Alexias

Anna Comnena

Anna Comnena. Annae Comnenae Alexiadis, Volume 1. (Corpus Scriptorum Historiae Byzantinae, Volume 38). Schopen, Ludwig; Niebuhur, B.G., editors. Bonn: Weber, 1839.

Ὁ δὲ βασιλεὺς μετὰ τῶν αὐτομολησάντων πρὸς αὐτὸν τοῦ κόμητος Βρυεννίου Λατίνων, τροπαιοφόρος νικητὴς πρὸς τὴν μεγαλόπολιν ἐπαναζεύγνυσιν, ὡς ἄνωθεν εἴρηται, πρώτην ἄγοντος τοῦ Δεκεμβρίου μηνός, ἑβδόμης ἐπινεμήσεως τὴν βασιλίδα κατὰ τὸ ἀφωρισμένον πάλαι ταῖς τικτούσαις τῶν [*](V. 133) βασιλίδων οἴκημα ἐπὶ ταῖς ὠδῖσιν εὑρηκώς· πόρφυραν δὲ [*](C) τοῦτο οἱ ἀνέκαθεν ὀνομάζουσιν, ἐξ οὖ ναὶ τὸ τῶν πορφυρογεννήτων ὄνομα εἰς τὴν οἰκουμένην διέδραμεν. κατὰ δὲ τὸ περίορθρον σάββατον δὲ ἦν) τίκτεται τούτοις παίδιον θῆλυ ἐμφερές, ὡς ἔλεγον, κατὰ πάντα τῷ πατρί· ἐγὼ δὲ ἥν ἅν τοῦτο. καὶ ὥς γε τῆς βασιλίδος καὶ μητέρος ἔν τισι καιροῖς διηγουμένης ἤκουον, ὅτι πρὸ τρίτης ἡμέρας τῆς τοῦ βασιλέως εἰς τὰ ἀνάκτορα εἰσελεύσεως, (ἐπανῄει γὰρ ἤδη ἀπὸ τῆς Ῥομπέρτου μάγης καὶ τῶν πολλῶν ἐκείνων πολέμων καὶ κότων,) ταῖς ὠδῖδι συνεχομένη, σταυροῦ τύπον τῇ γαστρὶ ἐνσημήνασα ἔφη “μεῖνον ἔτι παίδιον τὴν τοῦ πατρὸς ἄφιξιν." πολλὰ δὲ αὐτήν, ὡς ἔλεγεν, ἡ πρωτοβεστιαρία καὶ μήτηρ [*](D) αὐτῆς καταμεμψαμένη ἔφη μετ’ ὀργῆς “εἰ δὲ μετὰ μῆνα ἐλεύσεται, οἶδας; καὶ πῶς αὐτὴ τοσαύταις ὀδύναις ἐγκαρτε-

[*](3. πρὸς αὐτὸν Λατίνων, καὶ τοῦ κόμητος Βρυεννίου, τροπαιοφόρος PAG, alterum FC. 5. πρὸς τὴν μεγαλόπολιν F et in margine P, εἰς τὴν βασιλεύουσαν PAG. ἐπανέξευξε Α. 8. δὲ om. FA. 9. οἱ ἀνέκαθεν PG, οἱ om. A. 12. κατὰ om. G. δὲ ἄρα ἦν ΑG. 13. τὴν βασιλίδα καὶ μητέρα ἔ. τ. κ. διηγουμένην FA. 19. αὐτὴν om. A. 21. ὠδύναις PG, ὀδύναις GA. ἐγκαρτερήσεις AG.)
296

ρήσαις;" ἀλλὰ ταῦτα μὲν ἡ ἐκείνης μήτηρ· τὸ δέ γε τῆς βασιλίδος ἐπίταγμα πέρας εἰλήφει, ὅπερ κἀν τῇ γαστρὶ τὴν εἰς τὸ μέλλον πρὸς τοὺς γειναμένους εὔνοιαν ἀριδήλως ὑπεσημαίνετο. [*](P. 167) καὶ γὰρ μετὰ ταῦτα εἰς ἡλικίαν ἐπιδεδωκυῖα καὶ τὸ φρονοῦν καθαρῶς, φιλομήτωρ κατὰ ταὐτὸν ἐγεγόνειν καὶ φιλοπάτωρ. καὶ μάρτυρες τοῦ τοιούτου ἤθους εἰσί μοι πολλοὶ μὲν τῶν ἀνθρώπων, ἤδη δὲ καὶ πάντες, ὁπόσοι τἀμὰ γινώσκουσι, προσεπιμαρτυρούντων αὐτοῖς καί τῶν | πολλῶν μου ὑπὲρ τῶν γονέων ἄθλων καὶ καμάτων καὶ τῶν κινδύνων ἐκείνων, εἰς οὓς ἐμαυτὴν διὰ τὸ πρὸς ἐκείνους φίλτρον ἐνέβαλον, ἀφειδήσασα μὲν καἰ τιμῆς καὶ χρημάτων καὶ αὐτῆς τῆς ζωῆς· οὕτω γάρ με τὸ πρὸς αὐτοὺς φίλτρον ἐξέκαεν, ὡς καὶ αὐτὴν τὴν ψυχὴν δι’ αὐτοὺς προέσθαι πολλά- [*](Β) κις. ἀλλὰ μήπω περὶ τούτων. ἀνατρεχέτω δ’ αὖθις ὁ λόγος πρὸς τὰ ἐξ αὐτῆς μοι ξυμπεσόντα γενέσεως. πάντων γὰρ τῶν συνήθων ἐπὶ τοῖς νεογνοῖς τῶν βασιλέων παισὶ δαψιλέστερον τελεσθέντων, ὡς λέγεται, εὐφημιῶν δηλαδὴ καὶ δωρεῶν καὶ φιλοτιμημάτων παρεχομένων τοῖς λογάσι τῆς συγκλήτου καὶ τοῦ στρατοῦ, πλέον ἤπερ ποτὲ ἔχαιρον, ἐσκίρτων, ἐπαιάνιζον ἅπαντες, καὶ μᾶλλον οἱ τῇ βασιλίδι καθ’ αἷμα προσήκοντες οὐκ εἶχον ὑφ’ ἡδονῆς ὅ τι καὶ γένοιντο. μετρη-

[*](2. ἐπίταγμα om. A. εἴληφεν A. κἀν: έν G. 7. ἤδη ἤδη: fortasse ἔτι. μὲν καὶ ζωῆς καὶ τιμῆς καὶ χρημάτων G. 17. τελεσθέντα C. 19. ἤπερ F, εἴπερ PG. 21. ὅ, τι CG, ὂν τι P.)
297

τῶν δέ τινων παρελθουσῶν ἡμερῶν, στέφους κἀμὲ ἄξιοῦσιν οὶ γονεῖς νὼ βασιλικοῦ διαδήματος. ἐπεὶ δέ, Κωνσταντίνου τοῦ υἱοῦ τοῦ προβεβασιλευκότος Μιχαὴλ τοῦ Δούκα, περὶ οὗ πολλάκις ὁ λόγος ἐμνήσθη, συμβασιλεύοντος ἔτι τῷ αὐτοκράτορι καἰ ἐμῷ πατρὶ κἀν ταῖς δωρεαῖς δι’ ἐρυθρῶν αυνυπογράφοντος [*](C) τούτῳ κἀν ταῖς προπομπαῖς μετὰ τιάρας αὐτῷ συνεφεπομένου κἀν ταῖς εὐφημίαις δευτέρου εὐφημουμένου, κἀγὼ εὐφημεῖσθαι ἔμελλον, Κωνσταντῖνον καὶ Ἄνναν ὲν ταὐτῷ ἐξεφώνουν ἐν τοῖς τῆς εὐφημίας καιροῖς οἱ τῆς εὐφημίας προεξάρχοντες. καἰ τοῦτο δὴ μέχρι καιρῶν ἱκανῶν ἐτελεῖτο, ὥς γέ μοι τῶν συγγενῶν καὶ ἐμῶν γεννητόρων ἐν ὑστέροις πολλάκις διηγουμένων ἀκήκοα προμάντευμα δὲ ἴσως τοῦτο τῶν ἐμοὶ ξυμπεσόντων ἦν εἴτε εὐτυχημάτων, εἶτε τοῦμπαλιν δυστυχημάτων. ἔπει δὲ τοῖς βασιλεῦσι καὶ δεύτερον [*](D) ἐτέχθη θῆλυ, ἀναφέρον μὲν κατὰ τὴν ὄψιν εἰς τοὺς προγόνους, [*](V. 134) ἐμφαῖνον δὲ ἅμα καὶ τὴν ἐσύστερον ἐπιλάμπουσαν αὐτῷ ἀρετήν τε κὼ φρόνησιν, ἐπεπόθουν καὶ ἄρρεν τεκεῖν καὶ δι’ εὐχῆς αὐτοῖς τοῦτ᾿ ἦν. ἐπινεμήσεως οὖν ἑνδεκάτης τρεχούσης, τίκτεται τούτοις καὶ ἄρρεν. εὐθὺς οὖν οἱ μὲν γονεῖς ἐγεγήθεσαν, καὶ πένθους οὐκέτι ἴπῳ αὐτοῖς ἐπιλέλειπτο, τῆς

[*](4. συμβουλεύοντος G. 6. συνεπομένου FA. 7. δευτέραν C. 8. Κωνσταντίνου καὶ Ἄννης C. 11. ὥσπερ CG. 13. τοὔμπαλιν om. AG. 15. εἰς uncis inclusit Hoeschel. vid. annotat. 16. δ᾿ ἅμα A. 17. τεχεῖν: ἰδεῖν Α. 18. τοῦτο αὐτοῖς ἢν Α.)
298

σφῶν ἐπιθυμίας εἰς ἔργον προαχθείσης. τὸ δὲ ὑπήκοον ἅπαν [*](P. 168) ἐσκίρτων, τοὺς κρατοῦντας οὕτω χαίροντας ὁρῶν, συνέχαιρον ἀλλήλοις, ἐγεγήθεσαν. καὶ ἦν ἰδεῖν τὰ βασίλεια χαρμονῆς ἀνάπλεω, καὶ πένθος οὐδαμοῦ, οὐδὲ ἑτέρας οἱασδηποτοῦν ἐννοίας, τῶν μὲν ἐκ μέσης θαλάμης καρδίας χαιρόντων ὁπόσοι εὐνοι, τῶν δὲ συσχηματιζομένων χαίρειν. ἔστι μὲν τὸ ὑπήκοον ὡς ἐπίπαν δύσνουν τοῖς κρατοῦσιν, σχηματιζόμενον δὲ τὰ πολλὰ καὶ διὰ κολακείας ἐπισπώμενον τοὺς ὑπερέχοντας. ὅμως δ᾿ οὖν κοινὴν ἦν ἰδεῖν τότε τὴν χαρμονὴν συνηδομένων ἁπάντων. τὸ δὲ παιδίον μέλαν ἦν τὴν χροιάν, μέτωπον τούτῳ εὐρύ, παρειαὶ ὑπόξηροι, ῥὶς οὔτε σιμή, οὔτε [*](B) κάμπτουσα πρὸς τὸ γρυπόν, ἀλλὰ μέση πως ἀμφοῖν· ὀφθαλμοὶ μελάντεροι καὶ τὸ ὑποκαθήμενον ἦθος ὀξύ, ὅσον ἐκ βρεφυλλίου σώματος εἰκάσαι, ἐμφαίνοντες. ἐθέλοντες τοιγαροῦν τουτὶ τὸ παίδιον εἰς τὴν αὐτοκράτορος περιωπὴν ἀναβιβάσαι καὶ κλῆρον οἷον αὐτῷ τὴν βασίλειαν Ῥωμαίων καταλιπεῖν, εἰς τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν τοῦ θείου βαπτίσματος καὶ τοῦ στέφους αὐτὸ ἀξιοῦσιν. τοιαῦτα τοίνυν τὰ τοῖς πορφυρογεννήτοις ἥμιν ἐξ αὐτῶν βαλβίδων τῆς ἡμῶν γενέσεως ξυμβάντα· τὰ δέ γε ἐσύστερον ξυμπεσόντα κατὰ τὸν προσήκοντα ῥηθήσεται τόπον.

