης, καἰ συρρεούσης εἰς αὐτὸν τῆς νεότητος, καὶ γὰρ τά τε Πρόκλου καὶ Πλάτωνος καὶ τὰ φιλοσόφων ἀμφοῖν Πορφυρίου τε καὶ

[*](1. οὐκ om. C, ὡς AG. κατελίμπανεν AG, καταλίμπανεν P. 2. τοῦτον: αὐτὸν AG. εἰς μετάληψιν ἤρχετο A. 5. malim τὸ πρόσωπον. 6. ἐπέπνει C. 8. εὐμηκεστάτων CG. 9. τοιοῦτος ἦν A. 10. ὃς τὰ A. μάθοι A. καθαριεύοιτο τί τὴν P, τί om. AG, καθαριεύει C. 11. κολοβωτέρας P, κολοβώτερος G, κολοβώτερα Α. ἐκφέροι A, ἐκφέρει C. 12. οὐκ· om. AG. 13. ἄκρου G. 14. ἀγροικίζειν G. 15. συνέσφικτο P. διαλεκτικῆς Α. 16. δὲ καἰ κακίαν PG, καὶ om. A. 17. ἐξέφυγον G. 20. τὰ om. Α.)
263

Ἰάμβλιχον ἀνεκάλυπτε τούτοις δόγματα, καὶ μάλιστα τὰς Ἀριστοτέλους τέχνας καἰ τὴν ὡς ὀργάνου παρεχομένην χρείαν ὑφηγεῖτο τοῖς ἐθέλουσι πραγματείαν, καὶ ταύτῃ μᾶλλον ἐνηβρύνετο καὶ ἐνησχόλητο,) οὐ πάνυ τι τοὺς μανθάνοντας ὠφελῆσαι ἐνίσχυσε, τὸν θυμὸν καἰ τὴν ἄλλην τοῦ ἤθους ἀκαταστασίαν κωλύμην ἔχων. καὶ ὅρα μοι τοὺς τούτου μαθητάς τὸν Σολομῶντα Ἰωάννην καί τινας Ἰασίτας καὶ Σερβλίας καὶ ἄλλους τάχα [*](V. 118) περὶ τὴν μάθησιν ἐσπουδακότας· ὧν τοὺς πλείους θαμὰ φοιτῶντας [*](Β) πρὸς τὰ βασίλεια καὶ αὐτὴ ἐθεασάμην ὕστερον, τεχνικὸν μηδέν τι κατὰ ἀκρίβειαν εἰδότας, σχηματιζομένους δὲ τὸν διαλεκτικὸν κινήσεσιν ἀτάκτοις καὶ μορίων παραφόροις τισι μεταφοραῖς ὑγιὲς δὲ οὐδὲν ἐπισταμένους, προβαλλομένους τὰς ἰδέας, ἤδη δὲ καὶ τὰς μετεμψυχώσεις συνεσκιασμένως πως καὶ ἄλλ᾿ ἄττα ὁμοιότροπα καὶ παραπλησίως τούτοις ἀλλόκοτα. καὶ τις γὰρ λόγου μετέχων οὐ παρῆν, τοῦ ἱεροῦ ζεύγους τοσοῦτον περὶ τὴν τῶν θείων λόγων ἐξερεύνησιν διὰ πάσης νυκτὸς καὶ ἡμέρας διαπονουμένων, τοὺς ἐμούς φημι τοκέας καἰ βασιλεῖς ἀλλά τι μικρὸν παραδιηγήσομαι· δίδωσι [*](C) γάρ μοι τοῦτο νόμος ῥητορικός. μέμνημαι τῆς μητρὸς καὶ βασιλίδος πολλάκις, ἀρίστου προκειμένου, βίβλον ἐν χεροῖν φερούσης καὶ τοὺς λόγους διερευνωμένης τῶν δογματι-

[*](3. θέλουσι G. ἐνηυρύνετο Α. 4. πάνυ τι CA, πάνυ τοι PG. 5. ἐνίσχυσε CAG, ἐξίσχυσε P. 6. κωλύμην CA, κώλυμα PG. σολομῶντα, Ἰωάννην G. 10. τι μηδὲν G. 12. δ᾿ G. 13. ἤδη δὲ om. CG. lege ἔτι δὲ 14. ἀλλάττα Α, ἄλλ’ ἅττα PG. correxi. 18. δίδοσι P.)
264

στῶν ἁγίων πατέρων, μάλιστα δὲ τοῦ φιλοσόφου Μαξίμου καὶ μάρτυρος. ἐσπουδάκει γὰρ οὐ τοσοῦτον περὶ τὰς φυσικὰς συζητήσεις, ὁπόσον πέρι· τὰ δόγματα, τὴν ὄντως σοφίαν καρποῦσθαι βουλομένη. καί μοι πολλάκις θαυμάζειν ἐπῄει, [*](D) καὶ θαυμάζουσα ἔφην ποτὲ πρὸς αὐτὴν “πῶς αὐτόθεν πρὸς τοσοῦτον ὕψος ἀπέβλεψας; ἔγωγε τρέμω, καὶ οὐδ’ ἄκροις ὦσιν ἀποτολμῶ τούτων ἐπαίειν. τὸ γὰρ πάνυ θεωρητικόν τε καὶ νοερὸν τοῦ |ἀνδρός, ὥς φασιν, ἴλιγγον παρέχεται ἀναγινώσκουσιν." ἡ δὲ μειδιάσασα ἔφη “ἐπαινετὴν οἴδα τὴν [*](P. 148) δειλίαν ταύτην καὶ οὐδ’ αὐτὴ ἀτρέμας ταῖς βίβλοις ταύταις πρόσειμι. ἀλλ’ ὅμως ἀποσπᾶσθαι τούτων οὐ δύναμαι. σὺ δέ μοι μικρὸν ἀνάμεινον, καὶ ταῖς ἄλλαις ἐγκυψασα βίβλοις πρότερον, καὶ τῆς τούτων ἀπογεύσει ἡδύτητος." ἔτρωσέ μου τὴν καρδίαν ἡ τῶν ῥηθέντων μνήμη, καὶ ὥσπερ εἰς πέλαγος ἄλλων διηγημάτων ἐμπέπτωκα. ἀλλὰ με θεσμὸς ἱστορίας ἀπείργει· ἔνθεν τοι καὶ πρὸς τὰ κατὰ τὸν Ἰταλὸν ἀνατρεχέτω ὁ λόγος. έν τούτοις οὖν τοῖς ἄνωθεν ῥηθεῖσιν αὐτοῦ μαθηταῖς ἀκμάζων ὁ Ἰταλός, πᾶσι καταφρονητικῶς προσ- [*](B) ἐφέρετο, τοὺς πολλοὺς τῶν ἀνοήτων πρὸς ἀνταρσίας ἀνακινῶν καὶ τυράννους ἐκ τῶν οἰκείων μαθητῶν οὐκ ὀλίγους ἀποκαθιστάς. καὶ εἶχον πολλοὺς προσφέρειν, εἰ μὴ ὁ χρόνος με τὴν μνήμην ἀφείλετο. ἀλλὰ ταῦτα μὲν ἦσαν πρὸ τοῦ ἀνἀ-

[*](6. ἀπέβλεψας G, ἐπίβλεψας P. 15. ἄλλων C, ἄλλο PG. 18. Ἰταλικὸς G. 19. ἀνταρσίας Α, αὐταρσίας PG. 20. μαθητῶν Α, μαθημάτων PG. 22. μνήμην: λύπην A.)
265

χθῆναι τὸν ἐμὸν πατέρα εἰς τὴν τῆς βασιλείας περιωπήν· ἐπεὶ δὲ τὰ ὡδὶ παιδείας εὗρεν ἁπάσης ἐνδεῶς ἔχοντα καὶ τέχνης λογικῆς, τοῦ λόγου πόρρω που ἀπελαθέντος, αὐτός, εί του σπινθῆρές τινες ἦσαν τούτου ὑπὸ σποδιᾷ κρυπτόμενοι, ἀναχωννύειν ἠπείγετο, καὶ τοὺς ὅσοι περὶ τὰ μαθήματα ἐπιρρεπῶς εἶχον, ἦσαν γάρ τινες καἰ οὗτοι βραχεῖς καὶ μέχρι [*](C) τῶν Ἀριστοτελικῶν ἑστηκότες προθύρων,) τούτους πρὸς μάθησιν ὀτρύνων οὐκ ἐνεδίδου, προηγεῖσθαι δὲ τὴν τῶν θείων βίβλων μελέτην τῆς Ἑλληνικῆς παιδείας ἐπέτρεπε. τὸν δὲ Ἰταλὸν εὑρηκὼς τὰ πάντα μεστὰ ποιούμενον καὶ ἐξαπατῶντα, τῷ σεβαστοκράτορι Ἰσαακίῳ τὴν τούτου δοκιμασίαν ἀνέθετο· ἀνὴρ δὲ οὑτος φιλολογώτατος κὼ μεγαλεπη- ολώτατος. καὶ ὃς οὕτως ἔχοντα τὸν ἄνδρα εὑρηκὼς, δημοσίᾳ ἤλεγξε παραστήσας εἰς μέσον, εἶθ᾿ οὕτω τῇ ἐκκλησίᾳ [*](V. 119) ταρέπεμψε κατὰ κέλευσιν τοῦ ἀδελφοῦ καὶ βασιλέως. ἐπεὶ ἑ τὴν ἑαυτοῦ ἀπαιδευσίαν κρύπτειν οὐχ οἷός τε ἦν, κἀκεῖσε [*](D) ἔκφυλα τῆς ἐκκλησίας δόγματα ἐξηρεύξατο καὶ εἰς μέσους τοὺς τῆς ἐκκλησίας λογάδας κωμῳδῶν οὐκ ἐπαύετο καὶ ἀλλ’ ἄττα ποιῶν ἤθους ἀπαιδεύτου καὶ βαρβαρικοῦ, προέδρου ὄντος τῆς ἐκκλησίας τηνικαῦτα Εὐστρατίου τοῦ Γαριδᾶ· ὅς

[*](4. τινες om. Α. κρυπτόμενος G. 5. περὶ πρὸς? 6. ante μέχρι add. alterum οὗτοι Ρ, om. AG. 7. ἐστῶτες G. 9. παιδεύσεως Α. δὲ : τε G. 10. τὰ add. Α. 14. οὕτως Α. 15. κακὰ om. G. 18. ἄλλά τὰ P, ἄλλάττα G. correxi. 19. βαρβαρικοῦ· ὁ τότε ἀρχιερατεύων εὐστράτιος ὁ γαρυδᾶς περὶ τὰς οἰκοδομὰς τῆς μεγάλης ἐκκλησίας τοῦτον παρακατέσχεν, ἵνα Α. 20. Γαριδᾶ C, Γαρυδᾶ PG hic et infra.)
266

τοῦτον παρακατέσχε περὶ τὰς οἰκοδομὰς τῆς μεγάλης ἐκκλησίας, ἵνα τάχα πρὸς τὸ κρεῖττον μεταποιήσῃ. ἀλλὰ μικροῦ θᾶττον ἂν αὐτὸς τῆς ἐκείνου μετέσχε κανίας, ἥ μετέδωκε κρείττονος [*](P. 149) γνώσεως, κατὰ τὸ φάμενον· ὁ γὰρ Ἰταλὸς τὸν Γαριδᾶν ὅλον ἑαυτοῦ ἐποιήσατο. τί τὸ ἐντεῦθεν., ὁ δῆμος ἅπας τῆς Κωνσταντίνου πρὸς τὴν ἐκκλησίαν συγκεκίνητο, τὸν Ἰταλὸν ἀναζητοῦντες. καἰ τάχα ἂν ἀφ’ ὕψους εἰς μέσον τῆς ἐκκλησίας ἔρριπτο, εἰ μὴ λαθὼν ἐκεῖνος εἰς τὸν ὄροφον τουτουῒ τοῦ θείου τεμένους ἀνελθών, ἔν τινι φωλεῷ ἑαυτὸν συνεκάλυψεν. ὡς δὲ τὰ παρ’ ἐκείνου κακῶς δογματισθέντα πολλοῖς τῶν περὶ τὰ ἀνάκτορα ἐθρυλλεῖτο, καὶ μεγιστᾶνες οὐκ ὀλίγοι διεφθά- [*](B) ρησαν ὑπὸ τῶν φθοροποιῶν τούτου δογμάτων, καἰ μεγάλως ἡ τοῦ βασιλέως ψυχὴ διὰ τοῦτο ἐδάκνετο, εἰς ἕνδεκα τινα κεφάλαια τὰ δογματισθέντα κακῶς παρὰ τοῦ Ἰταλοῦ συνεκεφαλαιώσαντο καὶ τῷ βασιλεῖ ἐξαπέστειλαν. ὁ δὲ αὐτοκράτωρ αὐτὰ ταῦτα τὰ κεφάλαια τὸν Ἰταλὸν ἀναθεματίσαι ἐπ’ ἄμβωνος ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἐκέλευσεν ἀνακεκαλυμμένῃ τῇ τοῦ πλήθους ἅπαντος ἀκροωμένου καὶ ἐπιλέγοντος αὐτοῖς τὸ ἀνάθεμα. ὡς οὖν ἐγένετο ταῦτα, καὶ ὁ Ἰταλὸς ἀκάθεκτος ἦν καὶ πάλιν ἐν πολλοῖς τὰ τοιαῦτα ἔλεγεν ἀναφαν-