[*](1. προαχθήσης P. 2. οὕτω CF et in margine P, αὐτοῦ PG. 3, καὶ om. P, add. ACG. 11. οὔτε σιμὴ add. CAG. 13. ante ὀξύ add. καὶ PAG, om. C. ὅσον: οἷον G. βρεφυλίνου G. 19. γενέσεως C, γεννήσεως PG.)
299

Ὁ μέντοι αὐτοκράτωρ Ἀλέξιος τῶν παραλίων τῆς Βιθυνίας καὶ αὐτῆς Βοσπόρου καὶ τῶν ἀνωτέρω χωρῶν τοὺς Τούρκους ἀπελάσας, μετὰ τοῦ Σολυμᾶ εἰς εἰρηνικὰς ἔξεληλύθει [*](C) σπονδάς, καθὼς ὁ λόγος ἀνωτέρω φθάσας ἐδήλωσε, καὶ οὕτω πρὸς τὸ Ἰλλυρικὸν τὰς ἡνίας στρέψας, τόν τε Ῥομπέρτον καὶ τὸν υἱὸν αὐτοῦ Βαΐμοῦντον πολλὰ μογήσας κατὰ κράτος ἥττησε, καὶ μεγίστης συμφορᾶς τὰ κατὰ τὴν ἑσπέραν ἐρρύσατο. κἀκεῖθεν ἐπανελθών, αὖθις τοὺς ὑπὸ τὸν Ἀπελχασὴμ Τούρκους οὐ τὴν ἕω ἁπλῶς κατατρέχοντας εὑρεν, ἀλλὰ μέχρις αὐτῆς Προποντίδος καὶ τῶν παραλίων ταύτῇ χωρίων κατεληλυθότας. ὅπως μὲν οὖν ὁ Ἀμὴρ Σολυμᾶς τῆς Νικαίας ἐξελθών, τουτονὶ τὸν Ἀπελχασὴμ φρουρὸν αὐτῇ καταλέλοιπεν, ὁ δὲ Πουζάνος παρὰ τοῦ Περσῶν σουλτᾶν τᾶν πρὸς τὴν Ἀσίαν ἐξεπέμφθη καὶ παρὰ τοῦ ἀδελφοῦ τοῦ [*](D) σουλτᾶν Τουτούση ἡττηθεὶς ἀνῃρέθη, καὶ τὸν Τουτούσην μετὰ τὸ τὸν Πουζάνον ἡττῆσαι οἱ ἀνεψιαδεῖς αὐτοῦ ἀπέπνιξαν, ἀρκτέον ἤδη διηγεῖσθαι. ἀνήρ τις ἐξ Ἀρμενίας ὁρμώμενος Φιλάρετος τὴν ἐπωνυμίαν, περίβλεπτος ἐπ’ ἀνδρείᾳ καὶ φρονήσει, εἰς τὴν τοῦ δομεστικάτου ἀξίαν παρὰ τοῦ προβεβασιλευκότος Ῥωμανοῦ τοῦ Διογενοῦς ἀνενεχθεὶς, καὶ τὰ συμβάντα τῷ Διογενεῖ θεασάμενος καί τὴν τῶν ὀμμάτων αῦτοῦ στέρησιν βεβαιωθεὶς, διαφερόντως τοῦτον ποθῶν, οὐκ

[*](P. 169)[*](1. Ἀλέξιος om. A. 3. Σολυμὰν G. ἐξεληλύθει C, ἐληλύθει PG. 10. προποντίδος αὐτῆς A. 11. ταύτης AG. 16. τὸ om. G. 17. ἀρητέον P. 18. Φιλάρητος G. 21. ξυμβάντα G.)
300

ἔφερεν. ἀλλ’ ἀποστασίαν μελετήσας, τὴν τῆς Ἀντιοχου ἔξου- [*](V. 135) σίαν ἑαυτῷ περιεποιήσατο. καθ᾿ ἑκάστην δὲ τῶν Τούρκων ληι·ζομένων τὰ πέριξ, ἐπεὶ μὴ ἄνεσις τούτῳ ἐδίδοτο, ἐσκέψατο προσελθεῖν τοῖς Τούρκοις καὶ περιτμηθῆναι, ὡς ἔθος αὐτοῖς. ὁ δὲ υἱὸς αὐτοῦ ἐνέκειτο σφόδρα τοῦτον τῆς παραλόγου ἀνακόπτων ὁρμῆς, ἀλλ’ οὐκ εἰσηκούσθη τὰ λῴονα συμβουλεύων. περίλυπος τοίνυν γενόμενος, δι’ ἡμερῶν ὀκτὼ καταλαμβάνει τὴν Νικαίαν, καὶ προσελθὼν τῳ Ἀμὴρ Σολυμᾶ διε- [*](B) γείρει τοῦτον εἰς πολιορκίαν τῆς Ἀντιοχείας, τὴν τοῦ σουλτανικίου τηνικαῦτα περιβεβλημένον ἀξίαν, καὶ πρὸς τὸν πόλεμον. τὸν κατὰ τοῦ πατρὸς παροξύνει. πείθεται τούτοις ὁ Σολυμᾶς, ἐν δὲ τῷ πρὸς Ἀντιόχειαν μέλλειν ἀπέρχεσθαι τὸν Ἀπελχασὴμ κατέλιπε φύλακα τῆς Νικαίας ὑπερέχοντα πάντων τῶν ἡγεμόνων, ἡγεμόνα τοῦτον κατονομάσας. ἐκεῖνος δὲ συνεφεπόμενον ἔχων καὶ τὸν τοῦ Φιλαρέτου υἱόν, διὰ δωδεκα νυκτῶν (διὰ τὸ ἀνύποπτον τὰς γὰρ ἡμέρας ἠρέμει) τὴν Ἀντιόχειαν, καὶ ἐξ ἐφόδου ταύτην κατέσχεν. ὲν τούτοις δὲ καὶ ὁ Χαρατικῆς λαθραίως συλᾷ τὴν Σινώπην [*](C) χρυσίον ἱκανὸν καὶ χρήματα τῶν βασιλικῶν ταμιείων κεῖθι ἐναποκείμενα μεμαθηκώς. ὁ δὲ Τουτούσης τοῦ μεγάλον σουλτᾶν ἀδελφός, τῶν Ἱεροσολύμων καὶ τῆς Μεσοποταμίας ἁπάσης

[*](4. περισμηθῆναι P. 7. καταλαμβάνει P in margine, κατέλαβεν PG. 9. σουλτανικίου: σουλτὰν καὶ οὐ G. 11. παροτρύνει C, παρωτρύνει G. 12. τὸν μὲν G. 13. φύλακα om. G. 16. διὰ τὸ ἀνύποπτον τὰς γὰρ ἡμέρας ἠρέμει) P, γὰρ om. G, aclcl. F. lege γὰρ τὰς. 18. Σιωπὴν PG, Σινώπην CF et in niargine P. 19. χρήματα τῶν C, χρημάτων PG.)
301

καὶ τοῦ Χάλεπ καὶ μέχρις αὐτοῦ τοῦ Βαγδᾶ ἐξουσιάζων καὶ τῇς Ἀντιοχείας ἀντιποιούμενος, ἐπεὶ τὸν Ἀμὴρ Σολυμᾶν ἀφηνιάζοντα ἔβλεπε καὶ τὴν τῆς Ἀντιοχείας ἀρχὴν ἑαυτῷ ῆδη περιποιούμενον, σὺν ὅλαις δυνάμεσιν ἐν μεταιχμίῳ τοῦ χαλῶ καὶ τῆς Ἀντιοχείας καταλαμβάνει. συνηντηκότος δὲ αὐτῷ τοῦ Ἀμὴρ Σολυμᾶ, πόλεμος εὐθὺς ἀναρρήγνυται μέγας, καὶ [*](D) ἀγχεμάχου τῆς μάχης γεγονυίας νῶτα οἱ τοῦ Σολυμᾶ ὑποσχόντες προτροπάδην ἔφευγον. πολλὰ δὲ τούτους θαρσύνων ὁ Σολυμᾶς, ἐπεὶ τῆς φυγῆς ἀποσχέσθαι οὐκ ἔπειθεν, ὑπὲρ κεφαλῆς τὸν κίνδυνον ἐφιστάμενον ὁρῶν, παρεκκλίνας έν ἀκινδύνῳ τάχα ἐδόκει καθεστάναι καὶ κατὰ γῆς τὴν ἀσπίδα τεθεικώς, ἐπ’ αὐτῇ προσουδίσας ἐκάθητο. ἀλλ᾿ οὐ διέλαθε τοὺς ὁμοφύλους. προσεληλυθότες γὰρ αὐτῷ τινὲς τῶν σατραπῶν ἔλεγον τὸν θεῖον αὐτοῦ Τουτούσην μεταπέμπεσθαι αὐτόν. ὁ δὲ ἀνένευεν ὑφορώμενος τὸν ἐξ αὐτοῦ κίνδυνον. ἐγκειμένων [*](P. 170) δὲ τῶν σατραπῶν, ἐπεὶ οὐ πρὸς ἰσχύος αὐτῷ ἀντικαθίστασθαι ἦν οἶα μόνῳ ὄντι, τοῦ κουλεοῦ τὸ ξίφος σπασάμενος, κατὰ τῶν ἰδίων ὦσε σπλάγχνων διαμπερὲς τὸ ξίφος ἐλάσας, καὶ κακὸς κακῶς ἀπώλετο. παραχρῆμα γοῦν οἱ σωθέντες τῶν τοῦ Ἀμὴρ Σολυμᾶ δυνάμεων προσχωροῦσι τῷ Τουτούσῃ. ὁ δὲ μέγας σουλτᾶν ταῦτα μεμαθηκὼς καὶ δεδιὼς τὸν Τουτούσην ἰσχυροποιούμενον ἤδη, ἀπέστειλε πρὸς τὸν

[*](6. πόλεμος — Σολυμᾶ om. CG. 14. ἔλεγον om. G. post αὐτόν adJ. PG ἀνέπειθον, om. C. 17. κουλεοῦ FC, κολεοῦ PG.)
302

αὐτοκράτορα τὸν Σιαούς, μηνύσας αὐτῷ περὶ κήδους καὶ ὑποσχόμενος, ἐὰν τοῦτο γένηται, ἀναστεῖλαι μὲν τοὺς Τούρκους τῶν τῆς παραλίας μερῶν καὶ παραδοῦναι οἱ τὰ κάστρα κὼ ὁλοψύχως βοηθεῖν. τοῦτον θεασάμενος ὁ βασιλεὺς κω τὰς [*](B) τοῦ σουλτᾶν γραφὰς ὑπαναγνούς, περὶ μὲν τοῦ κήδους οὐδένα λόγον ἐπεποίητο, τὸν δὲ Σιαοὺς νουνεχῆ ἄνδρα θεασάμενος, ἐπυνθάνετο πόθεν τε ὥρμηται καὶ τινες οἱ τούτου γονεῖς. [*](V. 136) τοῦ δὲ μητρόθεν μὲν ἐξ Ἰβήρων εἷναι λέγοντος τὸν δὲ τούτου πατέρα Τοῦρκον ἀνομολογοῦντος, πολλὴν ὁ αὐτοκράτωρ πραγματείαν ἐπεποίητο, ὥστε τοῦ θείου βαπτίσματος τοῦτον τυχεῖν. συνέθετο πρὸς τοῦτο ὁ Σιαοὺς καὶ πίστεις ἐδεδώκει τῷ αὐτοκράτορι, ὥστε μὴ παλινοστῆσαι τοῦ θείου φωτίσματος τυχῶν. καὶ ἐπεὶ ἐντεταλμένον ἦν αὐτῷ δι’ ἐγγράφου προστάξεως σουλτανικῆς, ἴν’ εἴπερ ὁ βασιλεὺς πρὸς τὸ τελέ- [*](C) σαι τὸ μετ’ αὐτοῦ κῆδος προθυμηθείη, ἅπαντας τοὺς τῆς παραλίας πόλεις κατασχόντας σατράπας ἀπελάσαι ἐκεῖθεν, τὸ περὶ τούτων διαλαμβάνον σουλτανικὸν γράμμα ὑποδεικνὺς αὐτοῖς, ταύτῃ τῇ γραφῇ συγχρήσασθαι ὁ βασιλεὺς τῷ Σιαοὺς ὑπέθετο, καὶ ἐπὰν τούτους ἐκεῖθεν ἀπελάσειε, τὰς σουλτανικὰς ὑποδεικνύων γραφάς, αὖθις πρὸς τὴν βασιλεύουσαν ἐπαναστρέψαι. ὁ δὲ μάλα προθύμως τὴν Σινώπην πρότερον καταλαβὼν καὶ τὰς σουλτανικὰς ἐπιστολὰς ὑποδείξας τῷ Χα-

[*](1. Σιαοὺς F et in margine P, Οὐσίαν PG hic et infra, Οὐσιᾶς C. 4. τοῦτο G. 11. ἐδεδόκει P. 12. φωτίσματος F, βαπτίσματος PG. 16. κατασχόντας F, παρασχόντας PG.)
303

τικῇ, ἐκεῖθεν αὐτὸν ἀπήλασεν, μηδ’ ἄχρις ἑνὸς ὀβολοῦ τῶν σιλικῶν ὑποκρατήσαντα χρημάτων. γίνεται δέ τι τοιοῦτον. ἐν τῷ τῖς Σινώπης ἐξερχέσθω αὐτὸν κατεάξας τὸ ἐπ’ ὀνόματι τῆς ὑπεραμώμου δεσποίνης ἡμῶν θεοτόκου τέμενος, [*](D) δαίμονί τινι καθάπερ ἀλάστορι ἐκ θείας προνοίας παραδοθείς, ἔκειτο ἀφρίζων· καὶ οὕτως ἐκεῖθεν δαιμονιῶν ἐξεληλύθει. καἰ τὴν μέντοι κυρίαν τῆς Σινώπης ὁ Σιαοὺς Κωνσταντίνῳ τῷ Δαλασσηνῷ ἀνέθετο, ἐπ’ αὐτῷ παρὰ τοῦ βασιλέως ἀποσταλέντι, κἀν οὕτω τὰς ἄλλας πόλεις περιιὼν καί τὰς σουλτανικὰς τοῖς σατράπαις ὑποδεικνύων γραφὰς, ἐκεῖθεν ἐξήλαυνε, παραδιδοὺς πρὸς τοὺς τοῦ αὐτοκράτορος σατράπας. ταῦτα οὖν ὁ Σιαοὺς διαπραξάμενος, ὑποστρέφει πρὸς αὐτόν κἀντεῦθεν τοῦ θείου βαπτίσματος τετυχηκὼς [*](P. 171) καὶ πολλῶν δωρεῶν ἐπαπολαύσας δοὺξ Ἀγχιάλου προχειρίζεται.

Τῆς σφαγῆ, δὲ του Ἀμὴρ Σολυμᾶ κατὰ τὴν Ἀσίαν ἅπασαν διαδραμούσης, ὁπόσοι τῶν σατραπῶν πόλεις καὶ πολίχνια ἔτυχον φυλάσσοντες, ἕκαστος ὅπερ ἔτυχε φυλάσσων κάστρον κατέσχε καὶ ἰδιοποιήσατο. καὶ γὰρ ὁπηνίκα πρὸς τὸν Ἀπελχασὴμ τὴν Νικαίαν παρεδίδου φρουρεῖν έν τῷ πρὸς τὴν Ἀντιόχειαν αὐτὸν ἀπιέναι, διαφόροις σατράπαις τό τε κατὰ τὴν παραλίαν καὶ τὴν Καππαδοκίαν καὶ τὴν ἅπασαν Ἀσίαν, ὡς εἴρηται, ἀνέθετο, ὥστε ἕκαστον τὸ ἴδιον λάχος

[*](1. ὀβολοῦ adil. C. 2. lege ἐπικρατήσαντα. 8. Δαμασσηνῷ G. αὐτῷ C, αὐτὸ PG. 11. τοὺς του om. G. 12. ὑποστρέφει C, ὑποστρέφῃ PG.)
304
[*](Β)

φριτρεῖν, φρουρεῖν, τὴν αὐτοῦ ἐκεῖθεν ἐπανέλευσιν ἀπεκδεχόμενον. δὲ Ἀπελχασὴμ ἀρχισατράπης τῷ τότε τῆς Νικαίας ὢν, ταύτην κατασχών, ἐν ᾗ καὶ τὸ σουλτανίκιον ἥν, καὶ τῷ ἰδίῳ ἀδελφῷ Πουλχάσῃ τῶν κατὰ τὴν Καππαδοκίαν παραχωρήσας, ἐν ἀμεριμνίᾳ τε ἦν, τὴν τοῦ σουλτανικίου ἀξίαν περιζώσασθαι οἰόμενος καὶ ἤδη ἐν χερσὶ νομίζων κατέχειν, δεινὸς γὰρ ἦν ὁ ἀνὴρ καὶ φιλοκίνδυνος,) καὶ ἀρκεῖσθαι τοῖς ἐνοῦσιν οὐκ ἤθελεν, ἀλλὰ προνομεῖς ἀποστέλλων, τὴν Βιθυνῶν ἐληΐζετο ἅπασαν καὶ μέχρις αὐτῆς Προποντίδος. τῇ γοῦν προτέρᾳ μεθόδῳ χρησάμενος ὁ αὐτοκράτωρ, τοὺς μὲν προνομεῖς ἀνέστελλε, τὸν δὲ Ἀπελχασὴμ πρὸς εἰρηνικὰς σπονδὰς [*](C) συνήλαυνε. βυσσοδομεύοντα δὲ τοῦτον διαγινώσκων ἀεὶ κατ’ αὐτοῦ καἰ τὰς σπονδὰς ἀναβαλλόμενον; δεῖν ἐλογίσατο κατ’ αὐτοῦ ἀξιόμαχον ἐκπέμψαι παράταξιν τὸν Τατίκιον δέ, περί [*](V. 137) οὗ ἐν πολλοῖς ὁ λόγος ἐμέμνητο, μετὰ δυνάμεως ἀποχρώσης πέπομφε κατὰ τῆς Νικαίας, ἐντειλάμενος αὐτῷ μετὰ νουνεχείας τοῖς ἐχθροῖς ἀντικαταστῆναι, εἰ γε τέως ἐντυχεῖν ἔξωθέν τισι γένοιτο. ἀπελθόντος δὲ τοῦ Τατικίου καὶ ἀγχοῦ τῶν τειχῶν σχῆμα παρατάξεως διατυπώσαντος διὰ τὸ μηδένα τῶν Τούρκων τηνικαῦτα παρεῖναι, ἀναπετάσαντες οἱ Τοῦρκοι εἰς [*]() διακοσίους ποσούμενοι ἀθρόως κατ’ αὐτοῦ ἐξιππάσαντο. οἱ δὲ Κέλτοι ἠσαν γὰρ ἱκανοὶ) τούτους θεασάμενοι, κατὰ πρόσ-

[*](2. ταύτην orn. G. 5. τε: τέως C. ἐξουσίαν C. 8. ἀλλὰ προνομεῖς C, ἀλλ’ εἰς προνομὰς PG. Βιθυνίαν G. 14. παράταξιν: στράτευμα Ρ in iiiargine. 17. εἴγε τέως σωθέν τισι ἐντύχοιεν G et in margine P. 20. post ἀναπετάσαντες exidisse videtur τὰς πύλας.)
305

ωπον σφοδρᾷ τῇ ῥύμῃ δόρατα μακρὰ ἐναγκαλισάμενοι κὰτ αὐτῶν ἵενται, καὶ ἱκανοὺς τρώσαντες εἴσω τοῦ κάστρου τοὺς λοιποὺς συνήλασαν. ὁ δέ γε Τατίκιος ἵστατο αὖθις ἔπι ταὐτοῦ σχήματος τῆς παρατάξεως μέχρις ἡλίου δυσμῶν. ἐπεὶ δὲ μηδεὶς ἔξω πυλῶν τῶν Τούρκων ἑωρᾶτο, ἀναποδίσας κατὰ τῴ Βασίλειαν τὸν χάρακα ἐπήξατο, δύο πρὸς τοῖς δέκα σταδίους τῆς Νικαίας ἀπέχουσαν. νυκτὸς δέ τις προσεληλυθὼς ὠῷ ἀγρότης τὸν Προσοὺχ διενίστατο μετὰ πεντήκοντα χιλιάδων ἐπικαταλαμβάνειν πάρα τοῦ νεωστὶ γεγονότος σουλτᾶν [*](P. 172) τοῦ Παργιαροὺχ ἀποσταλέντα. ταῦτα ὁ Τατίκιος καὶ δι᾿ ἑτέρων βεβαιωθείς, ἐπεὶ πρὸς τοσαῦτα πλήθη δυνάμεις τὰς ἀντικαθισταμένας οὐκ εἰχεν, ἀναλύων τὰ δόξαντα πρότερον, ἀγαπητὸν ἐλογίζετο, εἰ τὸ ὁπλιτικὸν ἅπαν σῶον διατηρήσειεν, καὶ ’μὴ πολλοστὸς πρὸς ὑπερπληθεῖς καὶ ἰσχυρωτέρους ρους μαχόμενος τὸ πᾶν ἀπολέσειεν. ἔνθεν τοι καὶ τὴν βασιλεύουσαν κατὰ νοῦν εἶχε καἰ πρὸς ταύτην ἑώρα, διὰ τῆς Νικομήδους βουλόμενος ἐπαναστρέψαι. ὁ δὲ Ἀπελχασὴμ ἄνωθεν τοῦ τείχους θεασάμενος αὐτὸν πρὸς τὴν Κωνσταντινούπολιν ἀπονενευκότα καὶ ἤδη καὶ πορευόμενον, ἐξεληλυθὼς παρείπετο, ἵνα ἐπὰν έν ἐπικαίρῳ τόπῳ τοῦτον στρατοπεδεύσαντα [*](B) θεάσηται, προσβαλῇ. καταλαμβάνοντα δὲ τοῦτον τὴν Πρένετον ἐφθακώς, ξυμμίγνυσί τε αὐτῷ καὶ ἐκθύμως τὴν

[*](3. γε om. G. 10. Παργιαροὺχ C el in margine P, Παραγιαροὺχ PG. 12. τὰς acld. C. 13. ὁπλητικὸν G. 14. ἰσχυρότερα G, ἰσχυρώτερα C. lege ἰσχυροτέρους. 16. ante διὰ add. G καὶ. 19. καὶ alleniiu oin. G.)

νυ

306

μάχην ἀναρρήγνυσιν. ὁ δὲ Τατίκιος θᾶττον τὰς δυνάμεις εἰς πολέμου τύπον καταστησάμενος, τοῖς Κελτοῖς τὴν πρώτην κατὰ τῶν βαρβάρων ἱππασίαν καὶ τὴν τοῦ πολέμου συμβολὴν ἐπέτρεψεν. οἱ δὲ δόρατα μακρὰ ἐναγκαλισάμενοι, χαλάσαντες ὅλας ἡνίας, ὡς πῦρ κατὰ βαρβάρων ἵενται, καὶ διακόψαντες τὰς φάλαγγας τρέπουσι κατὰ κράτος. κᾀθ᾿ οὕτω πρὸς [*](C) τὴν βασιλεύουσαν διὰ τῆς Βιθυνῶν ὁ Τατίκιος ἐπανέρχεται. ὁ μέντοι Ἀπελχασὴμ οὐδαμῶς ἠρεμεῖν ἤθελεν. ἐπιθυμητικῶς γὰρ εἶχε τὰ σκῆπτρα τῆς Ῥωμαίων ἀναδήσασθαι ἀρχῆς· εἰ δὲ μὴ τοῦτο, ἀλλά γε τῶν περὶ τὴν θάλατταν πάντων καὶ αὐτῶν δὴ τῶν νήσων τὴν ἐξουσίαν ἐσχηκέναι. τοιαῦτα οὖν λογιζόμενος, πρότερον μὲν λῃστρικὰς νῆας κατασκευάζειν διενοεῖτο, τὴν Κίον καταλαβών· πόλις δὲ αὕτη Βιθυνῶν παρὰ θάλατταν διακειμένη· καὶ προέβαινεν, ὡς ᾤετο, κατὰ σκοπὸν αὐτῷ, ἀπαρτιζομένων τῶν νηῶν. οὐδὲ τοῦτο τὸν αὐτοκράτορα διέλαθεν. καὶ παραχρῆμα τὰς παρατυχούσας διήρεις τε [*](D) καί καὶ τριήρεις καὶ τὰ λοιπὰ τῶν ναυτικῶν ἐξοπλίσας, τὸν Βουτουμίτην δοῦκα προβαλλόμενος, κατὰ τοῦ Ἀπελχασὴμ ἀπέστειλεν, ἐπισκήψας σπεῦσαι τὰς ἡμιτελεῖς τοῦ Ἀπελχασὴμ νῆας ἐμπρῆσαι, έν ὁποίᾳ καταστάσει ταύτας εὑρήσει. ἀλλὰ καὶ, τὸν Τατίκιον μετὰ ἀποχρώσης δυνάμεως ἠπειρόθεν κατ’ αὐτοῦ [*](V. 138) ἐκπέμπει. ἀμφοτέρων οἶν τῆς πόλεως ἐξεληλυθότων, τὸν Βουτουμίτην ὁ Ἀπελχασὴμ διαπόντιον μετὰ σφοδρᾶς τῆς

[*](7. τῆς C, τῶν PG. 11. ἐσχηκέναι τὴν ἐξουσίαν G. 14. lege τὰ κατὰ σκοπὸν ut supra 270, 4. 23. Βουτουμήτην P, alterum CG.)
307

ῥύμης ἤδη καταλαμβάνοντα ἐθεάσατο, ἐμεμαθήκει δὲ καὶ τῶν ἐξ ἠπείρου ἐπικαταλαμβανόντων, καὶ τὸν τόπον, ἐν ᾧ ἔτυχε, μὴ συμβαλλόμενον αὐτῷ λογίζεται διὰ τὸ τραχὺ καὶ στενὸν [*](P. 173) καὶ τοῖς τοξόταις πάντη ἀκατάλληλον, ὡς μὴ ἀποχρῶντα τούτοις ἆρός τὰς κατὰ τῶν Ῥωμαίων ἱππασίας, ἀπάρας ἐκεῖθεν εἰς ἐπίκαιρον τόπον ἐβουλεύσατο τὰς δυνάμεις καταθεῖναι. καταλαμβάνει τοίνυν τόπον, παρὰ μὲν τῶν Ἁλυκὰς ὀνομαζόμενον, πάρα δὲ τῶν Κυπαρίσσιον. ἐφθακὼς δὲ ὁ Βουτουμίτης διαπόντιος, θᾶττον ἥ λόγος τᾶς τοῦ Ἀπελχασὴμ νῆας ἐνέπρησεν. τῇ δὲ μετ᾿ αὐτὴν ἐξ ἠπείρου ἐληλυθὼς καὶ ὁ Τατίκιος, έν ἐπικαίροις τὸ στράτευμα κατέθετο τόποις καὶ ἀπὸ πρωΐας μέχρι ἑσπέρας οὐκ ἐνεδίδου πὴ μὲν ἀκροβολιζόμενος, πὴ δὲ μάχας συνάπτων μετὰ τοῦ Ἀπελχασὴμ ἔπι [*](Β) ὅλαις πεντεκαίδεκα ἡμέραις. τοῦ δὲ Ἀπελχασὴμ μηδ’ ὅλως ἐνδιδόντος, ἀλλ’ ἰσχυρῶς ἀντικαθισταμένου, ἐκκακήσαντες οἱ Λατῖνοι, κἂν μὴ τὴν ἐκ τοῦ τόπου εἶχον βοήθειαν, ὤχλουν ὅμως τὸν Τατίκιον, ἵν’ οὔτοι καὶ μόνοι τὴν μετὰ τῶν Τούρκων ἀναδέ·ξωνται μάχην. ὁ δέ, κἀν μὴ κατὰ γνώμην τὸ πρᾶγμα ἐδόκει αὐτῷ, ἀλλὰ καθ’ ἑκάστην ὁρῶν δυνάμεις Τουρκικὰς προσχωρούσας τῷ Ἀπελχασήμ, ὑπεῖξε τῇ βουλῇ τῶν Λατίνων. καὶ περὶ ἀνατολὰς ἡλίου τὰς φάλαγγας καταστήσας, τὸν μετὰ τοῦ Ἀπελχασὴμ συνῆψε πόλεμον. πολλοὶ

[*](2. καταλαμβανόντων PG. 3. λογίζοιτο C. 7. τοίνυν: τοῦτον G. 10. τῇ FP, τὴν CG. μετ’ CG, κὰτ P. 13. μετὰ FC, κάτα PG. ἰπὶ G, ἐπ᾿ P. 20. προσχωρούσας τῷ Ἀπελχασὴμ Τουρκικὰς G. 22. μετὰ CG, κατὰ P. συνῆψε F, ἀνῆψε PG.)
308
[*](C)