[*](2. μεταποιήσῃ CA, μεταποιῆσαι PG. 4. τὸ φ. G, τὸν Ρ. ὁ γὰρ: καὶ ὁ G et in margine P. 5. ἑαυτὸν G. τῆς Κωνσταντίνου om. A. 6. κεκίνητο Α. 7. τάχ’ ἄν A. ὕψους κύμβαχος ἔῤῥιπτο Α. 8. τουτουὶ· om. AG. 10. τῶν add. CA. 11. μεγιστᾶνες om. A. 12. ὑπὸ: ἀπὸ C. A, τούτων PG. 13. ἐδάκνετο CA, ἐδήκνατο P, ἐδείκνετο G. 14. κακῶς τῷ Ἰταλῷ G. 16. ταῦτα om. Α. 18. παντὸς G. ἐπιλέγοντος Α, λέγοντος PG. 19. τοῦτο Α.)
267

δόν, κω παραινούμενος παρὰ τοῦ βασιλέως, ἄτακτόν τε καὶ [*](C) βαρβαρικὸν ἀπεπήδα, ἀνεθεματίσθη καὶ αὐτός, κἂν ἐσύστερον, αὖθις ἐκείνου μεταμεληθέντος, μετριώτερος καὶ ὁ τούτου γέγονεν ἀναθεματισμός. καὶ τὰ μὲν δόγματα ἀπεντεῦθεν ἀναθεματίζεται, τὸ δὲ ἐκείνου ὄνομα πλαγίως πως καὶ ὑποκεκρυμμένως καὶ οὐδὲ τοῖς πολλοῖς γνωρίμως ὑπάγεται τῷ ἐκκλησιαστικῷ ἀναθέματι. καὶ γὰρ οὗτος ἐν ὑστέροις καιροῖς μετεβέβλητο περὶ τὸ δόγμα, καὶ ἐφ’ οἶς ποτὲ ἐπεπλάνητο, μεταμεμέλητο. ἠρνεῖτο δὲ καὶ τὰς μετεμψυχώσεις καὶ τὸ ὑβρίζειν τὰς σεπτὰς εἰκόνας τῶν ἁγίων, καὶ τὸν περὶ τῶν ἰδεῶν λόγον μεθερμηνεύειν πως πρὸς τὸ ὀρθόδοξον ἔσπευδε, [*](D) καὶ δῆλος ἦν καὶ αὐτὸς καταγινώσκων ἑαυτοῦ ἐφ’ οἶς πρώην τοῦ εὐθέως μετετέτραπτο.

[*](1. τε AG, τι P. 2. ἀναθεματίσθη PG, recte CA. 7. οὗτος om. Α. ἱν ὑστέρῳ Α. 8. περὶ: πρὸς AG. 10. τὰς τῶν ἁγίων σεπτὰς εἰκόνας Α. 11. πως om. Α. 13. μετέτραπτο CG.)
268
269

Τοῦ μέντοι Βρυεννίου κατέχοντος τὴν Καστορίαν, [*](Ρ. 152) καθάπερ ἄνωθεν εἴρηται, τοῦτον ἐκεῖθεν ἐξελάσαι καὶ τὴν. [*](V. 122) Καστορίαν κατασχεῖν ὁ αὐτοκράτωρ σπουδάζων, τὸ ὁπλιτικὸν αὖθις ἀνεκαλεῖτο. καὶ ὅπλοις ἅπαντας περιφράξας πρὸς τειχομαχίαν καὶ τὰς κατὰ τοὺς ἔξωθεν πολέμους συμπλοκάς, τῆς πρὸς τὸ κάστρον φερούσης εἴχετο. ἐστι δὲ ἡ θέσις τοῦ τόπου τοιαύτη. λίμνη τις ἐστιν ἡ τῆς καστορίας, ἐν ᾗ τράχηλος ἀπὸ τῆς χέρσου εἰσέρχεται καἰ περὶ τὸ ἄκρον εὐρύνεται, εἰς πετρώδεις βουνοὺς ἀποτελευτῶν. περὶ δὲ τὸν τράχηλον καὶ πύργοι καὶ μεσοπύργια ᾠκοδόμηνται κάστρου δίκην, διόπερ νὼ καστορία ὀνομάζεται. ἐκεῖ καταλαβὼν ὁ βασιλεὺς [*](Β) τὸν Βρυέννιον, δέον ἔκρινε τῶν πύργων καὶ τῶν μεσοτυργίων πρῶτος δι’ ἑλεπόλεων ἀποπειρᾶσθαι. ἐπεὶ δὲ ἄλλως οὐκ ἐνῆν, εἰ μὴ ὡς ἔκ τινος ὁρμητηρίου, τοὺς στρατιώτας τοῖς τείχεσι προσπελάζειν, χάρακα μέντοι πρώτως ἐπήξατο, εἶτα πύργους ξυλίνους κατασκευάσας καὶ σιδήρῳ τὰ τούτων συνδήσας περισφίγματα, ἐκ τούτων ὡς ἔκ τινος φρουρίου τοὺς κατὰ τῶν Κελτῶν συνίστατο πολέμους. τὰς γοῦν ἑλεπόλεις καὶ τὰ πετροβόλα μηχανήματα ἔξωθεν καταστήσας, διὰ πά-

[*](1. περὶ τοῦ πολέμου τῆς Καστορίας P in margine. 2. ὡς εἴρηται Α. τὴν Καστορίαν C et in margine P, ταύτην PGA. 3. ὁ add. GA. ἐσπούδαζε G, ἐσπούδαζε τὸ ὁπλιτικὸν ἅπαν συλλέξας καἰ πρὸς ταύτην φερούσης εἴχετο Α. 9. δὲ om. A. 11. διόπερ A. ὅπερ PG. ἐκεῖ γοῦν καταλαβὼν ὁ βασιλεὺς, καὶ τἀς ἑλεπόλεις καἰ τὰ πετροβόλα μηχανήματα καταστήσας A. 12. τὸν Βρυέννιον delendum. 13. lege πρώτον. 14. ὡς om. G. 15. πρῶτος G. 16. παρασκευάσας G.)
270
[*](C)

σης νυκτὸς καὶ ἡμέρας μαχόμενος καὶ κατασείσας τὸν τοῦ τείχους περίβολον, ἐπεὶ κρατερώτερον οἱ ἐντὸς ἀνθίσταντο, οὐκ ἐνεδίδουν, οὐδὲ τοῦ τείχους καταρραγέντος,) ὡς δὲ οὐκ ἐνῆν αὐτῷ ἔτι τῶν κατὰ σκοπὸν τυχεῖν, βουλὴν βουλεύεται γενναίαν ἅμα καἰ συνετήν, ἕν’ ἐξ ἑκατέρου ἔκ τε τῆς ἠπείρου κω· τῆς λίμνης, διὰ πλοίων εἰσαγαγὼν γενναίους τινάς, ἐν ταὐτῷ τὸν πόλεμον ποιήσηται. πλοίων δὲ [*](P. 153) μὴ ἐνόντων, ἐν ἁμάξαις ἐπιφορτίσας ἀκάτιά τινα μικρὰ διὰ τοῦ μολισκοῦ ἐν αὐτῇ εἰσήγαγεν. ὁρῶν δὲ τοὺς μὲν ἀνιόντας τῶν Λατίνων ἐξ ἑνὸς μέρους ταχέως, τοὺς δὲ ἐξ ἑκατέρου κατιόντας πλείονα χρόνον τρίβοντας έν τῷ κατιέναι, τὸν Παλαιολόγον Γεώργιον μετὰ ἀλκίμων ἀνδρῶν ἐν αὐτοῖς εἰσελάσας, εἰς τοὺς πέρι τοὺς βουνοὺς πρόποδας προσορμίσαι προσέταξε, παραγγείλας, ὁπηνίκα τὸ δοθὲν αὐτῷ σημεῖον θεάσοιτο, τηνικαῦτα τὴν ἀκρολοφίαν καταλαβόντα ἐξ ὀπισθίων αὐτῶν καὶ διὰ τῆς ἀοικήτου καὶ ῥᾳδιωτέρας εἰσελθεῖν· καὶ [*](Β) ὁπηνίκα τὸν αὐτοκράτορα θεάσηται ἀπὸ τῆς χέρσον τὸν μετὰ τῶν Λατίνων πόλεμον ἀναδεξάμενον, καὶ αὐτὸν σπεῦσαι ὡς δύναμις, ἵνα μὴ ὡσαύτως πρὸς ἑκάτερα μάχεσθαι δυνάμενοι, ἀλλ’ ἐξ ἑνὸς μέρους τοῦ τόνου τῆς μάχης χαλάσαντος, ἁλώσιμοι,. τηνικαῦτα ἐκ· ταὐτοῦ μέρους γένωνται. ὁ μὶν οὖν Παλαιολόγος Γεώργιος ταῖς ἀκταῖς τοῦ ἤδη ῥηθέντος βουνοῦ προσορμίσας,

[*](7. ἐνταῦθα G. 9. ἐν αὐτῇ: εἰς τὴν λίμνην Α. 10. ἑκατέρου: lege ἑτέρου. 12. αὐτῶ G. fortasse εἰσελάσαντα. 13. τοὺς prius add. CG. προσορμῆσαι Ρ, προσορμίσαι CG. 16. αὐτῶν CG, αὐτὸν P. 20. χαλάσαντος F, χαλάσαντες PG. 22. προσορμίσας CG, προσορμήσας P.)
271

ὁπλισάμενος εἰστήκει, σκοπὸν ἄνωθεν ἐπιστήσας τὸν τὸ δοθὲν αὐτῷ παρὰ τοῦ βασιλέως ἐπιτηροῦντα ἰδεῖν σύνθημα, καὶ παρήγγειλεν ὡς, ὁπηνίκα τοῦτο θεάσοιτο, αὖθις αὐτῷ τοῦτο ἐπισημήνασθαι. ἀυγαζούσης δὲ τῆς ἡμέρας ἤδη τὸ ἐνυάλιον ἀλαλάξαντες οἱ τοῦ αὐτοκράτορος πόλεμον μετὰ τῶν Λατίνων [*](C) ἀπὸ τῆς χέρσου συναίρειν ἠπείγοντο. ὁ δὲ σκοπὸς τὸ δοθὲν συμεῖον θεασάμενος, δι’ ἑτέρου σημείου δηλοῖ τῷ Παλαιολόγῳ. ὁ δ’ εὐθὺς μετὰ τῶν σὺν αὐτῷ τὴν ἀκρολοφίαν θᾶττον [*](V. 123) καταλαβών, συνησπικὼς ἵστατο. τὴν γοῦν ἐκτὸς πολιορκίαν ὁ Βρυέννιος ὁρῶν καὶ Παλαιολόγον κατ᾿ αὐτῶν βρύχοντα, οὐδ’ οὕτως ἐνεδίδου, ἀλλὰ τοὺς κόμητας ἐκέλευε γενναιότερον ἀντικαθίστασθαι. οἱ δὲ ἀναισχυντότερον αὐτῷ προσφερόμενοι ἔλεγον “ὁρᾷς, ὡς κακὸν ἐπὶ κακῷ ἐστήρικται· ἔξεστι οὖν ἑκάστῳ ἡμῶν τοῦ λοιποῦ τὴν ἑαυτοῦ σωτηρίαν πραγματεύσασθαι, καὶ τοὺς μὲν τῷ βασιλεῖ προσελθεῖν, τοὺς δὲ ἐπὶ τὴν οἰκείαν πατρίδα ἐπαναζεῦξαι." καἰ παραχρῆμα [*](D) ἔργου ἁψάμενοι, ἐξαιτοῦνται τὸν αὐτοκράτορα μίαν, μὲν σημαίαν πρὸς τὸ τοῦ μεγαλομάρτυρος Γεωργίου τέμενος στῆναι ἔφθασε γὰρ ἐπ’ ὀνόματι τούτου τοῦ μάρτυρος ἐκεῖσε ἀνοικοδομηθῆναι ὁ ναὸς οὑτοσί,) τὴν δὲ ὡς πρὸς τὸν Αὐλῶνα,