μὲν τῶν Τούρκων τηνικαῦτα κτείνονται, πλεῖστοι δὲ καί ἁλίσκονται, οἱ δὲ πλείους τὰ νῶτα διδόασι, μηδὲ τῶν οἰκειῶν σκευῶν φροντίδα ποιησάμενοι. καὶ αὐτὸς ὁ Ἀπελχασὴμ κατευθὺ Νικαίας ἐλάσας μόλις διασώζεται. λείαν οὖν πολλὴν ἐντεῦθεν ἀναλαβόμενοι οἱ ὑπὸ τὸν Τατίκιον, πρὸς τὴν οἰκείαν παλινοστοῦσι παρεμβολήν. ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ, ὁΠοῖος ἐκεῖνος δεινὸς θηρᾶσαι ψυχὴν ἀνθρώπου καί λιθίνην μαλάξαι φύσιν, γραφὴν τηνικαῦτα ἐκτίθεται πρὸς τὸν Ἀπελχασήμ, συμβουλεύων ἀποσχέσθαι μὲν τῶν τοιούτων κενῶν ἐπιχειρημάτων καὶ μὴ εἰς ἀέρα παίειν, ἀλλὰ προσεληλυθέναι [*](D) τε αὐτῷ καὶ πολλῶν καμάτων ἑαυτὸν ἀπαλλάξαι, δωρημάτων τε δαψιλῶν ἐπαπολαῦσαι καὶ τιμῆς. ὁ δὲ Ἀπελχασήμ, ἔπει καὶ τὸν Προσοὺχ ἐμάνθανε πολιορκοῦντα τὰ κατεχόμενα ὑπό τινων σατραπῶν κάστρα, ἤδη δὲ καὶ τῇ Νικαίᾳ προσπελάζειν ἐφ’ ᾦ πολιορκῆσαι ταύτην, τὴν ἀνάγκην φιλοτιμίαν, ὅ φασι, ποιησάμενος, ἅμα δὲ καὶ τῆς τοῦ βασιλέως γνώμης καταστοχασάμενος καὶ τεθαρρηκώς, τὴν μετ’ αὐτοῦ εἰρήνην ασπάζεται. τῶν δὲ ἀναμεταξὺ εἰρηνικῶν σπονδῶν τελεσθει- [*](P.174) σῶν, μελετήσας καὶ ἕτερόν τι συνοῖσον ὁ αὐτοκράτωρ, ἐπεί οὐκ ἐνῆν ἄλλως ἀνυσθῆναι τὸ σκοπούμενον, μετακαλεῖται τοῦτον εἰς τὴν βασιλεύουσαν, ἐφ’ ᾧ καὶ χρήματα λαβεῖν καὶ τρυφῆς ἅλις ἐπαπολαῦσαι καὶ οὕτως οἴκαδε ἐπαναστρέψαι.

[*](1. πλεῖστοι: lege πολλοὶ. 2. μηδὲ: μετὰ G. 4. μόγις G. 7. δεινὸς add. CG et in margine P. 10. ἴς G. 16. καὶ om. G. 18. ἀσπάσασθαι G. 19. post ἐπεὶ add. PG καὶ, om. C. 22. ἅλις τρυφῆς G.)
309

πείθεται ὁ Ἀπελχασήμ. καἰ εἰσελθὼν εἰς τὴν βασιλεύουσαν, παντοίας ἀξιοῦται φιλοφροσύνης. ὡς δὲ τὴν Νικομήδους πόλις δὲ αὕτη μητρόπολις Βιθυνίας) κατεῖχον οἱ τῆς Νικαίας ἐξάρχοντες Τοῦρκοι, ἐκεῖθεν ὁ βασιλεὺς ἵλασαι τούτους βουλόμενος, λόμενος, παρὰ θάλατταν οἰκοδομῆσαι πολίχνιον δεῖν ἔκρινεν, ἐν ὅσῳ τὰ τῆς ἀγάπης ἤδραστο. τοιγαροῦν ἐν φορταγωγοῖς [*](V. 139) ναυσὶν ἅπαντα τὰ πρὸς χρῆσιν χρειώδη σύν αὐτοῖς οἰκοδόμοις ἐμβαλὼν ἐξαπέστειλε, τὴν τούτου οἰκοδομὴν Εὐσταθίῳ [*](B) τῷ τοῦ στόλου δρουγγαρίῳ ἀναθέμενος καἰ τὸ ἀπόρρητον ἐκκαλύψας, ἐπισκήψας, εἰ τινες τῶν Τούρκων διέρχοιντο, παντοίως φιλοφρονεῖσθαι νὼ εἰς κόρον διδόντα ἐπιλαύνειν τῶν δωρεῶν, προστιθέναι δὲ τὸ μετ’ εἰδήσεως τοῦ Ἀπελχασὴμ τοῦτο οἰκοδομεῖν, εἶτα ἅπαν πλοῖον ἀπεῖρξαι τῶν τῆς Βιθυνίας παραλίων μερῶν, ὡς μὴ δῆλον αὐτῷ γενέσθαι τὸ γινόμενον. τῷ δὲ Ἀπελχασὴμ καθ’ ἑκάστην χρήματα διδούς, οὐκ ἐνεδίδου εἰς βαλανεῖά τε προτρεπόμενος καὶ ἱππηλασίας καὶ κυνηγέσια, πρὸς δὲ καὶ τὰς κατὰ τὰς λεωφόρους ἱσταμένας στήλας ἀναθεωρεῖν· ἀλλὰ κω ἱππικὁν [*](C) ἀγῶνα δι’ αὐτὸν ἐνστήσασθαι τοῖς διφρηλάταις ἐκέλευσε κατὰ τὸ πάλαι τῷ μεγάλῳ Κωνσταντίνῳ οἰκοδομηθὲν θέατρον, καὶ καθ’ ἑκάστην ἐν τούτῳ παραγίνεσθαι καὶ τὰς τῶν ἵππων δο-

[*](6. an δέδραστο? 10 ἐκκαλύψας C, ἐγκαλύψας PG. 11. ἐς P, εἰς G cum Tyrtaeo 2, 10, unde loculioueni suuisit. διδόντα Diesterwegius, διδόντας PG. ἐπαπολαύειν C, ἀπολαύειν G. lege ἐσελαύνειν. 12. δωρεῶν: χρειωδῶν C et in margine P. 13. οἰκοδομῆσαι G.)
310

κιμασίας ὁρᾷν ἠρέθιζεν, ἕν ἐντεῦθεν τριβομένου τοῦ καιροῦ, ἐκεχειρία τοῖς οἰκοδόμοις δίδοται. ὡς δὲ τὸ πολίχνιον ἤδη τετέλεσται καὶ πέρας τὸ σκοπούμενον ἔσχηκε, πλείοσι δωρεαῖς τοῦτον ἀμειψάμενος, τῷ σεβαστοῦ τε ἀξιώματι τιμήσας καὶ ἐπὶ πλέον τὰς συνθήκας ἐμπεδώσας, διὰ τιμῆς ἐξέπεμψεν αὐτὸν διαπόντιον. ἀγγελθείσης δὲ αὐτῷ τῆς τοῦ κά- [*](D) στρου οἰκοδομῆς, κἀν ἐπὶ τῇ τούτου ἀνεγέρσει κατετέτρωτο τὴν ψυχήν, ἀλλ’ οὖν τὸν ἀγνοοῦντα ὑποκριθεὶς τὸ παράπαν ἐσίγησεν. τοιοῦτόν τι καὶ περὶ Ἀλκιβιάδους ἱστόρηται. οὕτω γὰρ κἀκεῖνος Λακεδαιμονίους ἐξηπατήκει, μὴ συγχωροῦντας [*](P. 175) ἀνοικοδομῆσαι Ἀθήνας καθαιρεθείσας ὑπὸ περσῶν. παραγγείλας γὰρ ἀνοικοδομεῖν Ἀθηναίους, ἐκεῖνος ἀπῴχετο πρεσβεύσων εἰς Λακεδαίμονα. εἶτα τῆς πρεσβείας τὸν χρόνον τρίβοντος καὶ διδόντος τὸ ἐνδόσιμον τοῖς οἰκοδομοῦσιν, μετὰ τὴν ἐξαπάτην ὅλην ἤκουσαν Λακεδαιμόνιοι τὴν οἰκοδομὴν Ἀθηνῶν. καἰ μέμνηται τῆς καλῆς ἀπάτης ταυτησὶ· καὶ ὁ Παιανιεὺς ἐνιαχοῦ τῶν λόγων αὐτοῦ. τοιοῦτον ἄρα καὶ τοὐμοῦ πατρὸς τὸ ἐπινόημα ἦν, μᾶλλον δὲ καὶ Ἀλκιβιάδους στρατηγικώτερον. ἱπποδρομίαις γὰρ καὶ τρυφαῖς τρυφαῖς τὸν βάρβαρον τοῦτον ὑποσαίνων καὶ εἰς ἡμέραν ἐξ ἡμέρας παρα-

[*](1. ἠρέθιζεν CG, ἠρέθισεν P. 3. ἔσχηκε G, ἔσχηκεν P, 4. σεβαστοῦ Ducangius Gloss. II. p. 1342, σεβαστοτάτῳ PG. 7. ante κατετέτρωτο add. PG τὸ παράπαν, om. F. κατετέτρωτο FP, ἐτέτρωτο CG. 10. κᾀκείνους P. 12. ἐκεῖνος F, ἐκεῖθεν PG. πρεσβεύσων F, πρεσβεύων PG. 14. τρίβοντα G. 17. ἐνιαχοῦ τῶν: G iu inargine “f. ἱν ία τῳ τῶν. vid. annotat. 20. ἡμέραν C, ἡμέρας PG.)
311

πεμπόμενος, ἔφθασεν ἀΝαρτίσας τὸ φρούριον. καὶ τηνικαῦτα τοῦ σύμπαντος τελεσθέντος ἔργου, τὸν ἄνδρα τῆς βασιλίδος [*](B) ἀπέλυσε πόλεως.

Ὁ δὲ Προσοὺχ δεινὸς μετὰ δυνάμεως, ὡς ἠλπίζετομ, καταλαβών, ἐπολιόρκει τὴν Νικαίαν, καθὼς ὁ τῷ Τατικίῳ νυκτὸς προσεληλυθὼς τότε ἔλεγε. καὶ ἐπὶ μησὶ τρισὶ πολιορκῶν ταύτην οὐκ ἐνεδίδου. ὲν στενῷ δὲ κομιδῆ τὰ κατ’ αὐτοὺς οἱ ἐντὸς καὶ αὐτὸς δὲ ὁ Ἀπελχασὴμ ἑωρακότες καὶ μὴ ἐπιπλέον ἀντέχειν πρὸς τὸν Προσοὺχ δυνάμενοι, διαπεμψάμεμοι πρὸς τὸν βασιλέα νῶντο τῆς ἐξ αὐτοῦ βοηθείας τυχεῖν, κρεῖττον λέγοντες ἡγεῖσθαι δούλους αὐτοῦ ὀνομάζεσθαι ἢ τῷ Προσοὺχ δοῦναι χεῖρας. ὁ δὲ παραχρῆμα τοὺς τῶν παρατυχότων [*](V. 140) ἐκκρίτους διελών, σημαίας τε καὶ σκῆπτρα ἀργυρόηλα [*](C) ἐπιδιδούς, εἰς ἀρωγὴν τούτους ἐκπέμπει. οὐ γὰρ ἄντικρυς βοηθῶν τῷ Ἀπελχασὴμ στρατιὰν ἔπεμπεν ἀλλὰ τὰ τῆς βοηθείας ἐντεῦθεν κατὰ τὸν νοῦν τοῦ αὐτοκράτορος εἰς κατάλυσιν τοῦ Ἀπελχασὴμ περιΐστατο. δύο γὰρ πρὸς ἀλλήλους μαχομένων ἐχθρῶν τῆς τῶν Ῥωμαίων ἡγεμονίας, ἴδει τῷ ἀσθενεστέρῳ συνθέσθαι, οὐχ ἕνα ἐπικρατέστερος γένηται, ἀλλ' ἵνα τὸν μὲν ἀποκρούσηται, ἀφ’ οὑ δὲ τὴν πόλιν ἐξέληται καὶ τὴν τέως μὴ οὖσαν ὑπὸ τὸν κύκλον αὐτοῦ ἰδίαν ποιήσηται, καὶ κατὰ μικρὸν ἐκ ταύτης ἑτέραν καὶ μάλα ἄλἔργον

[*](D)[*](2. F. δεινῆς coni. Diestenvegius. 8. lege δὴ. 14. 17. lege παρίστατο. 18. ἡγεμονίας τῆς Ῥωμαίων G. 19. οὐχ G, οὐκ P.)
312