[*](1. ἐπιστήσας τούτῳ ἕνα τοὶ τὸ δοθὲν PG, ἐπιστήσας τὸ δοθὲν C, recte F. 2. post βασιλέως add. σημεῖον P, om. CF. 3. αὐτῷ τοῦ τὸ P. 7. σημείου FC, σημεῖον PG. 10. καὶ τὸν Παλαιολόγον — βρύχοντα om. CG. an αὐτοῦ? βρύχοντος F. 14. οὐν FA, γοῦν PG. ὑμῶν Α. 17. ἔργον PG, ἔργου FA. 18. πρὸς τὸ — τέμενος A. πρὸς τῷ — τεμένει PG. 20. τὴν δὲ: ἑτέραν δὲ πρὸς τὴν εἰς τὸν αὐλῶνα ἀπάγουσαν Α.)
272

ἵν᾿ ὁπόσοι μὲν ἡμῶν τῇ σῇ βασιλείᾳ θητεῦσαι βούλοιντο, τῇ πρὸς τὸ τέμενος τοῦ μάρτυρος ἀπονενευκυίᾳ προσέλθωσιν , [*](P. 154) ὁπόσοι δὲ πρὸς τὴν ἰδίαν πατρίδα ἐπαναζεῦξαι, τῇ πρὸς τὸν Αὐλῶνα ἀφορώσῃ προσχωρήσωσι. ταῦτ’ εἰπόντες παραχρῆμα προσῆλθον τῷ βασιλεῖ. ὁ δὲ Βρυέννιος γενναῖος ὢν ἀνὴρ προσεληλυθέναι μὲν τῷ βασιλεῖ οὐδαμῶς ἠβούλετο, ἑπώμνυτο δὲ μηδέποτε κατ’ αὐτοῦ ὅπλα κινῆσαι, εἰ μόνον δοιή τοὺς τοῦτον μέχρι τῶν ὁρίων τῆς τῶν Ῥωμαίων βασιλειᾶς ἀκινδύνως διασώσοντας, καἰ οὕτω πρὸς τὴν ἰδίαν ἀπολῦσαι χώραν. ὁ δὲ αὐτοκράτωρ μάλα ταχέως ἐπλήρου τὸ αἰτηθέν. αὐτὸς δὲ τῆς πρὸς τὸ Βυζάντιον εἴχετο νικητὴς ἐπιφανέ- στατος.

Μικρὸν δὲ ἐνταῦθα τὴν τοῦ λόγου διήγησιν διακόψασα, ὅπως καὶ τοὺς Παυλικιανοὺς κατηγωνίσατο, διηγήσο- [*](Β) μαι. οὐκ ἔφερε μηδὲ τούτους τοὺς ἀποστάτας καταγωνίσασθαι πρὸ τοῦ τὰ βασίλεια καταλαβεῖν ἀλλ’ ὥσπερ ἀπό τινος νίκης ἑτέραν νίκην πρυτανευόμενος, καὶ τὴν πληθὺν τῶν Μανιχαίων τὸν κύκλον συμπληροῦσαν τῶν ἑαυτοῦ κατορθωμάτων ἐποίει. οὐδὲ γὰρ ἐνῆν τῷ λαμπρῷ τροπαίῳ τῶν ἑσπερίων πολεμίων οἷον σπίλον ἐνεῖναι τοὺς ἐκ Παυλικιανῶν ὁρμωμένους ἐκείνους. διὰ πολέμου δὲ καὶ μάχης οὐκ ἤθελεν, ἴνα

[*](1. ἡμῶν om. A. 3. ἰδίαν: οἰκείαν A. 4. ἀφορώσει P. 6. μὲν om. CG. τῳ βασιλεῖ add. A. οὐδαμῶς: οὐκ Α. ἠβούλετο Α, ἐβούλετο PG. ἐπόμνυτο PA, ἐπώμνυτο CG. 7. κατ’ αὐτοῦ μηδέποτε G. 8. τοῦτον : αὐτὸν Α. 9. διασώσαντας G. 11. ἐπιφανέστατος om. Α. 13. τοῦ λόγου om, G. διακόψασα FP, τεμοῦσα CG. 14. καὶ add. F.)
273

νὴ ὲν τῇ συμβολῇ τοῦ πολέμου πολλοὶ ἐξ ἑκατέρων ἀναιρεθήσονται, πάλαι τούτους γινώσκων ἐκθυμοτάτους ἄνδρας καὶ δριμὺ κατὰ τῶν ἐχθρῶν πνέοντας. ἔσπευδεν οὖν διὰ τοῦτο τοὺς πρωταιτίους μὲν τιμωρήσασθαι, τοὺς δέ γε λοιπούς τῷ τοῦ στρατοπέδου συγκαταλέξαι σώματι. ἔνθεν τοι καὶ διὰ [*](C) τρόπου τούτου μετῂει. γινώσκων δὲ τὸ φιλοκίνδυνον τῶν ὠρῶν ἐκείνων καὶ περὶ τοὺς πολέμους καὶ τὰς μάχας ἀκάθεκτον, ἐδεδίει μὴ ἀπογνόντες χεῖρόν τι μελετήσαιεν· ἠρέμουν γὰρ τέως τὴν σφῶν οἰκοῦντες πατρίδα, καἰ οὔπω πρὸς λεηλασίας ἄλλας καὶ προνομὰς ἐξετράποντο· μετεπέμπετο οὖν διὰ γραμμάτων τούτους ἐν τῷ πρὸς τὸ Βυζάντιον ἐπανέρχεσθαι συχναῖς ὑποσχέσεσιν. οἱ δὲ τὴν κατὰ τῶν Κελτῶν νίκην αὐτοῦ μεμαθηκότες ἐδεδίεσαν. εἰ τάχα καὶ τὰ γράμματα χρησταῖς αὐτοὺς ἐλπίσιν ὑπέσαινον· ὅμως καὶ μὴ βουλόμενοι τῆς πρὸς αὐτὸν εἴχοντο. ἐκεῖνος δὲ τὴν καταλαβών, αὐτοῦ που προσέμενεν, ὑποκρινόμενος δι’ ἄλλ’ ἄττα ἐγκαρτερεῖν, τὸ δέ γέ ὅλον τὴν αὐτῶν ἀναμένων ἄφιξιν. καταλαβόντων δέ, ἐσχηματίζετο ἀναθεωρῆσαι τούτους βούλεσθαι καὶ ἑκάστου τὴν ὀνομασίαν ἐγγράψασθαι ἔνθεν τοι καὶ φοβερὸς προὐκάθητο, καὶ οὐ φύρδην, ἀλλὰ κατὰ [*](V. 124) δεκάδας τοὺς λογάδας τῶν Μανιχαίων ποιεῖσθαι ἐκέλευσε,

[*](3. ἐχθρῶν: ἀντιπάλων Α. 6. τούτους C. δὲ: malim γὰρ 15. Μοσυνούπολιν P, Μοσυνόπολιν ΑG. 16. αὐτοῦ που Α et in margine P, αὐτόθι PG. 17. ἀλλάττα Λ, ἀλλ᾿ ἅττα PG. correxi. 18. καταλαβόντων C, καταλαβόντας PG, καταλαβόντας δὲ τούτους Α. 19. ἀναγράψασθαι CG. 20. κατὰ C ef. in margine P, καὶ PGA. 21. τοὺς λογάδας om. C. ἐκέλευε A.)

post ἐκέλευσε excidisse videtur τὴν πάροδον

274

τὴν τῶν κοινῶν θέαν ἐς νέωτα ὑποσχόμενος· κἆθ’ οὕτως [*](P. 155) εἴσω τῶν πυλῶν ἀπογραφομένους εἰσέρχεσθαι. ἡτοιμασμένοι δὲ ὄντες οἱ τούτους δεσμεῖν ὀφείλοντες, τοὺς ἵππους καὶ τὰ ὅπλα ἀναλαμβανόμενοι, τούτους έν τοῖς ἀποτεταγμένοις φρουρίοις ἐνέκλειον. οἱ δέ γε ἐφεξῆς ἐρχόμενοι, παντελῆ τῶν πραττομένων ἄγνοιαν ἔχοντες, εἰσῄεσαν ἀγνοοῦντες τὸ ἀποβησόμενον ἑκάστῳ. τούτους μὲν οὖν οὕτω κατέσχε, καὶ τὰς αὐτῶν περιουσίας δημεύσει καθυποβαλών, διενείματο τοῖς συγκεκοπιανκόσι τούτῳ έν ταῖς συμπεσούσαις μάχαις καὶ τοῖς κινδύνοις γενναίοις ἐκείνοις στρατιώταις. ἀπελθὼν δὲ ὁ τὴν οἰκο- [*](B) νομίαν ταύτην ἀναδεξάμενος, καὶ τὰς αὐτῶν γυναῖκας τῶν οἰκιῶν ἀπελάσας κατὰ τὴν ἀκρόπολιν ἐμφρούρους εἶχεν. τοὺς δέ γε κατασχεθέντας τῶν Μανιχαίων συμπαθείας κατὰ μικρὸν ὁ αὐτοκράτωρ ἠξίωσεν· ὁπόσοι δὲ καὶ τοῦ θείου βαπτίσματος τυχεῖν προείλοντο, οὐδὲ τούτου ἀπετύγχανον. διὰ παντοίας δὲ περιελθὼν αὐτοὺς μεθόδου καὶ διαγνοὺς τοὺς πρωταιτίους τῆς τοιαύτης ἀπονοίας, ὲν νήσοις περιορίσας [*](C) καθεῖρξε· τοῖς δέ γε λοιποῖς ἄδειαν δεδωκὼς ὅπη βουλητὸν αὐτοῖς ἀπιέναι, ἀπέλυσεν. οἱ δὲ τὴν ἐνεγκαμένην τῶν ἄλλων προτιμησάμενοι, αὐτίκα πρὸς αὐτὴν ἐπανέτρεχον, ὡς ἐνὸν τὰ κατ’ αὐτοὺς οἰκονομήσαντες.

[*](4. ἀναλαμβάνεσθαι A. 6. τῷ ἑκάστῳ ἀποβησόμενον Α. 7. οὖκ om. A. 8. τῇ δημεύσει A. συγκεκοπακόσι P. 10. ἀπελθὼν δὲ: πέμψας δὲ εἰς φιλίππου πόλιν καὶ τἀς αὐτῶν A. 13. lege μετὰ μικρὸν. 17. πρωταιτίους Α, αἰτίους PG. 18. ὅπη CA, ὅποι PG.)
275

Ἐκεῖνος δὲ πρὸς τὴν βασιλίδα τῶν πόλεων ἐπάνεισιν. οὐκ ἔλαθε δὲ τοῦτον τὰ κατ᾿ αὐτοῦ ἐν τριόδοις τε καὶ γωνίαις ὑποψιθυριζόμενα. ἀλλὰ ἀκούων ἐτιτρώσκετο τὴν ψυχήν, ὕτι μὴ τοσοῦτον εἰργασμένος, πολλαπλασίω τὰ στόματα τῶν συκοφαντούντων εἰχεν ἑαυτῷ περιχαίνοντα. ἐκεῖνος γὰρ χρείας κατεπειγούσης καὶ κοσμικοῦ κλύδωνος ἔξ ἀπορίας τῶν βασισικῶν ταμιείων, πρὸς τοῦτο ἀπέβλεψε καὶ ὡς δάνειον ἐλογίζετο, ἀλλ᾿ ἀλλ’ οὐχ ὡς ἅρπαγμα ἢ τυραννικῆς χειρὸς ἐπιβουλήν, ὡς οἱ διαλοιδορούμενοι λέξειαν. ἀλλὰ καὶ γνώμης οὕτως εἶχεν, ὡς μετὰ τὸ κατορθῶσαι τοὺς ἐπικειμένους πολέμους ἀποδώσων ταῖς ἐκκλησίαις τὸν ἀφῃρημένον κόσμον κόσμον αὐτῶν. [*](D) καὶ οὐκ ἔφερεν ἐπαναζεύξας τῇ βασιλίδι τῶν πόλεων, ὑπόθεσιν γίνεσθαι τοῖς ἐθέλουσι διασύρειν τὰ ἐκείνου. ἔνθεν τοι καὶ ἐκκλησίαν κηρύττει καὶ συνέδριον μέγιστον εἰς τὰ ἐν Βλαχέρναις ἀνάκτορα, ἐαυτὸν ἐθέλων πρῶτον ὑπόδικον καταστήσασθαι, καὶ οὕτω τὰ ὑπὲρ ἐαυτοῦ ἀπολογήσασθαι. παρῆν δὲ ἤδη καὶ ἡ σύγκλητος ἅπασα καὶ τὸ στρατιωτικὸν καὶ ὅσον τοῦ ἱερατικοῦ καταλόγου, καραδοκοῦντες τὸ τί ἂν βούλοιτο ἡ [*](P. 156) τῶν ἁπάντων συνέλευσις. τὸ δὲ ἦν ἄρα ἄλλο οὐδὲν ἢ ἡ τῶν κατὰ τοῦ βασιλέως θρυλλουμένων ἀνάκρισις. παρῆσαν οὖν

[*](1. ἐκεῖνος δὲ: ὁ δέ γε βασιλεὺς Α. τὴν τῶν πόλεων βασιλίδα A. ἐπάνεισιν A, ἐπάνεισι PG. 3. ὑποψιθυριζόμενα: desidero περὶ τῆς τῶν ἱερῶν. ἐκποιήσεως vel similem criminis mentionem, quo sequens πρὸς τοῦτο ἀπέβλεψε referendum sit. ἀλλ᾿ ἀκούων A. 7. ταμείων G. 9. οἱ om. G. 12. ἐπαναζεύξας C, ὑπαναζεύξας PG. 13. διασύρνειν PG, διασύρειν C. 14. καὶ primum om. G. 16. αὐτοῦ G. 17. ὅσοι A. 18. ἱεροῦ AG. βούλοιτο: γένοιτο A. 19. ἄρα om. G.)
276

τηνικαῦτα οἱ τῶν ἱερῶν φροντιστηρίων κηδεμόνες. καὶ τὰ βιβλία ἐς μέσον τηνικαῦτα προὐτίθετο, (βρέβια ταῦτα ἡ συνήθεια οἶδε καλεῖν,) ἐν οἷς ἀναγεγράφαται τὰ ἐν ἑκάστῳ τεμένει κειμήλια. καὶ τῷ μὲν φαινομένῳ κριτὴς ὃ βασιλεὺς ἐπὶ τοῦ βασιλικοῦ καθῆστο θρόνου, τῇ δὲ ἀληθείᾳ αὐτὸς ἔξετασθησόμενος. [*](V. 125) ἔξητάζετο τοίνυν τὰ πάλαι παρὰ πολλῶν ἀνατεθέντα [*](B) τοῖς εὐαγέσιν οἴκοις, καὶ παρὰ τούτων ἐσύστερον ἢ καὶ αὐτοῦ τοῦ αὐτοκράτορος ἀφαιρεθέντα. καὶ ἐπεὶ μηδὲν ἕτερον ἀφαιρεθὲν κατεφανίνετο, ἀλλ᾿ ἢ μόνον ὁ τῇ σορῷ τῆς βασιλίδος ἐκείνης Ζωῆς ἐκ χρυσοῦ καὶ ἀργύρου ἐπικείμενος κόσμος καὶ ὀλίγα τινὰ ἄλλα σκεύη μὴ τοσοῦτον εἰς ἱερὰν λειτουργίαν χρηματίζοντα, ἑαυτὸν εἰς τοὐμφανὲς ὁ αὐτοκράτωρ ὑπόδικον καθίστησιν, κριτὴν δὲ τὸν βουλόμενον ὁντιναοῦν. καὶ μετὰ μικρὸν μεταβαλὼν τῇ γλώττῃ λέγει· “ἐγώ” φησι “τὴν βασιλείαν πανταχόθεν κυκλουμένην βαρβάροις εὑράμενος [*](C) καὶ μηδέν τι πρὸς τοὺς ἐπικειμένους ἐχθροὺς ἄξιόμαχον ἔχουσαν, ἴστε ὁπόσοις κινδύνοις περιπέπτωκα, μικροῦ καὶ βαρβαρικοῦ ξίφους ἔργον γεγονώς. καὶ γὰρ πολλαπλασίους ἦσαν οἱ ἑκατέρωθεν ἡμᾶς τοξεύοντες. τὰσ γὰρ τῶν Περσῶν ἐπελεύσεις καὶ τὰς τῶν Σκυθῶν ἐκδρομὰς οὐκ ἀγνοεῖτε, καὶ τῶν ἐκ Λογγιβαρδίας ὄξυνομένων δοράτων οὐ ἐπιλέλησθε.

[*](2. προὐτίθεντο PG, προυτίθετο C, idque REiskius tacite correxit ad Constant. p. 752. 4. τῷ μὲν φαινομένῳ PA, τὸ μὲν φαινόμενον CG. 5. τῇ δ᾿ A. 6. ἀνατεθέντα CA, ἀνατιθέντα PG. 7 τούτων: lege τῶν. 9 ἕτερον om. A. ἀλλ᾿ ἢ μόνον ὁ CA, ἀλλ᾿ ἢ ὁ G, κατεφαίνετο ὁ μόνον τῇ P. σορῷ A, σωρῷ PG. 14. λέγει add. A. 15. κυκλουμένην πανταχόθεν A. 16. μηδένα πρὸς τοὺς ἐπικ. ἐχθ. ἀξιόμαχον ὄντα, ἴστε A. 18. πολλαπλασίους γὰρ ἦσαν A. 21. ἐπελήσθητε CG.)
277

τὰ δὲ χρήματα συναπῆρε τοῖς ὅπλοις, καὶ ὁ κύκλος τῆς ἡγεμονίας εἰς τὸ ἀμερὲς συνένευε κέντρον. ὅπως δὲ τὸ τε ὁπλιτικὸν ἅπαν ηὔξηται γυμναζόμενον καὶ ἁπανταχόθεν συλλεγόμενον [*](D) καὶ συγκροτούμενον, οἴδατε· καὶ ταῦτα πάντα ὅτι πολλῶν ἐδεῖτο χρημάτων, ἴστε πάντες, καὶ ὅτι τὰ ἀφαιρεθέντα εἰς δέον ἀνήλωτο, κατὰ τὸν Περικλέα ἐκεῖνον, καὶ ὑπὲρ τῆς ὑμῶν τιμῆς δεδαπάνηται. εἰ δὲ τοῖς μεμψιμοίροις ὡς τοῖς κανόσι προσκεκρουκότες κατεφάνημεν, θαυμαστὸν οὐδέν. ἀκούομεν γάρ, ὅτι καὶ ὁ ἐν βασιλεῦσι προφήτης Δαβὶδ εἰς ἦν αὐτὴν ἀνάγκην ἐληλυθὼς, τῶν ἱερῶν ἐγεύσατο ἄρτων μετὰ τῶν στρατευμάτων αὐτοῦ, καὶ ταῦτα μὴ ἐνδεχομένου, τῆς ἔξιδιαζομένης τοῖς ἱερεῦσι τροφῆς ἰδιώτην ἅψασθαι. καὶ ἄλλως δὲ καταμαθεῖν ἐστι τοὺς ἱεροὺς κανόνας έν ἑτέροις ἐνδιδόντας τὰ ἱερὰ πιπράσκεσθαι ὑπὲρ ἀναρρύσεως αἰχμαλώτων. εἰ δὲ [*](P. 157) αἰχμαλωτιζομένης οἰκουμένης καὶ δορυαλώτων ἤδη τῶν πολεων καὶ αὐτῆς τῆς Κωνσταντίνου γενέσθαι κινδυνευουσῶν, ὀλίγων τινῶν κὼ οὐδὲ πάνυ τῆς τῶν ἱερῶν μετεχόντων ἀξίας ἐν βίᾳ τοσαύτῃ ἁψάμενοι, εἰς τὴν ἐλευθερίαν τούτων κατεχρησάμεθα, οὐδεμίαν ἄρα κατηγορίαν εὔλογον τοῖς φιλοσκώμμοσι καταλιμπάνομεν." ταῦτ’ εἰπὼν καὶ μεταστρέψας τὸν λόγον, ἔνοχον οἶον ἑαυτὸν ποιεῖται καὶ καταδικάζει αὐτὸς

[*](2. συνένευε CA, συννένευκε PG. ante ὁπλητικὸν P add. ὁ om. CG. 5. τὰ add. CAG. 6. ἀνήλωται G. καὶ ὑπὲρ: ἀπο A. 9. ὁ oin. G. 11. ἐνδεχομένως A. 12. τοῖς add. G. 15 an τῆς οἰκουμένης·’. 18. συνεχρησάμεθα P, κατεχρησάμεθα CAG. 21. οἷον: πάλιν A.)

ε

278

ἑαυτόν. εἶτ᾿ αὖθις τὰ βρέβια ἀνελίττειν προτάττει τοῖς [*](Β) ἵνα καταφανῆ γένηται τὰ ἀφῃρημένα. καὶ παραχρῆμα τῷ μὲν σεκρέτῳ τοῦ Ἀντιφωνητοῦ χρυσίου ποσότητα ἱκανὴν ἐλογίσατο κατ’ ἔτος εἰσκομιζομένου τοῖς τοῦ δημοσίου φροντισταῖς, ὃ καἰ μέχρι τοῦ νῦν ἀπαρασάλευτον διαμεμενήκει· ἐκεῖσε γὰρ ἡ τῆς δηλωθείσης βασιλίδος σορὸς ἐναπέκειτο· τοῖς δὲ Χαλκοπρατείοις ἐτησίαν εἴσοδον χρυσίου ἀρκοῦντος τοῖς τῷ θείῳ τεμένει τῆς θεομήτορος συνήθως τοὺς ὕμνους ἐπιτελοῦσιν ἐκ τῶν βασιλικῶν ταμιείων πρυτανεύεσθαι παρεκελεύσατο.

Ἐν τούτοις ἐπιβουλὴ ἀνεφάνη κατὰ τοῦ αὐτοκράτορος, μελετωμένη παρά τε τῶν τῆς συγκλήτου λογάδων καὶ τῶν τοῦ στρατοῦ κορυφαίων· καὶ διεμηνύθη τηνικαῦτα τῷ [*](C) αὐτοκράτορι. καὶ οἱ κατήγοροι παρέστησαν καὶ τοὺς συνίστορας [*](V. 126) τῆς τοιαύτης βουλῆς ἐξήλεγχον. ἐκδήλου δὲ τῆς μελέτης ἤδη γεγονυίας καὶ τῆς ἀπὸ τῶν νόμων ποινῆς κατ’ ἀυτῶν βαρείας ἐπερχομένης, ὁ αὐτοκράτωρ ποινὴν μὶν αὐτοῖς οὐδαμῶς ἐπενεγκεῖν προτεθύμητο, δήμευσιν δὲ μόνον καὶ περιορισμὸν κατὰ τῶν πρωταιτίων ἀπεφήνατο, καὶ μέχρι τούτου τὴν τῆς τοιαύτης ἐπιβουλῆς ἐπεξέλευσιν ἔστησεν. ἀλλὰ γὰρ ὁ λόγος ἀνατρεχέτω αὖθις ὅθεν ἀπερρύη. ὁπηνίκα ὁ αὐτο-

[*](1. εἶτ᾿ αὖθις: καὶ προστάττει ἀνελίττειν τὰ βρέβια Α. 4. εἰσκομιζομένην Α. τοῦ om, A. 5. ὃ: ἣ Α. ἀσάλευτον Α. 6. σορὸς CA, σωρὸς PG. 9. ταμείων G. 11. βουλὴ Α. ἐφάνη G. 13. καὶ om. A. 16. ἤδη om. A. 17. οὐδαμῶς ἐπενεγκεῖν αὐτοῖς P. altero ordine AG. 21. αὖθις add. CAG et in margine P)
279

κράτωρ εἰς τὴν τοῦ δομεστικἀτου ἄξίαν παρὰ Νικηφόρου τοῦ Βοτανειάτου ἀνηνέχθη, Τραυλόν τινα Μανιχαῖον προσλαβόμενος [*](D) μετὰ τῶν γνησίων αὐτοῦ θεραπόντων συγκατέλεξε, καὶ τοῦ βαπτίσματος ἀξιώσας, μιᾷ τῶν τῆς βασιλίδος θεραπαινίδων συνέζευξεν. οὗτος οὖν τέσσαρας ἀδελφὰς ἔχων, ὡς ταύτας ἐμφρούρους μετὰ τῶν λοιπῶν τότε συναπαχθείσας ἐθεάσατο τό τε προσόντα ἀφαιρεθείσας ἄπαντα, ἤχθετο καὶ φέρειν οὐκ εἶχεν, ἀλλὰ διεσκοπεῖτο, ὅπως ἑαυτὸν τῆς τοῦ αὐτοκράτορος χειρὸς ἀπαλλάξειεν. ἐν γνώσει δὲ τούτων ἡ αὐτοῦ ὁμευνέτις ἤδη γεγονυῖα καὶ ἀποδιδράσκοντα τοῦτον ὁρῶσα, δηλοῖ τῷ τηνικαῦτα τὴν οἰκονομίαν τῶν Μανιχαίων [*](Ρ. 158) ἐμπεπιστευμένῳ. οὐ διέλαθε τοῦτο τὸν Τραυλόν, καὶ τηνικαῦτα ὁπόσοις φθάσας τὸ ἀπόρρητον ἀνεκάλυψε, πρὸς ἑαυτὸν ἐσπέρας μεταπέμπεται. καὶ ὁπόσοι δὲ ἐκ συγγενείας ἦσαν αὐτῷ προσήκοντες, ἐς αὐτὸν συνεληλυθότες καταλαμβάνουσι τὴν Βελιάτοβαν· πολίχνιον δὲ τοῦτο διακείμενον κατὰ τὴν ἀκρολοφίαν τοῦ κατὰ ταυτηνὶ τὴν Βελιάτοβαν τέμαχος. ἄοικον δὲ τοῦτο ἐφευρηκότες, ὥσπερ ἴδιόν τι λάχος λογισάμενοι, ἐν αὐτῷ τὰς οἰκήσεις ἐποιοῦντο. εἶτα τὰς καθ’ ἑκάστην ἐκδρομὰς ποιούμενοι καὶ μέχρι τῆς σφετέρας φθάνοντες πόλεως Φιλίππου λείαν πολλὴν ἀναλαμβανόμενοι ἐπανέσρεφον [*](B) ὁ δὲ Τραυλὸς τούτοις μὴ ἀρκούμενος, σπονδὰς μετὰ