λῆν ἑλόμενος τὴν τῶν ‘Ρωμαίων ἀργὴν πλατυτέραν ποιήσηται εἰς στενὸν κομιδῆ καταστᾶσαν, καὶ μᾶλλον ἐξóτου τὸ τῶν Τούρκων δόρυ ἐπικρατέστερον γέγονεν. ἢν μὲν γὰρ ἴτε οἱ ὅροι τῆς τῶν ‘Ρωμαίων ἡγεμονίας αἰ ἀμφότεραι στῆλαι ἦσαν ἀνατολὴν καὶ δύσιν περιορίζουσαι, ἐξ ἑσπέρας μὲν αἱ τοῦ [*](Ρ. 176) ‘Ηρακλέως ὀνομαζόμεναι, ἔξ ἕω δὲ αἱ ἀγχοῦ που ἱστάμεναι τοῦ Ἰνδικοῦ πέρατος αἰ τοῦ Διονύσου. κατὰ γὰρ πλάτος οὐκ ἐστιν εἰπεῖν ὅσον ἦν τῆς τῶν ‘Ρωμαίων βασιλείας τὰ κράτος, Αἴγυπτος καὶ Μερόη καἰ Τρωγλοδυτικὴ πᾶσα καὶ τὰ ἐγγύθεν τῆς διακεκαυμένης καὶ τὰ ἐξ ἑτέρου μέρους ἡ πολυθράλλητος Θούλη καὶ ὅσα ἔθνη βόσκει τὸ κλίμα τὸ Βόρειον, οἷς κατὰ κορυφὴν ὁ Βόρειος ἵσταται πόλος. ἀλλ’ ἐπ’ ἐκεῖνό γε τοῦ καιροῦ ἐκ μὲν ἀνατολῆς ὁ γείτων Βόσπορος ὅριον τῶν Ρωμαϊκῶν σκήπτρων , ἐκ δὲ τῆς ἑσπέρας ἡ Ἀδριανοῦ κα- θίστατο πόλις. ἀλλ’ ὁ γε βασιλεὺς Ἀλέξιος ὡσπερ παίων χερσὶ τοὺς ἑκατέρωθεν ἐπιτιθεμένους βαρβάρους ναὶ καθάπερ [*](Β) ἀπὸ κέντρου τῆς Βυζαντίαις περιορχούμενος, ηὐρύνετο τὸν κύκλον τῆς βασιλείας, καὶ ἐκ μὲν ἐσπέρας τὸν Ἀδρίαντος πόντον ἔθετο ὅριον, ἐκ δὲ τῆς ἀνατολῆς Εὐφράτην καὶ Τίγρητα. καὶ εἰς τὴν προτέραν εὐδαιμονίαν τὴν βασιλείαν ἀνενεώσατο ἄν, εἰ μή γε οἱ ἐπάλληλοι ἀγῶνες καὶ οἱ πυκνοὶ πόνοι καὶ κίνδυνοι ἦν γὰρ καὶ ἀμφοτέραις ὁ αὐτοκράτωρ με-

[*](3. μὲν om. G. 4. τῆς om. G. 6. lege Ἡρακλέους. g. ἐγγύθεν C, ἐγγὺς P in margine, ἐκεῖθεν PG. 14. ἡ G, καὶ P. 2 1. ἄν om. C. 22. ἀμφοτέροις G.)
313

γαλοκίνδυνός τε καὶ πυκνοκίνδυνος) τοῦτον ἀπέστησαν τοῦ ὁρμήματος. ἀλλ' οὑπερ ἐξ ἀρχῆς ἔλεγον, ὅτι στρατιὰν ἀποστέλλων τῷ τῆς Νικαίας τυράννῳ Ἀπελχασήμ , γνώμης εἶχεν οὐχ ἵν’ ἐκεῖνον ἐξέληται τοῦ κινδύνου, ἀλλ' ὅπως ἂν ἑαυτῷ [*](C) τὴν νίκην περιποιήσηται · οὐ μὴν ἡ τύχη πρὸς τούτῳ συνέπνευσεν. ἔσχε γὰρ οὕτω τὰ κω αὐτούς. οἱ γὰρ ἀποστα- λέντες τὸ τοῦ κυρίου Γεωργίου ὀνομαζόμενον κατέλαβον πολίχνιον. οἱ δὲ Τοῦρκοι παραχρῆμα τὰς πύλας αὐτοῖς ἀνεπέτασαν. οἱ δὲ ἄνωθεν τῆς ἀνατολικῆς πόρτης περὶ τὰ κρήδεμνα τοῦ τείχους ἀνελθόντες , τὰς σημαίας καὶ τὰ σκῆπτρα ἰλαδὸν κατέστησαν ἀλλαάζοντες ἅμα καὶ τὸ ἐνυάλιον συνεχῶς ἐνηχοῦντες. ὑφ’ ὦν οἱ μὶν ἔξωθεν ἐκδειματωθέντες διὰ νυκτὸς ἐκεῖθεν ῷχοντο, αὐτὸν ἐληλυθέναι τὸν αὐτοκράτορα νομίσαντες· αἰ δὲ ‘Ρωμαϊκαὶ δυνάμεις αὖθις πρὸς τὴν βασιλεύουσαν ὑπέστρεψαν. οὐ γὰρ ἦσαν ἀξιόμαχον πλῆθος πρὸς [*](D) ἔφοδον περσικὴν ἐλπιζομένην ἐκ τοῦ βάθους τῆς Τουρκικῆς [*](V.141) ἐξουσίας αὖθις ἐλεύσεσθαι.

Τὴν δὲ τοῦ Σιαοὺς ὑποστροφὴν ὁ σουλτᾶν ἀπεκδεχόμενος, ἐπεὶ ἑώρα τοῦτον ἐμβραδύνοντα, ἐμεμαθήκει δὲ τὰ κατ’ αὐτόν, ὡς τὸν Χαρατικῆν μετὰ τρόπου τῆς Σινώπης ἀπήλασεν, ὡς τετυχήκει τοῦ θείου βαπτίσματος καὶ κατὰ τὴν

[*](3. lege γνώμην. 4. ἐάν G. 5. lege τοῦτο. συνένευ- σεν CG. 7. τῷ PG, correxi. 11. lege ἀλαλάζοντες. 13. ᾤχοντο ἐκεῖθεν G. 16 ἐλπιζομένων G. Τουρκικῆς: δουκικῆς CG. 17. ἐλεύσασθαι P, ἐλεύσεσθαι CG. 21. τοῦ θείου βαπτίσματος ὡς τετυχήκει P, ὥς τε τύχοι τοῦ θείου βαπτίσματος C, ὥστε τύχῃ rov θ. β. G.)
314
[*](P. 177)

ἐσπέραν παρὰ τοῦ αὐτοκράτορος ἀπεστάλη, τὴν δουκικὴν ἐξουσίαν Ἀγχιάλου περιζωσάμενος, ἠνιᾶτο ἤσχαλλεν. δεῖν οὑν ἐλογίσατο τὸν Πουζάνον αὖθις μετὰ δυνάμεων κατὰ τοῦ Ἀπελχασὴμ ἀποστεῖλαι, ἅμα δὲ καὶ πρὸς τὸν αὐτοκράτορα γραφὴν περὶ τοῦ αὐτοῦ κήδους διαλαμβάνουσαν αὐτῷ ἐγχειρίσαι. εἶχε δὲ τὰ γράμματα οὕτως ἁ ἠκηκόειν ὢ βασιλεῦ , τὰ κατὰ σὲ καὶ ὅπως τὴν τῆς βασιλείας ἀναδησάμενος ἀρχήν, ἐκ προοιμίου πολλοῖς ἀγῶσιν ἐμπέπτωκας, καὶ ὡς ἄρτι τὰ κατὰ τοὺς Λατίνους κατευνάσαντος, οἱ Σκύθαι κατὰ σοῦ [*](Β) ἑτοιμάζονται, καὶ αὐτὸς ὁ Ἀμὴρ Ἀπελχασὴμ τὰς μετὰ σοῦ τοῦ Σοολυμᾶ σπονδὰς καταλύσας, μέχρις αὐτῆς Δαμάλεως τὴν Ἀσίαν ληί·ζεται. εἰ γοῦν βούλει καὶ τὸν Ἀπελχασὴμ τῶν αὐτόθι μερῶν ἀπελαθῆναι καὶ τὴν Ἀσίαν καὶ αὐτὴν δὴ τὴν Ἀντιοχείαν ὑπὸ τὴν σὴν γενέσθαι χεῖρα, ἀπόστειλόν μοι τὴν σὴν θυγατέρα εἰς νύμφην ἐμὴν τῷ πρωτοτόκῳ τῶν ἐμῶν ὠῶν. κω τοῦ λοιποῦ οὐδέν σοι σκῶλον ἔσεται, ἀλλὰ πάντα ῥᾳδίως ἐξέσται σοι ἀνύειν, ἐμοῦ σοι ἐπαρήγοντος οὐ κατὰ τὴν ἑῲαν μόνον , ἀλλὰ μέχρις Ἰλλυρικοῦ καὶ τῆς ἐσπέρας ἀπάσης , διὰ δυνάμεων ἀποστελλομένων σοι παρ’ ἡμῶν." ἀλλὰ ταῦτα μὶν τὰ κατὰ τῶν περσῶν σουλτᾶν. ὁ δὲ Πουζάνος μέχρι Νικαίας [*](C) καταλαβὼν καὶ ἀπόπειραν ταύτης οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις ποιησάμενος καὶ διαμαρτὼν τοῦ σκοποῦ, τοῦ Ἀπελὁ

[*](10. αὐτὸς ὁ PG, recte C. σοῦ om. CG. 15. προτοτόκῳ PG, recte C. 17. ἀνύειν ἐξέσται σοι G.)
315

χασὴμ γενναίως ἀνταγωνιζομένου, ἐξαιτησαμένου καὶ ἀπό τοῦ βασιλέως βοήθειαν καὶ λαβόντος, πρὸς τὴν τῶν λοιπῶν πόλεων τε καὶ πολιχνίων κατάσχεσιν ὥρμησεν, ἐκεῖθεν ὑποχωρήσας, τὴν σκηνὴν κατὰ τὸν Λάμπην πηξάμενος· ποταμὸς οὗτος περὶ Λοπάδιον μετὰ δὲ τὴν τούτου ὑποχώρησιν ενδεκατέσσαρσιν ἡμιόνοις χρυσίον ἐπισάξας ὁ Ἀπελχασὴμ ὁπόσον φέρειν ἠδύναντο, ἀπέρχεται πρὸς τῶν περσῶν σουλτᾶν, δῶρον αὐτῷ κομίζων ἐφ’ ᾧ μὴ παραλυθῆναι τῆς ἀρχῆς καταλαμβάνει δὲ τοῦτον περὶ τὸ Σπαχᾶ αὐλιζόμενον. ὡς δὲ [*](D) οὐδὲ θεάσασθαι τοῦτον ὁ σουλτᾶν ἠξίου, μεσίταις ἐχρῆτο. ὁ δὲ ὀχλούμενος υπ' αὐτῶν ἴφη “ἐπεὶ καθάπα·ξ τὴν ἐξουσίαν τῷ Αμὴρ Πουζάνῳ ἀνεθέμην, οὐκέτι ταύτην ἐξ αὐτοῦ ἀφαι- ρεθήσεσθαι βούλομαι. ἐπιδότω τοίνυν τὰ χρήματα , ἀπελθὼν πρὸς αὐτόν, καὶ πᾶν ὃ βούλεται εἰπάτω. καὶ τὸ δόξαν αὐτῷ καὶ ἐμὸν ἔσεται θέλημα.’’ ἐφ’ ἱκανὸν οὖν ἐγκαρτερήσας ἐκεῖσε καἰ πολλὰ μογήσας καὶ μηδὲν ἠνυκὼς, ἀπάρας ἐκεῖθεν, ὡς πρὸς τὸν Πουζάνον ἀπερχόμενος, συναντᾷ τοῖς ἐξ ἐκείνου κατ’ αὐτοῦ ἀποσταλεῖσι διακοσίοις ἐκκρίτοις ἀνδράσι καὶ [*](Ρ. 178) σατράπαις. οὐδὲ γὰρ ἡ ἐκείνου τῆς Νικαίας ἐ·ξέλευσις τοῦτον διέλαθεν. οἱ καὶ κατασχόντες αὐτὸν καὶ βρόχον ἐκ νευρᾶς ἐπικλώσαντες τῷ τραχήλῳ τούτου περιβαλόντες ἀπέινι-

[*](2. καὶ λαβόντος: καταλαβόντος G. 6. ἐπισάξας C , ἐπεισάξας PG. 8. ᾦπερ G. 9. σπαχᾶ P in margine, πάσχα PG. 12. ἂν ἐθέμην Ρ, ἂν om. CG, correxi. ἀφαιρήσεσθαι C. 17. ὡς: δὲ C, oni. G. 18. ἀποσταλεῖσι κατ' αὐτοῦ G. ἀνδράσι καὶ om. C. 19. τοὐιους G. ao. καὶ alterum om. G.)
316

ξαν. τὸ δὲ ὅλον οὐ τοῦ Πουζάνου ἥν κατ’ ἐμὸν λόγον, ἄλλα τοῦ σουλτᾶν ἐκείνου τοιαῦτ’ οἰκονομήσαντος κατὰ τοῦ Ἀπελχασὴμ [*](V. 142) δηλώσαντος. ἀλλὰ ταῦτα μὲν κατὰ τὸν Ἀπελχασήμ. ὁ δὲ βασιλεὺς τὰς τοῦ σουλτᾶν ὑπαναγνοὺς γραφὰς, οὐδ’ εἰς νοῦν τὸ δηλούμενον βαλεῖν ἤθελε. καὶ πῶς γάρ; τὸ γὰρ [*](Β) βασιλικὸν θυγάτριον, ὅπερ τὸ γράμμα ἐζήτει κατεγγυηθῆναι τῷ πρωτοτόκῳ αὐτοῦ υἱῶ, ἦν ἄρα δυστυχές, ὡς ἔοικεν, εἰ ἀνεληλύθει εἰς Περσίδα, βασιλείας μετεσχηκὸς ἀπάσης κακοδαιμονεστέρας πενίας. ἀλλ’ οὔτε θεὸς τοῦτο ἐπέτρεπεν, οὔτε ὁ βασιλεὺς εἶχε γνώμης οὕτω ταῦτα προβῆναι , οὐδ’ ἂν εἰς στενὸν κατηντήκει αὐτῷ τὰ πράγματα εὐθὺς γὰρ καί κατὰ πρώτην ἀκοὴν τοῦ γράμματος τῆς τοῦ βαρβάρου κατεγέλασεν ὀρέξεως, ὑποφθεγξάμενος, ὅτι ἁ ὁ δαίμων τοῦτο εἰς νοῦν αὐτῷ ἀνεβίβασεν." περὶ τοῦ μὲν κήδους οὕτως ἴσχεν ὁ αὐτοκράτωρ· [*](C) ἐλπίσι δὲ κεναῖς τὸν τοῦ σουλτᾶν λογισμὸν ἀπαιωρεῖν δεῖν λογισάμενος , καταπεμψάμενος τὸν Κουρτίκιον μεθ’ ἑτέρων τριῶν, ἀποστέλλει τούτους πρέσβεις καὶ γράμματα , δι’ ὦν τὴν εἰρήνην ἐνέφαινεν ἀσπάζεσθαι καὶ πρὸς τὰ μηνυθέντα κατανεύειν, ἀπαιτῶν ἄμα καὶ αὐτὸς ἄλλ’ ἀττα τοῦ χρόνου παράτασιν εἰσάγοντα. οὔπω οἱ ἐκ τοῦ Βυζαντίου πεμφθέντες πρέσβεις τὸν Χορασὰν κατέλαβον , καὶ τὴν τοῦ σουλτᾶν

[*](1. Πουζάνη G. 3. lege τὰ κατὰ. 5 λαβεῖν C. 6. ἐξᾐτει coni. lac. Gronovius. 7. προτoτόκῳ PG, recte C. αὐτοῦ G, αὐτῶ P. g. ἐπέτρεψεν G. lo. iege γνώμην. 13. αὐτῷ G, αὐτοῦ P. 16. lege μεταπεμψάμενος. 19. ἀλλα τὰ PG , ἀλλά τε τὰ G. correxi. 21. Χορασὰν G, Χοροσὰν P.)
317

ἀναίρεσιν μεμαθηκότες ὑπέστρεψαν. καὶ γὰρ ὁ αὐτάδελφος αὐτοῦ Τουτούσης μετὰ τὸ ἀνελεῖν τὸν Ἀμὴρ Σολυμᾶν καὶ τὸν ἴδιον γαμβρὸν ἐξ Ἀραβίας κατ' αὐλοῦ στρατεύσαντα τυφωθείς, καὶ τὸν σουλτᾶν μεμαθηκὼς εἰς εἰρηνικὰς σπονδὰς μετὰ τοῦ [*](D) αὐτοκράτορος ἤδη ἐπείγεσθαι, πρὸς τὸν τἀδελφοῦ φόνον ἀπέβλεψε. δυοκαίδεκα τοίνυν Χασίους οὕτω τῇ πέρσιδι διαλέκτῳ καλουμένους φόνιον πνέοντας μετακαλεσάμενος, ὡς πρέσβεις τάχα πρὸς τὸν σουλτᾶν ἐξέπεμψε , καὶ τὸν τρόπον αὐτοῖς ὑποθέμενος ἅμα τῆς τοῦ ἀδελφῶ σφαγῆς, “ἄπιτε" φάμενος πρῶτα μὶν διακηρυκεύσατε, ὡς ἀπόρρητά τινα μέλλειν τῷ σουλτᾶν ἀπαγγεῖλαι, ἐπὰν δὲ παραχωρηθῆτε τῆς εἰσόδου, ὦς ὡς τάχα πρὸς οὖς αὐτῷ ὡμιληκέναι βούλεσθε πλησιάσαντες παραχρῆμα τὸν ἐμὸν διαμελήσατε ἀδελφόν.’’ οἱ δὲ πρέσβεις ἡ μᾶλλον φονεῖς καθάπερ εἰς δεῖπνον ἢ εὐωχίαν [*](P.179) πεμπόμενοι , προθυμότατα πρὸς τήν τοῦ σουλτᾶν σφα- γὴν ἀπίεσαν. μεθύοντα τοῦτον καταλαβόντες, ἔπει πᾶσα ἐκεχειρία τούτοις ἐδίδοτο , τῶν ἐμπεπιστευμένων τὴν τοῦ σουλτᾶν φυλακὴν πόρρωθεν ἑστηκότων , αὐτοὶ πλησιάσαντες, τὰ ξίφη τῆς μάλης σπασάμενοι διαμελίζουσι παραχρῆμα τὸν ἄθλιον. τοιοῦτον γὰρ τὸ τῶν Χάσίων ἐστιν αἵμασι χαῖρον, καὶ τρυφὴν αὐτὸ τοῦτο λογιζόμενοι, εἰ μόνον διὰ σπλάγχνων ἀνθρώπων τὸ ξίφος ἐλάσειαν. τοῦ λοιποῦ δέ, κἄν τινες αὖ τοὺς ἴσως ἐπ’ αὐτῷ τούτῳ ἐπιθέμενοι καταχορδεύσειαν, κατὸν

[*](Β)[*](2. prius om. G. 3. Ἀρραβίας C. 7. an φόνον? 13. lege διαμελίσατε. 14. φονεῖς G, φωνεῖς P. 22. ἐλάσειεν G, τοῦ λοιποῦ — καταχορδεύσειαν om. CG.)
318

θάπερ τι κῦδος τὸν τοιοῦτον λογίζονται θάνατον, ὥσπερ τινὰ πάτριον κλῆρον τὰ φονικὰ ταῦτα ἔργα ἄλλος πρὸς ἄλλον διαδεχόμενοί τε καὶ παραπέμποντες. ἐκείνων μὶν οὖν ὑπέστρεψεν οὐδεὶς πρὸς τὸν Τουτούσην, ἀντίλυτρον οἷον τὰς ἰδίας [*](V. 143) ὑποσχόντων σφαγάς· ὁ μέντοι πουζάνος ταῦτα μεμαθηκώς, σὺν ὅλαις δυνάμεσι πρὸς τὸν Χορασὰν ἐπανέστρεψεν. ἐπὰν δὲ τῷ Χορασὰν προσεπέλασε, δέχεται τοῦτον ὁ τοῦ ἀναιρε- θέντος ἀδελφὸς Τουτούσης. καὶ εὐθὺς ἀγχεμάχου τῆς μάχης γενομένης, ἐπεὶ καρτερῶς ἄμφω τὰ στρατεύματα ἐμάχοντο [*](C) καί θάτερον θατέρῳ τῆς νίκης οὐδαμῶς παρεχώρει, πίπτει καὶ ὁ πουζάνος καιρίαν πληγεὶς γενναίως ἀγωνιζόμενος καὶ ὅλας συνταράττων τὰς φάλαγγας · ἕκαστος δὲ τῶν αὐτοῦ φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσατο , ἄλλος ἄλλοσε σκεδα- σθέντες. ὁ δὲ Τουτούσης νικητὴς πρὸς τὸν Χορασὰν ἐπανέ- στρεφεν, ὡς ἤδη τὴν τοῦ σουλτανικίου ἀξίαν περιζωσάμενος, καἰ ταῦτα τὸν κίνδυνον ὑπὲρ κεφαλῆς ἔχων. καὶ γὰρ συνην- τηκὼς αὐτῷ ὁ τοῦ ἀναιρεθέντος Ταπάρη σουλτᾶν υἱός, ὁ Παργιαρούχ, ὥστε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας κατὰ τὴν ποίησιν. καὶ συμβαλὼν οὔλῃ χειρὶ καἰ γνώμῃ , εἰς [*](D) πολλὰ τὰς δυνάμεις διέσπασε, διέσπασε, καἰ τρέψας ἀνὰ κράτος ἐδίωκεν. ἀναιρεῖται δὲ καὶ αὐτὸς ὁ τὰ Ναυάτου φυ-

[*](1. κῆδος G. θάνατον λογίζονται G. 3. οὖν om. G. 4. οὐδεὶς πρὸς Τουτούσην ὑπέστρεψεν G. 6. Χοροσὰν VG ulro- bique . conexi. 18. Παργγαροὺχ C, Παργχαροὺχ P in margine, Σπργγαροὺχ PG. correxi. ὡς G.)
319

σῶν Τουτούτης. τοῦ δὲ Ἀπελχασὴμ μετὰ χρημάτων τότε πρὸς τὸν τοῦ Χορασὰν σουλτᾶν ἐξεληλυθότος, ὡς ὁ λόγος φθάσας ἱστόρησεν , ὁ ἀδελφὸς αὐτοῦ πουλχάσης τὴν Νίκαιαν καταλαβὼν κατέσχεν. αἰσθόμενος δὲ τούτου ὁ αὐτοκράτωρ, δαψιλεῖς τὰς δωρεὰς ὑπισχνεῖτο, εἰ ταύτης αὐτῷ παρακεχωρηκὼς ἐκεῖθεν ἐκσταίη. ὁ δὲ Πουλχάσης ἤθελε μέν ἀλλ' ἀνεβάλλετο αὖθις, ἀποβλέπων πρὸς τὸν Ἀπελχασήμ, καὶ λόγους ἐκ λόγων πρὸς τὸν αὐτοκράτορα διεπέμπετο , ἀπιωρῶν οἶον αὐτόν, τῇ δ' ἀλήθειᾳ τὴν τοῦ ἀδελφοῦ ἀπεκδεχόμενος [*](P. 180) ἐπανέλευσιν. ἐν τῷ μεταξὺ δὲ γίνεται τι τοιοῦτον. ὁ παρὰ τῶν τῶν χασίων ἀναιρεθεὶς τοῦ Χορασὰν σουλτᾶν ἔφθασε κατσχεῖν τοὺς τοῦ μεγάλου Σολυμᾶ δύο υἱεῖς. οὗτοι δὲ μετὰ τὴν ἐκείνου σφαγὴν ἀποδράσαντες τοῦ Χοὸασάν , δμὼς τὴν Νικαίαν κατέλαβον τούτους οἱ ἐντὸς Νικαίας Θεασάμενοι, δημοκρατοῦντες οἷον περιχαρῶς ἐδέξαντο. καὶ Πουλχάσης ὁ Πουχάσης καθάπερ τινὰ πατρῷον κλῆρον τὴν Νικαίαν προθύμως αὐτοῖς παραδίδωσι. προχειρίζεται δὲ σουλτᾶν ὁ πρωτογενὴς τῶν δύο, Κλιτζιασθλὰν τὴν κλῆσιν. ἐκεῖνος δὲ τὰς γυναῖκας καὶ τὰ παιδία τῶν τηνικαῦτα ὲν Νικαίᾳ παρόντων μεταπεμψάμενος, έν αὐτῇ καθίδρυσεν, ἀποκαταστήσας τὴν πόλιν [*](Β) ταύτην σουλτάνων, ὡς ἄν τις εἵποι, κατοικητήριον. οὕτω δὲ τὰ κατὰ τὴν Νικαίαν οἰκονομήσας, τὸν μὲν Πουλχάσην τῆς

[*](5. εἰ CF, ἠ G, καὶ P. 8. τὸν add. CG. 9. ἀπεκδεχόμε- νον P, recte CG. 10. ἔλευσιν G. 12. μεγάλου: lege Ἀμὴρ. υἵους CG. 13. ἀποδράσοντες C. 18. Κλιτζισθὰν CG. 19. παιδία : τέκνα F in margine.)
320

ἀρχῆς μεθίστησι, τῷ δὲ ἀρχισατράπῃ Μουχούμετ τὴν ἡγεμονίαν τῶν έν Νικαίᾳ ὄντων σατραπῶν ἀναθέμενος καὶ αὐτοῦ που καταλιπών, κατὰ τῆς Μελιτηνῆς ἔξεισιν.

Ἀλλὰ τοιαῦτα μὲν τὰ περὶ τῶν σουλτάνων. ὁ δὲ Ἐλχάνης ἀρχισατράπης μετὰ τῶν ὑπ’ αὐτὸν καταλαβὼν τὴν Ἀπολλωνιάδα καὶ Κύζικον , πόλεις δὲ αὗται καὶ ἄμφω παράλιοι) τὰ παρὰ θάλατταν ἐληίζετο ἀπάντα. τοῦτο μεμαθηκὼς ὁ αὐτοκράτωρ , ἀπὸ τῶν παρατυχόντων ἀκατίων οὐδέπω γὰρ στόλος ηὐτρέπιστο) ἱκανὰ παρασκευασάμενος, καὶ ἑλεπόλεις ἐν αὐτοῖς μετὰ στρατιωτῶν γενναιῶν εἰσαγαγών, τὸν [*](C) Εὐφορβηνὸν Ἀλέξανδρον, ἄνδρα τῶν ἐπιφανῶν μὲν κατὰ γένος καὶ κατὰ ἀνδρείαν περίφημον , τὴν ἡγεμονίαν τούτων αἰτῶ ἀναθέμενος, κατὰ τοῦ Ἐλχάνη ἐξέπεμψε. καταλαβὼν δὲ Ἀπολλωνιάδα, παραχρῆμα ἐπολιόρκει. δι’ ἒξ δὲ ἡμερῶν, μηδ’ έν νῦξὶ τῆς τειχομαχίας ὅλως ἀφιστάμενος, κατέσχε τὸν ἔξω. [*](V. 144) θεν τοῦ κάστρου κύκλον, οὖνπερ ἐξώπολον ἡ συνήθεια νῦν καλεῖν εἴωθεν. ὁ δὲ Ἐλχάνης καρτερῶς ἀντεποιεῖτο τῆς ἀκρο- πόλεως, δυνάμεις ἐλπίζων ἔξωθεν ἐλθεῖν. καὶ δὴ στρατιὰν βαρβαρικὴν ἀξιόμαχον ἐπικαταλαμβάνουσαν εἰς ἀρωγὴν τοῦ [*](D) Ἐλχάνη ὡς ἐθεάσατο ὁ Ἀλέξανδρος, τοὺς δ’ ὑπ’ αὐτὸν μηδὲ τὸ πολλοστὸν τῆς ἐπικαταλαμβανούσης δυνάμεως σώζοντας, βέλτιον ἔγνω, κἀν μὴ νικώῃ, ἀλλά γε τοὺς ὑπ’ αὐτὸν ἀσινεῖς διατηρῆσαι. ἐν στενῷ δὲ κομιδῆ τὰ κατ’ αὐτόν ἐληλακότα