[*](1. δομεστίκου G, δομεστικάτου FP. 7. ἀφαιρεθέντα G, alterum FP. 13. φθάσας F, φθάσαι P, om. G. ἀπεκάλυψε G. ἑαυτὸν F, αὐτὸν PG. 21. ἀναλαβόμενοι CG.)
280

τῶν τὸ Παρίστριον νεμομένων Σκυθῶν ἐποιεῖτο, τοὺς περὶ τὴν Γλαβινίτζαν καὶ Δρίστραν ἡγεμόνας καὶ τὰ ταύταις παρακείμενα ὑποποιούμενος, μνηστευσάμενος ἅμα ἑαυτῷ καὶ τῶν λογάδων Σκυθῶν ἰνὸς θυγατέρα, σπεύδων ἕλη χειρὶ λυπῆσαι τὸν αὐτοκράτορα διὰ τῆς τῶν Σκυθῶν ἐπελεύσεως. ταῦτα δὲ ὁ βασιλεὺς καθ᾿ ἑκάστην μανθάνων, τὸ μέλλον ἔσπευδεν ὑποποιεῖσθαι τοῦτον διὰ γραμμάτων καὶ ὑποσχέσεων, ὑφορώμενος τὸ ἔξ αὐτοῦ τεχθησόμενον κακόν. ἀλλὰ καὶ χρυσόβουλλον λόγον ἀπαθείας καἰ πάσης ἐλευθερίας ἐκ- [*](C) θέμενος, ἐκπέπομφε πρὸς αὐτόν. ἀλλ᾿ ὁ καρκίνος ὀρθὰ βαδίζειν οὐκ ἐμάνθανεν· ὁ αὐτὸς δὲ ἦν ὁ χθὲς καὶ πρότριτα, τοὺς τε Σκύθας ὑποποιούμενος καὶ πλείονας ἐν τῶν σφετέρων μεταπεμπόμενος χωρῶν καἰ ληϊζόμενος τὰ παρακείμενα απαντα.

Εἶτα ὁ μὲν αὐτοκράτωρ ὁδοῦ πάρεργον καὶ τὰ κατὰ τοὺς Μανιχαίους ποιησάμενος, ὑποσπόνδους αὖθις εἶχεν. ὁ δέ γε Βαϊμοῦντος κατὰ τὸν Αὐλῶνα χρονοτριβῶν ἦν· ἐπαναγέσθω γὰρ πρὸς αὐτὸν αὖθις ὁ λόγος· καὶ τὰ κω Βρυέννιον μεμαθηκὼς καὶ τοὺς ἄλλους κόμητας, ὦν οἱ μὲν [*](V. 127) θητεῦσαι τῷ αὐτοκράτορι προείδοντο, ἄλλοι δὲ ἄλλοσε διε- [*](D) σπάρησαν, τὴν ἐνεγκαμένην ἀναζητήσας διαπερᾷ εἰς Λογγιβαρδίαν καὶ καταλαμβάνει τὸν ἔδιον πατέρα τὸν Ῥομπέρτον

[*](1. τὸ add. G. 2. Δύστραν G, altprum FP. 9. χρυσοβούλλου G. ἀληθείας G. 10. ὀρθῶς G. 12. ἐκ τῶν G, αὐτῶν P. 17. γε om. G. 21. εἰς λογγιβαρδίαν διαπερᾷ Α. 22 τὸν Ῥομπέρτον add. A, Ῥομπέρτον C, om. PG.)
281

εἰς τὸ Σαλερηνόν, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, καὶ πολλὰ κάτα τοῦ βασιλέως εἰπών, ἠρέθιζε κὰτ αὐτοῦ. ὂν θεασάμενος ὁ Ῥομπέρτος τὴν δεινὴν ἐκείνην ἀγγελίαν ἐπὶ τοῦ προσώπου φέροντα, κὼ τὰς πολλὰς ἐκείνας ἃς ἐπ᾿ αὐτῷ εἶχεν ὀστράκου δίκην εἰς τοὐναντίον μεταπεσούσας, αὖος ἐφ᾿ ἱκανὸν εἱστήκει ὥσπερ ὑπὸ κεραυνοῦ βληθεὶς. πέρι πάντων δέ πυθόμενος καἰ μαθὼν τὰ παρ’ ἐλπίδας αὐτῷ συμπεσόντα, ἀθυμἱᾳ κατεσχέθη. ἀγεννὲς μὲν οὖν οὖν οὖδ᾿ οὐδὲ τῆς αὐτοῦ ἀνδρείας κω τόλμης ἀνάξιον. μᾶλλον μὲν. [*](Ρ. 159) οὖν καὶ πρὸς μάχας ἐπιπλέον ἠρέθιστο, καὶ φροντίδες τοῦτον καὶ· μέριμναι αὖθις τῶν προτέρων μείζους συνεῖχον. ἦν γὰρ ὁ ἀνὴρ ἰσχυρὸς προστάτης τῶν οἰκείων βουλευμάτων τε καὶ προλήψεων, καὶ μηδαμῶς ἐθέλων ἀνεῖναι ἐφ’ οἷς καθάπαξ διεβουλεύσατο, καὶ τὸ ὅλον εἰπεῖν ἀκατάπληκτος καί πάντα αὐτῷ ἁλώσιμα ἐκ μόνης προσβολῆς ὀιόμενος γίνεσθαι εὐθὺς οὑν τὸ φρονοῦν αὐτῷ τῆς ψυχῆς συναγαγὼν καἰ τῆς πολλῆς ἀθυμίας ἑαυτὸν ἀνακτησάμενος, ἀποστείλας ἁπανταχόθεν διεκηρύκευε τὴν εἰς τὸ Ἰλλυρικὸν αὖθις κατὰ βασιλέως διαπεραίωσιν, μετακαλούμενος ἅπαντας. κω αὐτίκα πανταχόθεν [*](Β) πλῆθος συνείλεκτο στρατιωτῶν, ἰππέων τε ναὶ πεζῶν, πάντων ἐξωπλισμένων λαμπρῶς καὶ πρὸς μάχην ἀποβλεπόν-

[*](1. Σαληρινὸν G. 2. ὃς καὶ θεασάμενος τοῦτον, τὴν δεινὴν Α. 3. ἐκείνην om. A. 4. ἐκείνας ἐλπίδας ὃς ἐπ’ αὐτῷ εἶχεν Α. C ἑστήκει Α. ἀπὸ G. 7. ἐλπίδα A. 8. οὖν om. 9. αὐτοῦ G, ἑαυτοῦ P. μὶν om. G. 10. ἐπιπλέον C, πλέον PG. 17. ἁπανταχόθεν A, πανταχόθεν PG. διεκηρύκευε Α, διεκηρύκευεν PG.)
282

τῶν. τὸ πλῆθος εἶπεν ὄν Ὅμηρος “ἠΰτε ἔθνεα ἑῶι ἀδινάων." καὶ συνέρρεον ἔκ τε τῶν παρακειμένων καὶ ἐξ ἀλλοδαπῶν δὲ οὐχ ἧττον. κἀντεῦθεν ὡπλίζετο καρτερῶς, ἐφ᾿ ᾡ τὴν τοῦ υἱοῦ ἀνακαλέσασθαι ἧτταν. ἱκανὰ δὲ συλλεξάμενος στρατεύματα, εἶτα τοὺς αὐτοῦ μετακαλεσάμενος νἱεῖς, τόν τε Ῥογέρην καὶ τὸν Γίδον καλούμενον, ὲν καὶ [*](C) βασιλεὺς Ἀλέξιος θέλων τοῦ πατρὸς ἀποστῆσαι, ἀποστείλας λάθρα περὶ κήδους αὐτῷ ἐδήλωσεν, ὑποσχόμενος κα τιμὴν διαφέρουσαν καὶ χρημάτων δόσιν δαψιλῆ· ὁ δὲ τούτων ἀκούσας συνέθετο, τὸν δὲ λόγον τέως εἶχεν ἀπόρρητον. τούτοις οὑν τὸ ἱππικὸν ὀπὰν παραδούς, ἀπέστειλε παραγγείλας σποῦ. δάσαι κατασχεῖν τὸν Αὐλῶνα. οἱ· καὶ διαπεράσαντες ἐξ ἐπιδρομῆς τοῦτον εἷλον. καὶ μετρητούς τινας εἰς φυλακὴν αὐτοῦ καταλιπόντες, μετὰ τῶν λοιπῶν καταλαβόντες τὸ Βοθρεντόν, ἐξ ἐφόδου κα τοῦτο κατέσχον. ὁ δέ γε Ῥομπέρτος τὸ [*](D) ναυτικὸν αὐτοῦ ὀπὰν ἀναλαβόμενος καὶ τὴν ὡς πρὸς τὸ Βοθρεντὸν παραλίαν παραπλέων, κατέλαβε τὸ Βρεντήσιον, ἐφ᾿ ᾦ πρὸς τὸ Ἰλλυρικὸν διαπερᾶσαι. τὸν δ’ ἀπὸ τῆς Ὑδροῦντος πορθμὸν ἦττον διάστημα ἔχειν μεμαθηκώς, ἐκεῖθεν διεπέρασεν εἰς τὸν Αὐλῶνα. καὶ οὕτω διὰ τῖς ἀναμεταξὺ τοῦ Αὐλῶνος καὶ τοῦ Βοθρεντοῦ παραλίας μετὰ τοῦ στόλου αὐτοῦ παντὸς διελθών, ἡνώθη μετὰ τῶν υἱῶν αὐτοῦ. ὡς δὲ

[*](6. Γίδαν P, Γῆδαν G, γῆδον Α. hic et infra correxi. vid. p. 388 A, 389 C, 390 B, 392 A. καὶ alterum add. A. 12. καὶ δὲ C. 14. καταλιπόντες εἰς τὸ βοθρωτὸν παραγενόμενοι, ἐξ ἐφόδου Α. 15. τοῦτο Α, τοῦτον PG. 16. ὡς πρὸς C et in margine P, ἐς PG. 18. Ἱδροῦντος C. 19. ἔχειν διάστημα G. 22. παντὸς: πεζῇ G.)
283

ἡ κορυφῶ προκατασχεθεῖσα πὰρ· αὐτοῦ αὖθις ἀπεστάτησε, τοὺς υἱοὺς αὐτοῦ εἰς τὸν Βοθρεντὸν καταλιπῶν, αὐτος μετὰ τοῦ ναυτικοῦ παντὸς ἀπέπλευσε πρὸς τὴν κορυφῶ. ἀλλ’ ὁ [*](P. 160) μὲν Ῥομπέρτος τοιαῦτα· ἅπερ μεμαθηκὼς ὁ αὐτοκράτωρ οὐδαμῶς ἀνεπεπτώκει, ἀλλὰ τοὺς Βενετίκους διὰ γραμμάτων [*](V. 128) ἐξώτρυνε, παρασκευάσας αὖθις τὸν μετὰ ἀναδήσασθαι πόλεμον, στόλον ἱκανὸν ἐξοπλίσαντας, καὶ δαπάνας πολλαπλασίους λήψεσθαι ὑποσχόμενος. αὐτὸς δὲ διήρεις καὶ τριήρεις καὶ παντοῖον εἶδος λῃστρικῶν νηῶν κατασκευάσας κατὰ τοῦ Ῥομπέρτου ἐξέπεμψεν, ὁπλίτας τῆς διὰ θαλάττης μάχης εἰδήμονας. τὴν δὲ κατ’ αὐτοῦ τῶν στόλων ἔφοδον μεμαθηκὼς ὁ Ῥομπέρτος, τὴν μάχην προμρπάζων ὁποῖος ἐκεῖνος, λύσας τὰ πρυμνήσια μετὰ τοῦ ναυτικοῦ [*](B) αὐτοῦ παντὸς τὸν λιμένα Κασσύπης κατέλαβεν. οἱ δέ γε Βενέτικοι καταλαβόντες τὸν λιμένα Πασσάρων καὶ κάκεῖθι τὴν τοῦ Ῥομπέρτου ἔφοδον μεμαθηκότες, θᾶττον καὶ αὐτοὶ καταλαμβάνουσι τὸν λιμένα Κασσόπης. καὶ συμβολῆς καρτερᾶς γενομένης κω τῆς μάχης ἀγχεμάχου, ἡττᾶται ὁ Ῥομπέρτος. ὁποῖος ὁ ἐκεῖνος φιλοπόλεμος νὼ ἐκθύμως ἔχων πρὸς μάχας, οὐδὲ μετὰ τὶν ἧτταν ἐκείνην τὸ παράπαν ἐνεδίδου, ἀλλ’ αὖθις ἡτοιμάζετο πρὸς ἑτέραν μάχην καὶ συμ-