[*](1. Μουχούμετ C, Μοχούμετ PG. 5. Ἐλλεχάνης G. 7. παράλιαι G. II. μὲν oiii. G. 15 νυκτὶ CG. 16. ἔξωπλον G. ἐξώπυλον coni. Possiniis. vicl. annotat.)
321

συνορῶν καὶ ὅτι σωτηρίας τρόπος οὐχ ὑπολέλειπται, ὡς πρὸς τὴν θάλασσαν ἀπονενεύκει. καὶ διὰ τοῦ ποταμοῦ εἰσελθὼν ἐν ταῖς ἰδίαις ναυσὶ πρὸς αὐτὴν διεπλωίζετο. στοχασάμενος δὲ ὁ Ἐλχανης τὸν τοῦ Ἀλεξάνδρου σκοπόν , προκαταλαβὼν [*](Ρ. 181) τὸ τῆς λίμνης κατέσχε στόμιον καὶ τὴν τοῦ ποταμοῦ γέφυραν, ἐν ᾐ καὶ τέμενος πάλαι παρὰ τῆς ἁγίας ᾠκοδόμητο Ἑλένης ἐπ' ὀνόματι τοῦ μεγάλου Κωνσταντίνου, ἐξ ὧν τὴν ἐπωνυμίαν ἡ γέφυρα μέχρι καὶ νῦν ἐκτήσατο. τῷ γοῦν ἤδη ῥηθέντι στομίῳ καὶ αὐτῇ δὴ τῇ γεφύρᾳ ἄνδρας πολεμικωτάτους ἐπιστήσας ἐφ’ ἑκάτερα , παρήγγειλε τὴν τῶν πλοίων δίοδον ἐνεδρεύειν. ὡς δὲ ἅπαντες ἐν τοῖς ἤδη ῥηθεῖσιν ἀγραρίοις εἰσελθόντες διὰ τοῦ στομίου τῆς λίμνης, ταῖς πάγαις τοῦ Ἐλχάνη ἐμπεπτώκασι, θεασάμενοι τὸ καταλαβὸν αὐτοὺς [*](Β) δεινὸν καἰ μὴ ἔχοντες ὁ τι καὶ δράσειεν, τῇ χέρσῳ τὰς νῆας ἐφορμίσαντες κἀκεῖθεν ἁλλόμενοι, περὶ τὴν ἤπειρον ἐξεληλύθεσαν. καταλαβόντων δὲ αὐτοὺς τῶν Τούρκων, μέγας ἀναρρήγνυται πόλεμος. καὶ πολλοί μὲν τῶν λογάδων ἁλίσκονται, πολλοὶ δὲ καὶ ταῖς δίναις τοῦ ποταμοῦ ἐμπεπτωκότες παρεσύρησαν. ταῦτα μεμαθηκὼς ὁ βασιλεὺς καὶ μὴ φέρων τὴν ἧτταν, ἀξιόμαχον δύναμιν μετὰ τοῦ Ὤπου διὰ τῆς ἠπείρου κατ’ αὐτῶν ἐξέπεμψεν. ὃς καὶ τὴν Κύζικον καταλαβών , ἐξ ἐπιδρομῆς ταύτην κατέσχε. διελὼν δὲ καὶ τῶν ἰδίων ταγμά-

[*](3. διεπλωίζετο C, διεπλοΐζετο PG. 4. δὲ add. C. τῶν — σκοπῶν C. 5. τῷ ποταμῷ C. 12. ἀγγαρίοις P, ἀγραρίοις G correxitque Ducangius Glossar. I. p. 17. 14. lege δράσειαν. 15. fortasse ἁλόμενοι.)
322

τῶν ἄνδρας τειχεσιπλήτας καὶ φιλοκινδύνους ὡσεὶ τριακοσίους κατὰ τοῦ Ποιμανηνοῦ ἐξαπέστειλεν. οἱ καἰ ὥ ἐξ ἐφόδου [*](C) τοῦτο κατέσχον, καὶ τοὺς μὲν τῶν ἐντὸς τούτου αὐτοῦ που κτείνουσι, τοὺς δὲ καὶ ζωγρίαν πρὸς τὸν Ὦπον πεπόμφασιν. ὁ δὲ θᾶττον τούτους πρὸς τὸν βασιλέα ἐκπέπομφεν· αὐτὸς δὲ ἐκεῖθεν ἀπάρας, τὴν Ἀπολλωνιάδα καταλαμβάνει, καὶ πολιορκῶν ταύτην οὐκ ἐνεδίδου. ὁ δὲ Ἐλχάνης ἀποχρῶσαν ἀπάρτι πρὸς αὐτὸν μὴ ἔχων δύναμιν, τὴν μὲν πόλιν ἐθελοντὴς παραδίδωσιν αὐτὸς δὲ μετὰ τῶν καθ’ αἷμα προσηκόντων αὐτομολεῖ πρὸς τὸν βασιλέα καὶ μυρίων μὲν ἐπαπολαύει δωρεῶν, τυγχάνει δὲ καὶ τοῦ μεγίστου , τοῦ ἅγιον φημι φωτίσματος. [*](D) ὁπόσοι δὲ συνέψεσθαι τῷ Ὤπῳ οὐκ ἤθελον, ὅ τε Σκαλιάριος καὶ ὁ ἐν ὑστέροις ὑπερπερίλαμπρος τιμηθεὶς * * *, ἀρχισατράπαι δὲ καὶ οὗτοι τῶν ἐπιφανῶν,) μαθόντες τὰς εἰς τὸν Ἐλχάνην φιλοφροσύνας καὶ δαψιλεῖς δωρεὰς τοῦ αὐτοκράτορος, προσεληλυθότες καὶ αὐτοί, τῶν ἱμειρομένων ἐπιτυγχάνουσιν. ἦν γὰρ ὁ βασιλεὺς οὗτος ἄντικρυς ἱερατικώτατος, καὶ τὴν ἀρετὴν καὶ τὸν λόγον, ὡς εἰπεῖν, εὐσεβείας ἁπάσης ἀρχιερεύς. διδασκαλικώτατός τε γὰρ ἦν τοῦ ἡμετέρου δόγματος καἰ ἀποστολικὸς τὴν προαίρεσιν καὶ τὸν λόγον, καὶ εἴσω τῆς ἡμετέρας [*](V. 145) πίστεως ποιῆσαι βουλόμενος οὐ μόνον τοὺς νομάδας τουτουσὶ [*](Ρ.182) Σκύθας, ἀλλὰ καὶ τὴν Περσίδα πᾶσαν καὶ ὁπόσοι τὴν

[*](2. Ποιμανηκοῦ G. 4. καὶ om. G. 8. μὴ ἔχων πρὸς αὐτὸν G. II. βαπτίσματος CG. 13. σκαλιάρης CG. τιμηθεὶς: lacimam indicavi. 14. καὶ add. C. μεμαθηκότες P in margine. 16. ἱμειρομένων C et in margine P, ὁμοίων PG.)
323

Αἴγυπτον κα Λιβύην νέμονται βάρβαροι καὶ ταῖς τοῦ Μωάμεθ τελεταῖς ὀργιάζουσιν.

Ἀλλὰ περὶ μὲν τούτων ἅλις. βουλομένη δὲ δεινοτέραν καὶ μείζονα τῆς προλαβούσης κατὰ τῆς τῶν ‘Ρωμαίων ἀρχῆς ἔφοδον διηγήσασθαι, εἰς ἀρχὴν αὖθις καθιστῶ τὸν λόγον · ἄλλα γὰρ ἐπ’ ἄλλοις διεκυμάνθησαν. γένος τι Σκυθικὸν παρὰ τῶν Σαυροματῶν καθ’ ἑκάστην σκυλευόμενοι, ἀπάραντες τῶν οἴκοι κατῆλθον πρὸς τὸν Δάνουβιν. ὡς δὲ πρὸς ἀνάγκης ἦν αὐτοῖς μετὰ τῶν κατὰ τὸν Δάνουβιν οἰκούντων σπείσασθαι , τούτου συνδόξαντος πᾶσιν , εἰς ὁμιλίαν 17 ἦλθον μετὰ τῶν ἐκκρίτων, τοῦ τε Τατοῦ καὶ Χαλὴ ὀνομαζομένου [*](B) καὶ τοῦ Σεσθλάβου καἰ τοῦ Σατζᾶ, χρὴ γὰρ καἰ τῆς ἐπωνυμίας μεμνῆσθαι τῶν κατ’ αὖτοὺς ἀρίστων ἀνδρῶν, εἰ καὶ τὸ σῶμα τῆς ἱστορίας τούτοις καταμιαίνεται,) τοῦ μὶν τὴν Δρίστραν κατέχοντος, τῶν δὲ τὴν Βιτζίναν καὶ τἆλλα. σπεισάμενοι γοῦν μετ’ αὐτῶν, ἀδεῶς τοῦ λοιποῦ διαπερῶντες τὸν Δάνουβιν, ἐληΐζοντο τὴν παρακειμένην χώραν, ὡς καὶ πολίχνιά τινα κατασχεῖν. κἀντεῦθεν ἐκεχειρίαν τινὰ σχόντες, ἀροτριῶντες ἔσπειρον κέγχρους τε καἰ πυρούς. ὁ δὲ Τραυλὸς ἐκεῖνος Μανιχαῖος μετὰ τῶν συνεφεπομένων αὐτῷ καὶ οἱ τὸ κατὰ τὴν ἀκρολοφίαν τῆς Βελιατόβης πολίχνιον κατασχόντες ὁμόφρονες, περὶ ὦν ὁ λόγος φθάσας ἐδίδαξε πλατύτερον,

[*](C)[*](6. γάρ τι A. 7. ἐσκυλευμένοι A, σκυλεόμενοι G. 8. οἴκων Α. 9. τὸν om. (i. ii. ὀνομαζομένων G. 12. Σεσθολάβου G. Σατζοῦ CG. 19. ἔπειρον P, ἔσπερον C, recle G. 21. βαλιτιατόβης G. 2.1. ἑδίδαξε: ἐδήλωσε Α.)
324

τὰ κατὰ τοὺς Σκύθας μεμαθηκότες, ὃ πάλαι ὥδινον, εἰς φῶς ἐξήγαγον. καὶ κατασχόντες τὰς τραχείας ὁδοὺς κω στενωπούς, μετεκαλοῦντο τοὺς Σκύθας. κἀντεῦθεν τὴν ἅπασαν Ῥωμαίων ἐληίζοντο χώραν. γένος γὰρ οἱ Μανιχαῖοι φύσει μαχιμώτατον καὶ ἄγμασιν ἀνθρώπων λαφύσσειν καθαπερεὶ κύνες ἀεὶ ἱμειρόμενον. ταῦτα ὁ βασιλεὺς Ἀλέξιος μεμαθηκώς, παρακελεύεται τῷ δομεστίκῳ τῆς ἐσπέρας Πακουριανῷ, γινώσκων αὐτὸν ἱκανώτατον οἰκονομῆσαι στράτευμα καἰ κατὰ φάλαγγα στῆναι καὶ παράταξιν διαμηχανήσασθαι ποικιλώτα- [*](D) τον, σὺν αὐτῷ τῷ Βρανᾷ ἀνὴρ δὲ καἰ οὗτος μαχιμώνατος) τὰς δυνάμεις ἀναλαβόμενον κατ’ αὐτῶν ἀπελθεῖν. καταλαβὼν δὲ τοὺς Σκύθας διελθόντας τοὺς στενωποὺς καὶ τῆς Βελιατόβης ἔνθεν χάρακα πηξαμένους, πλῆθος ἀναρίθμητον τούτους θεασάμενος, πρὸς τὸν μετ’ αὐτῶν εὐθὺς ἀπενάρκησε πόλεμόν, βέλτιον νομίζων τὰς ἰδίας τὸ παρὸν ἀμαχητὶ διασῶσαι δυνάμεις, ἢ τὸν μετὰ τῶν Σκυθῶν ἀναδυσάμενον πόλεμον καὶ ἡττηθέντα πολλοὺς ἀπολωλεκέναι. ἀλλὰ τῷ Βρανᾷ φιλοκιν- [*](P. 183) δυνοτάτῳ τε καὶ θρασεῖ ὄντι ταῦτα οὐκ ἤρεσκεν. ὁ δέ γε δομέστικος, ἵνα μὴ δειλίας ὑπόψια τις κατ’ αὐτοῦ ἀναβαλ-

[*](2. καὶ στενωποὺς ὁδοὺς Α. 3. μετεκαλοῦντο C. μετεκάλουν Α, κατεκαλοῦντο PG. 5. καθαπερεὶ C, καθάπερ οἱ PG, ὥσπερ οἱ Α. 8. ἱκανώτατα G. 9. lege στήσαι. καὶ παράταξιν διαμη- χανήσασθαι om. G. παράταξιν C, πράγματα P. ποικιλώτατα CG. 11. ἀναλαβομένους A, ἀναλαβόμενον PG. 12. δὲ ὁ δομέστικος Α. σκύθας ἔνθεν τῶν στενωπῶν βελιατόβης τὸν χάρακα Α. 13. ἔνθα C. 16. lege ἀναδησάμενον. vid. annotat. 17. ἀπολωλέναι G. 18. τε om. G. 19. δομέστικος πακουριάνος A.)
325