[*](3. προσαπέπλευσε A. ἀλλ᾿ ὁ μὲν: ταῦτ᾿ οὖν μεμαθηκὼς Α. 5. ἀναπεπτώκει AG. 6. παρώτρυνε AG, ἐξώτρυνε FP. 7. ἐξωπλίσαντας PG, recte C. 8. λήψασθαι G. 9. διήρεις τε G. νηῶν add. CG et in margine P. 11. εἰς θάλασσαν Α. 15. Πασσάρων AG hic et infra, Πασάρων P.)
284

βολὴν πολέμου μείζονος. ὅπερ οἱ ἡγεμόνες ἀμφοτέρων τῶν στό- [*](C) λων μεμαθηκότες κἀκ τῆς προηγησαμένης νίκης θαρρήσαντες, μετὰ τὴν τρίτην πάλιν ἡμέραν προσβαλόντες αὐτῷ λαμπρὰν τὴν κατ’ αὐτοῦ νίκην ἤραντο. εἰν οὕτως ἐπανέρχονται πάλιν εἰς τὸν λιμένα Πασσάρων. εἴτε ὁποῖα έν τοῖς τοιούτοις ὡς τὰ πολλὰ φιλεῖ γενέσθαι, ἐπαρθέντες ἐπί ταῖς προγεγενημέναις νίκαις, εἴτε τοὺς ἡττηθέντας ἀπελπίσαντες, ἀναπεπτώκασιν ὡς ἤδη τὸ πᾶν ἠνυκότες, καἰ καταφρονητικῶς πρὸς τὸν Ῥομπέρτον διετίθεντο. εἶτα διελόντες τὰ ταχυδρόμα τῶν πλοίων, ἀπέστειλαν εἰς Βενετίαν διηγησομένους τὰ ξυμπεσόντα καἰ ὅπως κατὰ κράτος τὸν Ῥομπέρτον ἥττησαν. ὁ δὲ Ῥομπέρτος ταῦτα [*](D) μεμαθηκὼς ἀπό τινος Βενετίκου Κονταρίνου πέτρου καλουμένου ἄρτι προσπεφευγότος αὐτῷ, ἐπὶ πλέον ἀθύμει καὶ οὐκέτι ἀνεκτῶς εἶχεν· λογισμοῖς δὲ κρείττοσιν ἀναρρώσας αὖθις κατὰ τῶν Βενετίκων ἵεται. οἱ δὲ Βενέτικοι τῷ ἀπροόπτῳ καταπλαγέντες τῆς αὐτοῦ ἐλεύσεως εὐθὺς δεσμήσαντες τὰ μείζω τούτων πλοῖα καλωδίοις παρὰ τὸν λιμένα τῆς κορυφῶ καὶ συναπαρτίσαντες τὸν λεγόμενον πελαγολιμένα, τὰ σμικρὰ τούτων σκάφη εἰς μέσον ἤλασαν· σιδηροφορήσαντες δὲ ἅπαντες ἐκαραδόκουν τὴν τούτων ἔλευσιν. ὁ,. δὲ καταλαβὼν συμμίγνυται τούτοις πρὸς πόλεμον. ὁ δὲ πόλεμος δεινὸς ἦν καὶ τῶν πρώην ἰσχυρότερος, ἐκθύμως μα-

[*](3. τὴν utrobique om. A. πάλιν add. Α. προσβάλλοντες Α. post αὐτῷ add, PGA οἱ Βενέτικοι, om. C. 4. αὐτῶν 5. εἴτε δὲ οἱ ὁποῖοι G. 15. οἱ δὲ Βενέτικοι: οἵ καὶ Α. 17. περὶ A. 19. μικρὰ Α. σκάφη om. C.)
285

χομένων ἡ πρότερον. καρτερᾶς οὖν μάχης ἀναμετάξὺ γεγονυίας [*](P. 161) καὶ μηδενὸς τῶν μερῶν νῶτα διδόντος, ἀλλὰ μᾶλλον κατὰ πρόσωπον ἐρχομένων, ἐπεὶ οἱ Βενέτικοι τὰ προσόντα τούτοις φθάσαντες προκατηναλώκεσαν, καὶ οὐδὲν ἄλλο πλὴν τῶν ὁπλιτῶν ταῖς ναυσὶ παρῆν, αὗται δὲ τῇ κουφότητι ἐπεπόλαζον οἶον τοῖς ὕδασιν ἀνεχόμεναι, ὡς μηδ’ ἄχρι δευτέρου ζωστῆρος τοῦ ὕδατος φθάνοντος, πανσνδὶ ἔπι τὴν ἑτέραν πλευρὰν τὴν ὡς πρὸς τοὺς πολεμίους συρρεύσαντες, τηνικαῦτα ἐβυθίσθησαν· ἦσαν δὲ ὡσεὶ χιλιάδες τρισκαίδεκα. αἱ δὲ ἄλλαι τῶν νηῶν σὺν αὐτοῖς πλωτῆρσι κατεσχέθησαν. [*](Β) ὁ δὲ Ῥομπέρτος μετὰ τὰν λαμπρὰν ἐκείνην νίκην ἀπηνῶς διατεθείς, πολλοῖς τῶν κατασχεθέντων ὠμοτάτως ἀχρήσατο, τῶν μὲν τὰς ὄψεις πηρώσας, τοὺς δὲ ῥινοτομήσας, τινῶν [*](V. 129) δὲ χεῖρας ἢ νηῶν ἢ καὶ ἀμφότερα δέ γε τῶν λοιπῶν ἀποστείλας πρὸς τοὺς ὁμοχώρους διεφήμισεν, ἵν᾿ ὁ βουλόμενος πρίασθαι τὸν ἴδιον τιμῆς, παραγίνοιτο. ἅμα δὲ καὶ τὰ περὶ εἰρήνης αὐτοὺς ἠρώτα· οἱ δὲ μηνύουσι πρὸς αὐτόν “ἴσθι, δοὺξ ὡς εἰ καὶ τὰς σφῶν ἡμῶν γυναῖκας καί τὰ τέκνα ἀποσφαττόμενα θεασαίμεθα, οὐκ ἂν τὰς πρὸς τὸν αὐτοκράτορα συνθήκας ἀπαρνησόμεθα, οὔτε μὴν τοῦ ἐπαρήγειν αὐτῷ [*](C) καὶ ὑπὲρ αὐτοῦ ἐκθύμως μάχεσθαι ὅλως ἐνδώσομεν." και-

[*](1. ἀναμεταξὺ om. A. 3. κάτα προσώπου G. 4. προκατηναλώκεισαν AG. 5. ναυσὶ Δὶ ταῖς ναυσὶν παρῆν P, παρῆν ταῖς ναυσὶν G. 10. δ᾿ Α. 14. ἢ πόδας: καὶ 16. διευφήμισεν PG, ἐφήμισεν Α. διεφήμισεν C, probante ad Phrynich. p. 598. τιμῆς om. A. 19. εἰ om. A. 20. εἰ θεασόμεθα A. Ἀλέξιον om. A. 22. εὐδώσομεν P.)
286

ροῦ δ’ ὀλίγον παρερρυηκότος, δρόμωνάς τε καὶ τριήρεις εὐτρεπίσαντες οἱ Βενέτικοι καὶ ἄλλ’ ἄττα τῶν μικρῶν καὶ ταχυδρόμων νηῶν, μετὰ πλείονος δυνάμεως κατὰ τοῦ Ῥομπέρτου ἔρχονται. καὶ δὴ καταλαβόντες αὐτὸν πέρι Βοθρεντὸν αὐλιζόμενον, τὸν μετ’ αὐτοῦ συνάπτουσι πόλεμον καἰ κατὰ κράτος νικῶσι, πολλοὺς μὲν ἀποκτείναντες, πλείονας δὲ καὶ βυθίσαντες· μικροῦ δὲ δεῖν καὶ αὐτὸν τὸν γνήσιον υἱὸν αὐτοῦ Γίδον καὶ τὴν ὁμευνέτιν κατέσχον Γαϊταν. κω νίκην κατ’ αὐτοῦ λαμπρὰν ἀράμενοι, δηλοῦσι πάντα τῷ βασιλεῖ. ὄις διὰ [*](D) πολλῶν τούτους ἀμειψάμενος δωρεῶν καὶ τιμῆς, καὶ αὐτὸν τὸν δοῦκα Βενετίας τῷ τῶν πρωτοσεβαστῶν ἀξιώματι μετὰ τῆς ἀναλόγου ῥόγας ἐτίμησεν, ὑπέρτιμον δὲ καὶ τὸν πατριάρχην σφῶν ηξίωσε μετὰ τῆς ἀναλόγου ῥογὰς. ἀλλὰ ναί πάσαις ταῖς ἐν Βενετίᾳ ἐκκλησίαις χρυσίου ποσότητα ἱκανὴν ἐτησίως διανείμασθαι ἀπὸ τῶν βασιλικῶν ταμιείων ἐκέλευσε. τῇ μέντοι ἐπ᾿ ὀνόματι τοῦ εὐαγγελιστοῦ ἀποστόλου Μάρκου ὑποφόρους ἅπαντας τοὺς ἐκ Μέλφης ἐν Κωνσταντινουπόλει ἐργαστήρια κατέχοντας πεποίηκε καὶ τὰ ἀπὸ τῆς παλαιᾶς Ἑβραϊκῆς σκάλας μέχρι τῆς καλουμένης Βίγλας διή-

[*](1. τριήρης Ρ. 2. ἄλλαττα Α. ἀλλ’ ἅττα PG, correxi. 4. δὴ om. A. περὶ τὸ Βοθρωτòν Α. παρὰ τὸν Βωτρεντὸν G, παρὰ τὸ Βρεντισθὸν C. 5. κατακράτος Α. 6. κτείναντες Α. 7. αὐτοῦ υἱὸν A. 8. Γίδαν Ρ, γῆδον AG. Γαΐιαν om. 11. δοῦκα Α. Δοῦκαν PG. 12. ἀναλόγου om. A. ἐτίμησεν om. C. ὑπέρτιμον — μέτα τῆς ἀλόγου ῥόγας add. Α. em. Ducangius in annotat. 14. χρυσίων ἱκανὴν ποσότητα Α. 15. διανείμεσθαι: δίδοσθαι A. lege διανείμασθαι. ταμείων A. 17. πάντας Α. 18. κατέχοντας Α, ἔχοντας PG. πεποίηκε Α, πεποίηκεν PG. 19. σκάλλας Α hic et infra.)
287

κοντα ἐργαστήρια καὶ τὰς ἐντὸς τοῦ διαστήματος τούτου ἐμπεριεχομένας σκάλας ἐδωρήσατο καὶ ἑτέρων πολλῶν δωρεὰς ἔν τε τῇ βασιλευούσῃ καὶ τῇ πόλει Δυρραχίου νὼ ὅποι ποτ’ ἂν ἐκεῖνοι ᾐτήσαντο τὸ δὲ δὴ μεῖζον, τὴν. [*](Ρ. 162) ἐμπορίαν αὐτῶν ἀζήμιον ἐποίησιν ὲν πάσαις ταῖς ὑπὸ τὴν ἐξουσίαν Ῥωμαίων χώραις, ὥστε ἀνέτως ἐμπορεύεσθαι καί κατὰ τὸ αὐτοῖς βουλητόν, μήτε ὑπὲρ ὑπὲρ κομμερκίου ἡ ἑτέρας ρας τινὸς εἰσπράξεως δημοσίῳ εἰσκομιζομένης παρέχειν ἄχρι καὶ ὀβολοῦ ἑνός, ἀλλ᾿ ἐξω πάσης ἐξουσίας.

Ὁ δέ γε Ῥομπέρτος (ἐπαναγέσθω γὰρ αὖθις ὁ λόγος ὃθεν ἐξέπεσε καὶ καθ᾿ εἱρμὸν ἐχέσθω τῆς μετὰ ταύτην τὴν ἧτταν αὖθις ἠρέμει. ἀλλ’ ἔπει προφθάσας τινὰ τῶν πλοίων αὐτοῦ μέτα τοῦ ἰδίου υἱοῦ κατὰ τῆς Κεφαληνίας φαληνίας ἀπέστειλε σπεύδων τὴν ὲν αὐτῇ πόλιν κατασχεῖν, [*](Β) τὰ μὲν ἐνόντα αὐτῷ πλοῖα τῇ Βοντίτζῃ προσώρμισε μετὰ τῆς παρεμβολῆς πάσης, αὐτὸς δὲ εἰς μονήρη γαλέαν εἰσελθὼν τὴν Κεφαληνίαν κατέλαβέ. καὶ πρὶν ἥ ταῖς λοιπαῖς δυνάμεσι καἰ τῷ υἱῷ αὐτοῦ ἑνωθῆναι, ἐγκαρτερῶν ἔτι περὶ τὸν Ἁθέρα, (ἀκρωτήριόν τι τοῦτο τῆς Κεφαληνίας,) πυρετῷ. μὴ φέρων δὲ τὴν τοῦ πυρετοῦ φλόγωσιν, ὕδωρ ψυχρὸν αὐτεῖ. τῶν δὲ περὶ αὐτὸν ἁπανταχοῦ σκεδασθέντων

[*](5. αὐτοῖς Α. ἐποιήσατο Α. 7. κομμερκίου C, κουμερκίου PGA. 13. αὖθις om. A. 16. βοντίτζᾳ G. προσώρμησε G. 17. δὲ om. G. 20. ἀθέρα FP hic et infra, ἀέρα CG. λάβρῳ ΕΡ, λαύρῳ AG. 22. ἀστῶν PG, αὐτὸν FCA.)
288

εἰς ἦν τοῦ ὕδατος ζήτησιν, τῶν ἐγχωρίων τις πρὸς αὐτούς φησιν “ὁρᾶτε ταυτηνὶ τὴν νῆσον τὴν Ἰθάκην. ἐν αὐτῇ πόλις [*](C) μεγάλη πρώην ᾠκοδόμητο Ἰερουσαλὴμ καλουμένη, κἂν τῷ χρόνῳ ηρειπωται· ὲν ἀυτὴ πηγὴ ἢν πότιμον ἐσαεὶ καὶ ψυ- [*](V. 130) χρὸν ὕδωρ ἀναδιδοῦσα." τούτων ὁ Ῥομπέρτος ἀκούσας, δέει πολλῷ τηνικαῦτα συνεσχέθη. συμβαλὼν οὖν τὸν Ἀθέρα καὶ τὴν πόλιν Ἱερουσαλήμ, τὸν ἐφιστάμενον αὐτῷ θάνατον τηνικαῦτα έπεγίνωσκε. καὶ γὰρ πρὸ πολλοῦ τινὲς αὐτῷ ἐμαντεύοντο, ὁποῖα εἰώθασιν οἱ κόλακες τοῖς μεγιστᾶσιν εἰσηγεῖσθαι, ὅτι “μέχρι καὶ αὐτοῦ τοῖ Ἀθέρος ἅπαντα μέλλεις ὑποτάξαι· ἐκεῖθεν δὲ εἰς Ἱερουσαλὴμ ἀπερχόμενος, τῷ χρεὼν λειτουργήσεις." εἴτε δὲ ὁ πυρετὸς τοῦτον ἀνάλωσεν, [*](D) πλευρῖτις ἦν ἡ νόσος, ἀκριβῶς λέγειν οὐκ ἰχῶ. τέως δἰ ἒξ ἡμερῶν τελευτᾷ. καταλαμβάνει δὲ τοῦτον τὰ ἔσχατα πνέοντα ἡ γυνὴ αὐτοῦ Γαΐτα καὶ τὸν υἱὸν αὐτοῦ κλαίοντα ἐπ᾿ ἀπαγγέλλεται γοῦν τὸ συμβὰν τῷ υἱῷ αὐτοῦ, ὅνπερ ἔτι ζῶν διάδοχον τῆς ἀρχῆς αὐτοῦ ἐποίει. ὃς τοῦτο μαθών, λύπῃ μὲν ἀφορήτῳ τηνικαῦτα συνείχετο, κρείττοσι δὲ λογισμοῖς ἑαυτὸν ἀνακτησάμενος καὶ συναγαγὼν τὸ φρονοῦν αὐτῷ τῆς ψυχῆς, μετακαλεσόμενος ἅπαντας, πρῶτον μὲν ἀπαγγέλλει τὸ συμβὰν, ἀπαράκλητα κλαίων ἔπι τῇ τοῦ πατρὸς τελευτῇ, ὁρ-

[*](2. ταύτην A. πόλις μεγάλη πρώην FA, πρώην πόλις μεγάλη PG. 3. ᾠκοδόμητο F, ἀνῳκοδόμητο PA, ἑνωκοδόμητο G. Ἰερουσαλὴμ: ἱλὴμ F. κὰν G, κἀν PA. 4. πότιμον ὕδωρ ἐσεὶ καὶ ψυχρὸν AG. 5. τοῦτο Α. 7. τηνικαῦτα add. Α. 8. ἐπέγνωκε Α. αὐτῷ om. Α. 10. καὶ αὐτοῦ τοῦ Ἀθέρος Α, του Ἀθέρος καὶ αὐτοῦ F, του Ἁθέρος αὐτοῦ PG. 18. ἑαυτόν τε G. 20. πρώτα CG. ἐπαγγέλλει G.)
289

κίζει δὲ ἅπαντας εἰς ἑαυτόν. καἰ ἀναλαβόμενος τούτους εἰς Ἀπουλίαν διαπερᾷ. ἐν τῷ διαπερᾷν δὲ μεγίστῳ κλύδωνι, [*](P. 163) κἂν ὥρα θέρους ἦν, περιπέπτωκεν, ὥστε τὰ μὲν τῶν υθισθῆναι, τινὰ δὲ τῇ ψάμμῳ προσαρράξαντα συνθραυσθῆναι. τὸ δὲ τὸν νεκρὸν κόμιζον πλοῖον ἡμίθραυστον γέγονε· μόλις δὲ τὸ τοῦτον συνέχον κιβώτιον οἱ ἀμφ’ αὐτὸν ἀναλαβόμενοι εἰς τὸ Βενοὐσιον διεσώσαντο. καὶ εἰς τὴν ἐπ’ ἀνόματι τῆς ἁγίας Τριάδος πάλαι ἀνοικοδομηθεῖσαν μονήν, οὗ κω οἱ ἀδελφοὶ αὐτοῦ προετάφησαν, καἰ αὐτὸς ἀνσωριάζεται. τελευτᾷ δὲ ὁ Ῥομπέρτος εἰκοστῷ ἕκτῳ χρόνῳ τῆς δουκικῆς [*](B) αὐτοῦ άρχῆς, τὸν ἅπαντα χρόνον βιώσας ἔτη ἑβδομήκοντα. μεμαθηκὼς δὲ ὁ βασιλεὺς τὸν τοῦ Ῥομπέρτου αἰφνίδιον θάνατον, ἀνέσφαλε μὲν ᾶχθος τοιοῦτον ἀπωμισάμενος. ἐπιτίθεται δὲ παραχρῆμα τοῖς τὸ Δυρράχιον εντι κατέχουσιν, εἰς διχόνοαν τούτους διὰ γραμμάτων καἰ παντοίας μεθόδου εἰσάξαι σκεψάμενος, κᾆθ’ οὕτως ῥᾷστα τὴν πόλιν Δυρραχίου έλπίζων λήψεσθαι. ἀλλὰ καὶ τοὺς ὲν τῇ πόλει παρατυχόντας Βενετίκους παρασκευάζει διὰ γραμμάτων ξυμβουλεῦσαι τοῖς τε Ἀμαλφινοῖς καὶ Βενετίκοις καὶ ὅσοι ἔποικοι εἰς Ἐπίδαμνον [*](C) ἔτυχον, ὑπεῖξαι τῷ αὐτοῦ θελήματι καὶ οἱ τὸ Δυρράχιον. ἀλλὰ καἰ αὐτὸς δἰ ὑποσχέσεων καὶ δω-

[*](2. lege Ἀπουληΐαν. 4. δὲ om. G. συναῤῥάξαντα G. προσαράξαντα. 5. πλοῖον om. G. 6. τὸ om. G. 9. lege ἐνσοριάζεται. πέμπτῳ C et in margine P, ἕκτῳ PG. αἰφνίδιον: ἐκείνου Α. 13. ἀνέσφηλε CG. 15. τούτους: τὸν τοὺς P. 19. Ἀμαλφηνοῖς CG.)
290

ῥεῶν οὐκ ἐνεδίδου ὅλως, ὥστε τὴν πόλιν Δυρράχιον παραδοῦναι αὐτῷ. καταπειθεῖς οὖν γεγονότες, τοιοῦτον γὰρ τὸ Λατίνων ἅπαν γένος ἐρασιχρήματόν τε καὶ ὀβολοῦ ἑὼς πιπράσκειν εἰωθὸς καὶ αὐτὰ δὴ τὰ φίλτατα,) μεγάλα ἐλπίσαντες καἰ συνωμοσίαν τηνικαῦτα ποιησάμενοι, ἀναιροῦσι μὲν τὸν πρώτως αὐτοὺς ἀναπείσαντα τὸ κάστρον τῷ Ρομπέρτῳ [*](D) προδοῦναι καὶ τοὺς συνωμότας αὐτοῦ· ἐκεῖνοι δὲ παραδιδόασι τὸ κέστρον τῷ βασιλεῖ, πάσης ἐλευθερίας ἐξ αὐτοῦ παραπολαύσαντες.

Τὴν δὲ τοῦ Ῥομαέρτου τελευτὴν μαθηματικός τις Σὴθ καλούμενος μεγάλα ἐπ’ ἀστρολογίᾳ αὐχῶν, μετὰ τὴν εἰς τὸ Ἰλλυρικὸν αὐτοῦ διαπεραίωσιν προειρήκει διὰ χρη- [*](V. 131) σμοῦ, ὃν ἐν χάρτῃ ἐκθέμενος καὶ σφραγίσας, τωι τῶν τοῦ βασιλέως οἰκειοτάτων ἐνεχείρισε, παραγγείλας κατέχειν αὐτὸν μέχρι τινός. εἶτα τοῦ Ρομπέρτου τετελευτηκότος, κότος, ἐς ἐπιταγῆς αὐτοῦ λύουσι τὸν χάρτην. εἶχε δὲ ὁ χρησμὸς οὕτως· “μέγας ἐχθρὸς ἔξ ἑσΠέρας πολλὰ κυκήσας ἄφνω πεσεἴται.’’ ἐθαύμασαν μὲν οὖν πάντες τὴν τοῦ ἀνδρὸς ἐπιστήμην· ἥν γὰρ ἐπὶ ταύτῃ τῇ σοφίᾳ εἰς ἄκρον [*](P. 164) καὶ ἵνα τι βραχὺ παραδράμωμεν, τοῦ λόγου τῆς ἱστορίας

[*](1. δυῤῥαχίου G. 2. καταπειθεῖς GA, καταπαθεῖς Ρ. 3. Λατίνων Α. Λατινικὸν PG. 5. τηνικαῦτα add. CA. 7. συνωμότους G. ἐκεῖνοι — παραπολαύσαντες om. G. 9. ἐξ αὐτοῦ παραπολαύσαντες Α, παρ’ αὐτοῦ ἀπολαύσαντες PG. 10. μαθηματικός A, μεμαθηκὼς PG. 13. ἐνθέμενος A. τῶν οἰκειοτάτων τοῦ βασιλέως G. 14. ἐνεχείρισε Α. ἐνεχείρησε PG. 15. τελευτήσαντος Α. 18. μὲν οὖν Α. δὲ PG. 20, παραδράμωμεν, τοῦ λόγου τῆς ἱστορίας A, παραδράμωμεν τοῦ λόγου, τῆς ἱστορίας PG.)
291

μικρὸν αποσταντες, οὕτως ἔχει τὰ κάτα τους χρησμους. νεώτερον μὶν τὸ ἐφεύρεμα καὶ οὐκ οἶδε τὴν ἐπιστήμην ταύτην ὁ πάλαι χρόνος. οὔτε γὰρ ἐπ’ Εὐδόξου τοῦ ἀστρονομικωτάτου ἡ τῶν χρησμῶν μέθοδος ἥν, οὔτε ὁ Πλάτων τὴν σύνεσιν ταύτην ᾕδει, ἀλλ’ οὐδὲ Μανέθων ὁ ἀποτελεσματικὸς περὶ ταύτης ἠκρίβωκεν. ἀλλὰ λεῖψις ἦν ἐκείνοις ὡροσκόπου, ἐν οἶς προὐμαντεύοντο, καὶ πῆξις τῶν κέντρων καὶ τοῦ ὅλου διαθέματος ἐπιτήρησις καὶ ὁπόσα ἄλλα ὁ τὴν μέθοδον ταύτην εὑρηκὼς τοῖς ἐσύστερον παρέδωκεν, ἅπερ ξυνετὰ τοῖς περὶ [*](Β) τὰ τοιαῦτα ματαιάζουσιν. ἡμεῖς δὲ ἐκεῖθέν ποτε ἀίγον τι τῆς ἐπιστήμης ταύτης ἡψάμεθα, οὐχ ἴνα τι τοιοῦτον διαπραξαίμεθα, μὴ γένοιτο,) ἀλλ’ ἵνα τῆς ματαιολογίας ταύτης ἀκριβέστερον καταγνόντες, καὶ τῶν περὶ αὐτὴν ἠσχολημένων καταγινώσκοιμεν. ταῦτα δὲ γράφω οὐκ ἐπιδείξεως ἕνεκα, ἀλλ᾿ ἵνα ἐνδείξαίμην, ὅτι ἔπι τοῦ αὐτοκράτορος τούτου τῶν ἐπιστημῶν εἰς ἐπίδοσιν ἐληλύθεισαν, τιμῶντος τοὺς φιλοσόφους καὶ φιλοσοφίαν αὐτήν, εἰ καὶ πρὸς τὸ μάθημα τοῦτο τῆς ἀστρολογίας δυσχεραίνων πως κατεφαίνετο, οἶμαι διότι τοὺς πολλοὺς τῶν ἀκεραιοτέρων ἀφίστασθαι ἀνέπειθε [*](C) τῶν ἄνωθεν ἐλπίδων καὶ κεχηνέναι τοῖς ἄστρασιν. αὕτη

[*](2. ἐφεύρημα G. ταύτην τὴν ἐπιστήμην A. 6. ὡροσκόπου Α. ὡροσκοπίας PG. 8. διαστήματος AG, διαθέματος P. 9. περὶ ταύτα Α. 11. διαπραξώμεθα Α. 12. ματαιολογίας AG, ματαιολόγου P. 13. ἦσχολημένων AG, P. 14. καταγινώσκωμεν Α. 16. ἐληλύθησαν P, alterum AG. 19. τῶν ἀκεραιοτέρων om. AG.)
292

αἰτία γέγονε πόλεμον ἔχειν τὸν αὐτοκράτορα πρὸς τὸ μάθημα τῆς ἀστρολογίας. οὐ μὴν διὰ τοῦτο αὐχμός τις ἦν ἀστρολόγων τὸ τηνικάδε, ἀλλὰ καὶ ὁ εἰρημένος Σὴθ κατ’ ἐκεῖνο καιροῦ ἐξήνθησε, καὶ ὁ Αἰγύπτιος ἐκεῖνος Ἀλεξανδρεὺς πολὺς ἦν τὰ τῆς ἀστρολογίας ἐμφαίνων ὄργια. ὃς καὶ παρὰ πολλῶν ἐρωτώμενος ἀκριβέστατα προεμαντεύετο· ἐν δὲ οὐδὲ ἀστρολάβου δεόμενος, ἀλλὰ διά τινος ψηφοφορίαις [*](D) τὰς προρρήσεις ἐπεποίητο. ἦν δ’ ἄρα καὶ τοῦτο μαντικὸν μὶν οὐδαμῶς, ἀλλὰ τέχνη τις Ἀλεξανδρέως λογική. ὁρῶν δὲ ὁ αὐτοκράτωρ τὴν νεότητα συρρέουσαν ἐπ᾿ αὐτὸν καὶ ὥσπερ τινὰ προφήτην τὸν ἄνδρα λογιζομένην, δὶς καὶ αὐτὸς τοῦτον ἐπηρωτήκει, καὶ τοσαυτάκις καὶ ὁ Ἀλεξανδρεὺς εὐστοχήκει τῆς ἐπερωτήσεως· δειλιάσας δὲ ἵνα μὴ πολλῶν βλάβη καὶ πρὸς τὴν ματαιότητα τῆς ἀστρολογίας ἀποκλίνωσιν ἅπαντες, κατὰ τὴν ‘Pαιδεστὸν τούτῳ τὰς διατριβὰς ἀφώρισε, [*](P. 165) τῆς πόλεως ἀπελάσας, πολλὴν τὴν περὶ αὐτὸν προμήθειαν ἐνδειξάμενος, ὥστε δαψιλῶς αὐτῷ τὰ πρὸς χρῆσιν ἐκ τῶν βασιλικῶν ταμιείων ἐπιχορηγεῖσθαι. ναὶ μὴν καὶ ὁ δικλεκτικώτατος Ἐλευθέριος, Αἰγύπτιος καὶ οὗτος ἀνήρ, τὰ τῆς ἐπιστήμης ταύτης πρεσβεύων, εἰς ἄκρον ἤλαυνεν εὐφυίας, μηδενὶ μηδαμῶς τῶν πρωτείων παραχωρῶν. ἐν ὑστέροις δὲ καὶ ὁ [*](V. 132) καλούμενος Κατανάγκης Ἀθήνηθεν εἰς τὴν μεγαλόπολιν καἐξήνθει

[*](4. Α. 8. μαντικὸν Α. μαγικὸν PG. 9. Ἀλεξανδρέων CAG. 10. νεώτητα P. 11. λογιζομένην Α, λογιζόμενοι PG. 12. ἐπερωτήκει P, ἐπηρωτήκει G, ἐπηρώτησε A. καὶ alterum om. AG. ἠστοχήκει A. 14. τὴν om. A. 16. αὐτοῦ CG. ἐπιδειξάμενος G. 18. καὶ μὴν Α. 19, αὐτὸς A. 22. κατανᾶς A. καταλαβών: παρελθὼν Α.)
293

ταλαβών, τὰ πρωτεῖα τῶν πρὸ αὐτοῦ φιλονεικῶν φέρειν, ἐπερωτηθεὶς παρά τινων περὶ τοῦ αὐτοκράτορος, πότε τεθνήξοιτο, [*](B) καὶ τὸν θάνατον αὐτοῦ προκαταγγείλας ὡς ᾤετο, ἐψεύσθη τοῦ στοχασμοῦ. συνέβη δὲ τηνικαῦτα τὸν θῆρα λέοντα ἐν τοῖς βασιλείοις διαιτώμενον ἐπὶ τέσσαρσιν ἡμέραις πυρέξαντα τὴν ψυχὴν ἔξερεύξασθαι· εἰς ὃ τοῖς πολλοῖς ἔδοξεν ἡ τοῦ Κατανάγκη πρόρρησις τελευτῆσαι. καιροῦ δὲ ἱκανοῦ, αὖθις τὸν τοῦ αὐτοκράτορος θάνατον προὐμαντεύσατο καὶ διεψεύσθη· τεθνήκει δ’ ὅμως ἡ Ἄννα καὶ μήτηρ αὐτοῦ κατὰ τὴν ἡμέραν ἐκείνην, ἣν Κατανάγκης προεῖπεν ὁ δὲ βασιλεύς, ἐπεὶ ποσάκις περὶ αὐτοῦ [*](C) προμαντευσάμενος, τοσαυτάκις διήμαρτε, τῆς πόλεως τοῦτον μεταστῆσαι οὐκ ἤθελεν αὐτέλεγκτον γενόμενον, ἅμα δὲ καὶ ἕνα μὴ ὄι ἐμπάθειαν δόξη τοῦτον ἐκεῖθεν ἀπελαύνειν. ἀλλ’ ἡμεῖς γε ἐντεῦθεν πάλιν ὅθεν ἐξεληλύθειμεν ἀναστρέψωμεν, ἴνα μὴ δοκοίημεν μετεωρολέσχοι τινὲς καὶ ἐξ ἀστρολογίας ὀνόμασι τὸ σῶμα τῆς ἱστορίας καταζοφοῦντες. ὁ δέ γε Ῥομπέρτος, ὡς λόγος ἐκράτει καὶ τινες ἔλεγον, ἡγεμὼν γέγονεν, ἀγχίνους, εὐπρεπὴς τὴν ὄψιν, ἀστεῖος ἐν λό-

[*](1. ἐρωτηθεὶς G. 2. τινος Α. 4. τὸν λέοντα Α. 5. ἡμέραις A, ἡμέρας PG. 7. κατανᾶ Α. Κατανάγγου PG, Κατανάγκη C. 9. πραὐμαντεύετο Α. ὁμῶς G. 11. κατάνας Α. κατανάγγης PG. correxi. ποσάκις Α. πολλάκις PG. 13. ἀντελέγητον Ρ, recte CAG. 14. καὶ om. A. ἐκεῖθεν om. Α. 15. ἐντεῦθεν om. A. ἐξεληλύθημεν P, ἐξεληλύθωμεν G, ἐξεληλύθειμεν Α. ἀναστρέψαμεν Ρ. 16. μετεωρολέσχαι G. 17. κατατοφοῦντες P, recte CG.)
294

γοις, ὀξὺς μὲν εἰπεῖν, φωνὴ δ’ αὐτοῦ μεγάλη, εὐπρόσιτος, [*](D) εὐμεγέθης τὸ σῶμα, σύμμετρον τὴν κόμην ἔχων ἀεὶ τῇ κεφαλῇ, βαθυπώγων, σπεύδων ἀεὶ τὰ ἔθη τοῦ οἰκείου γένους τηρεῖν, τὸ τοῦ προσώπου ἄνθος καὶ τοῦ ὅλου σώματος μέχρι τέλους σώζων, κὼ τούτοις ἐπιγαννύμενος, δι’ ἅπερ ἄξιον τυραννίδος τὸ εἶδος αὐτοῦ ἐνομίζετο πάντας τοὺς ὑπ’ αὐτὸν τιμῆς ἀξιῶν καὶ πλείονος μᾶλλον τοὺς εὐνοϊκωτέρως πρὸς αὐτὸν διατιθεμένους. φειδωλότατος δὲ ἦν καὶ φιλοχρυσώτατος, [*](P. 166) ἐμπορικώτατος καὶ φιλοκτεανώτατος καὶ ἐπὶ τούτοις φιλοδοξότατος· ὑφ’ ὦν πάντων ἡττώμενος, πολλὴν τὴν μέμψιν πάντων ἐπεσπάσατο. κακίζουσι δέ τινες τὸν αὐτοκράτορα ὡς μικροψυχήσαντα καὶ τὸν μετ’ αὐτοῦ πόλεμον τότε προαρπάσαντα. εἰ μὴ γὰρ πρὸ τοῦ προσήκοντος καιροῦ τοῦτον ἀνε- ζήτησεν, ὡς φασιν, ἄλλως ἂν ῥᾳδίως κατίσχυσεν αὐτοῦ βαλλομένου ἁπανταχόθεν παρά τε τῶν καλουμένων Ἀρβανιτῶν παρά τε τῶν ἀπὸ Δαλματίας παρὰ τοῦ Βοδἰνου πεμπομένων. ἀλλὰ τοιαῦτα μὲν οἱ μωμοσκόποι ἔξω βελῶν ἱστάμενοι καὶ κατὰ τῶν ἀγωνιζομένων πικροὺς οἰστοὺς διὰ γλώττης πέμπον. [*](Β) τες. τὸ γὰρ τοῦ Ῥομπέρτου ἀνδρεῖον καὶ πέρι τὰ πολεμικὰ περιδέξιον καὶ τὸ τοῦ φρονήματος ἑδραῖον πάντες ἴσασι· καὶ γὰρ οὐ τῶν ῥᾳδίως, ἀλλὰ καὶ τῶν λίαν δυσκόλως καταγωνι-

[*](2. ; CG, εὐμεγέθης FP. 3. ἀεὶ: lege ἤθη G. 5. διόπερ G. 8. ante δὲ add. P τε, om. G. lege φιλοχρυσότατος. 11. ἐσπάσατο CG. 14. κατήσχυσεν P, recte G. 15. ὀρβανιτῶν G. 21. τῶν ῥ. G, τοῦ P.)
295

ζομένων ἥν ὁ ἀνήρ, ἐν ταῖς ἥτταις μᾶλλον θαρραλεώτερος φαινομενος.