λομένου τὸν πόλεμον δοθῇ, ἐνεδίδου ταῖς ὁρμαῖς τοῦ Βρανᾶ, καἰ θωρήξασθαί τε ἅπασι κελεύσας καὶ πολέμου σχῆμα διατυπώσας, κατὰ τῶν Σκυθῶν ἐχώρησε, τὸ μεσώτατον αὐτὸς διέπων τῆς φάλαγγος. ἐπεὶ δὲ οὐδὲ τὸ πολλοστὸν τοῦ πλήθους τῶν ἀντιτεταγμένων τὸ Ῥωμαϊκὸν ἔσωζε στράτευμα, ἐκ μόνης ὄψεως περιδεεῖς ἐγεγόνεισαν ἅπαντες. προσβαλόντες δ’ ὅμως τοῖς Σκύθαις, ἀναιροῦνται μὲν πολλοὶ ἐν τῷ μάχεσθαι, πίπτει δὲ καιρίαν πληγεὶς ὁ Βρανᾶς. ὁ δέ γε δομέστικος ἐκθύμως μαχόμενος καὶ σφοδρὰς τὰς κατὰ τῶν [*](V. 146) ἐναντίων ἱππασίας ποιούμενος, φηγῷ προσκεκρουκὼς ἀφῄρηται [*](Β) παραχρῆμα τὴν ψυχήν. τὸ δὲ ἐπίλοιπον τοῦ στρατοῦ ἄλλος ἀλλαχοῦ διεσπάρησαν. ταῦτ’ οὖν μεμαθηκὼς ὁ αὐτοκράτωρ, ἐπένθει μὶν τοὺς πεπτωκότας ἅπαντας ἴδιᾳ τε καὶ καθ’ ἕκαστον καὶ ὁμοῦ· ἔπι δὲ τῷ τοῦ δομεστίκου θανάτῳ καί καὶ μᾶλλον στενάζων, κρουνοὺς ἠφίει δακρύων. ἐφίλει ἔξόχως τὸν ἄνδρα καἰ πρὸ τῆς ἀναρρήσεως. οὐ μέντοι διὰ ταῦτα ἀναπέπτωκεν, ἀλλὰ μεταπεμψάμενος τὸν Τατίκιον μετὰ χρημάτων ἱκανῶν ἐκπέμπει πρὸς Ἀδριανούπολιν, ἐφ’ ᾧ τοῖς μὲν στρατιώταις τοὺς ἐπετείους διδόναι μισθούς, συλλέογειν δὲ καί ἁπανταχόθεν δυνάμεις, ἵνα στράτευμα ἀξιόμαχον αὖθις συστήσηται. τὸν δὲ Οὐμπερτόπουλον εἰς Κύζικον φρου-

[*](C)[*](3. αὐτὸς om. A. 8. δὲ καὶ καιρίαν? 9. δομέστικος: πακουριάνος Α. 13. τε add. Α. 14. ὁμοῦ: κοινῇ A. 15. καὶ om. C. μᾶλλον P in margine, μάλα PCAG. 17. ἀναπεπτώκει Α. Τατίκιον C constanter, Ταττίκιον PGA. 20. ἁπανταχόθεν Α, ἁπανταχόσε PG. 21. αὖθις om. Α. καταστήσηται. παρεκελεύσατο δὲ καὶ τὸν τοὺς Κελτοὺς ἄγοντα, μετὰ μόνων τῶν κελτῶν εἰς τὸν ταττίκιον ἐφθακέναι Α.)
326

ρὰν ἀξιόμαχον καταλιπόντα, μετὰ μόνων τῶν Κελτῶν εἰς τὸν Τατίκιον γοργῶς ἐφθακέναι παρεκελεύσατο οὑντὸς δὲ τοὺ Λατίνους καὶ τὸν Οὐμπερτόπουλον θεασόμενος καὶ τεθαρρηκώς ἐπεὶ καὶ ἱκανὸν προεφθάκει συλλέξασθαι στράτευμα, κατευθὺ Σκυθῶν ἐχώρησε παραχρῆμα. καταλαβὼν δὲ τὰ περὶ τὴν Φιλιππούπολιν, παρὰ τῷ χείλει τοῦ κατὰ τὸν Βλίσνον ῥέοντος ποταμοῦ χάρακα πήγνυται. ἐπὰν δὲ τοὺς Σκύθας ἐκ προνομῆς ἐπανερχομένους ἐθεάσατο λείαν πολλὴν καἰ δορυα- [*](D) λωτοὺς συνεπαγομένους, μήπω σχεδὸν τὰς κατασκευὰς ἄσω τοῦ χάρακος καταθέμενος, ἱκανοὺς τοῦ στρατοῦ ἀποτεμόμενος κὰτ αὐτῶν ἐκπέμπει. αὐτὸς δὲ ὁπλισάμενος καὶ πάντας θωρήξασθαι κελεύσας, τὰς φάλαγγας καταστησάμενος, τοῖς προπεμφθεῖσι παρείπετο στρατιώταις. θεασάμενος δὲ τοὺς Σκύθας μετὰ τῶν λαφύρων καὶ τῶν δορυαλώτων τῷ ἐπιλοίπῳ στρατεύματι τῶν Σκυθῶν ἑνωθέντας κατὰ τὸν σπιορὸν ὄχθον, διχῆ τὸ στράτευμα διελὼν καἰ τὸ ἐνυάλιον ἑκατέρωθεν ἠχῆσαι κελεύ- [*](Ρ. 184) σὺν ἀλαλαγμῷ καὶ βοῇ πολλῇ προσβάλλει τοῖς βαρβάροις. καὶ καρτερᾶς τῆς μάχης γενομένης, πίπτουσι τῶν Σκυρῶν οἱ πλείονες, πολλοὶ δὲ καὶ διασπαρέντες ἐσώθησαν. ὁ δὲ τὴν λείαν πᾶσαν ἀναλαβόμενος, νικητὴς τὴν Φιλιππούπολιν καταλαμβάνει. κεῖθι δὲ τὸ ὁπλιτικὸν ἅπαν καταθέμενος, ἐσκό-

[*](1. μόνων AG, μόνον Ρ. 3. καὶ alteriim om, Α. 6, τὰ χείλη CG. Βλίσνον CA, βλίονον G, Σαλίνον P. 9. κατασκευὰς Α, σκευὰς PG. 10. τοῦ στρατοῦ add. A. 11. δὲ: τε Α. 14. τῶν alterura add. A. 15. σπιορὀν PG, πιῤῥὸν C, πυρὸν Α et in margine P. lege Εὔρου. 21. ὁπλικὸν P.)
327

πεῖ ὅθεν χρὴ καὶ ὅπως τοῖς βαρβάροις αὖθις προσβαλεῖν. ἀπειροπληθεῖς δὲ τὰς αὐτῶν γινώσκων δυνάμεις σκοποὺς ἁπανταχόσε ἐξέπεμπεν, ἵν’ ἐκεῖθεν ἔχῃ τὰ κατὰ τοὺς Σκύθας συχνάκις ἐκμανθάνειν. ἐπαναδεδραμηκότες δὲ οἱ σκοποὶ πλῆθος βαρβάρων ἔλεγον πολὺ ἀέρι τὴν Βελιάτοβαν ἐνδιατρίβειν καὶ τὰ πέριξ ληΐζεσθαι. καὶ ὁ Τατίκιος προσδόκιμον τὴν τῶν [*](Β) Σκυθῶν ἐπέλευσιν ἔχων καὶ πρὸς τοσούτους μὴ ἀποχρώσας ἔχων δυνάμεις, τὸ παράπαν ἀλύων τοῖς λογισμοῖς, ἐν ἀμηχανίᾳ καθειστήκει. ἀλλ᾿ ὄμως καὶ τὸ σιδήριον ἔθηγε καἰ πρὸς μάχας ἐθάρρυνε τὸ στράτευμα. καταλαβὼν δέ τις τὴν τῶν βαρβάρων κατ’ αὐτοῦ ἔλευσιν διεμήνυε καὶ φθάνειν ἤδη διισχυρίζετο. ὁ δὲ εὐθὺς ἐν τοῖς ὅπλοις ἥν. καὶ ἅπαν τὸ στράτευμα ἔξοπλίσας, τὸν Εὐρον παραχρῆμα διαπεράσας, τὰς φάλαγγας ἰλαδὸν καταστήσας, εἰστήκει πολέμου σχῆμα διατυπώσας· [*](C) αὐτὸς δὲ τὸ μέσον εἶχε τῆς παρατάξεως. καὶ οἱ βάρβαροι Σκυθικῶς παραταξάμενοι καὶ τὰς αὐτῶν δυνάμεις πρὸς μάχην καταστησάμενοι, ἐῴκεσαν μὲν πόλεμον ἀναζητεῖν καὶ [*](V. 147) τοὺς ἀντιπάλους ἐρεθίζειν οἷον πρὸς μάχην. ἐδεδίεσαν δὲ ὅμως καὶ ἄμφω τὰ στρατεύματα καὶ τὴν συμπλοκὴν ἀνεβάλλοντο, τὸ Ῥωμαϊκὸν τὸ ὑπερπληθὲς τῶν Σκυθῶν ὑποπτῆσσον, τὸ δὲ Σκυθικὸν τεθωρακισμένους ἅπαντας ὁρῶν τἀς

[*](3. ἁπανταχόθεν ἐξαπέστειλεν Α. ἐκεῖθεν om. Α. ἐχῃ AG, ἔχοι P. 4. ἐκμανθάνειν Α, μανθάνειν PG. 5. πολὺ om. G. 6. προσδοκήσιμον CG. 7. ἔλευσιν Α. 8. δυνάμεις τὸ πᾶν, ἀναλύων P, rette CG. 11. ἤδη δεινῶς ἰσχυρίζετο PG, alterum A. 13. παραχρῆμα om. A. 16. αὐτὸν P. 17. καταστησάμενοι: ὁπλίσαντες A. ἐῴκεισαν A. μὲν om. A.)
328

τε σημαίας καὶ τὸ λαμπρὸν τῶν ἀμφίων καὶ τὴν ἐκεῖθεν ἀποπαλλομένην αἴγλην πρὸς τὴν ἀστρῴαν βολὴν ἀντιστίλβουσαν. [*](D) μόνοι δὲ ἁπάντων οἱ τολμητίαι Λατῖνοι καὶ θρασεῖς τὴν μάχην προαρπάζειν ἤθελον, θήγοντες ὀδόντας ὁμοῦ κα σιδήρια. ἀνέστελλε δὲ αὐτοὺς ὁ Τατίκιος. ἀνὴρ γὰρ οὗτος εὐσταθὴς καὶ τοῦ μέλλοντος ῥᾷστα καταστοχάσασθαι δυνατός. ἱσταμένων οὖν ἀμφοτέρων τῶν στρατευμάτων καὶ οἶον ἑτέρου τὴν ἐξ ἑτέρου κίνησιν ἀπεκδεχομένου, καὶ μηδ’ οὑτινοσοῦν τῶν στρατιωτῶν κατὰ τὸ μεσαίχμιον ἐξ οὐδετέρου τῶν στρατευμάτων ἱππάσασθαι κατατολμῶντος, ἐπεὶ ὲν δυσμαῖς ἤδη ὁ ἥλιος, ἕκαστος τῶν στρατηγῶν ἐπὶ τὴν ἰδίαν παρεμβολὴν ἐπάνεισι. τοῦτο ἔπι δύσιν ἡμέραις ἐγένετο. καὶ πρὸς μάχην [*](P. 185) εὐτρεπιζομένων τῶν δημαγωγῶν καὶ πολέμου σχῆμα καθ’ ἑκάστην διατυπούντων, ἔπει μηδεὶς τὴν πρὸς ἕτερον ἀπεθάρρησε μάχην, κατὰ τὸ τῆς τρίτης περίορθρον ἀναχωροῦσιν οἱ Σκύθαι. αἰσθόμενος δὲ ὁ Τατίκιος τούτου, παραχρῆμα κατόπιν αὐτῶν ἤλαυνεν. ἀλλὰ πεζός, φασιν, παρὰ Λύδιον ἅρμα. προφθάσαντες γὰρ οἱ Σκύθαι διῆλθον τὴν Σιδηράν· [*](Β) τέμπη δ’ οὕτως εἰσι κατονομαζόμενα· κἀκεῖσε δὲ τούτους μὴ καταλαβών, ἀναλαβόμενος τὰς ὅλας δυνάμεις πρὸς Ἀδριανούπολιν ἐπαναζεύγνυσι. καὶ τοὺς μὲν Κελτοὺς αὐτοῦ που

[*](2. ἀποστίλβουσαν Α. 3. μόνοι ἁπάντων δὲ P, altero ordine AG. 5. δ᾿ Α. 7. τῶν στρατευμάτων om. CG. 8. ἐξ om. G. μηδ᾿ οὑτινοσοῦν Α et in inargine P, μηδέ τινος οὖν PG. 11. ἥλιος ἦν P, ἥν om. AG. 12. τούτου ἐπὶ δ. ἡ. γεγονότος A. 13. εὐτρεπισμένων Α. 17. πεζοὺς CG. 18. σιδηρᾶν, καὶ τούτους μὴ καταλαβὼν A.)
329

καταλιπών, τῶν δὲ στρατιωτῶν οἴκοι πορευθῆναι ἕκαστον κελεύσας, μετά τινος μερίδος τῆς στρατιᾶς αὐτὸς ἐπάναζεύγνυσι πρὸς τὴν βασιλεύουσαν.

330

ARGUMENTUM.

ααα

[*](p. 188)

Ἔαρος δὲ ἐπιφανέντος διελθὼν ὁ Τζελγοὺ τὰ ὑπερ- [*](V. 150) κείμενα τοῦ Αανούβεβς τέμπη, ἡγεμὼν δὲ οὑτος

[*](ΑΛΕΞΙΑΛΟC βιβλίον ἕβδομον GA. Ι. δ᾿ Α. διελθὼν: αὐθιε, ὁ τζελιοὺ σκύθης δὲ οὗτος) ἡγεμὼν τοῦ σκυθ. τὰ ὑπερκ. τοῦ δανούβεως πέμπει διελθεῖν σύμμικτον A.)
331

τοῦ Σκυθικοῦ στρατεύματος,) σύμμικτον ἐπαγόμενος στράτευμα ὡσεὶ χιλιάδας ἀγδολήκοντα ἔκ τε Σαυροματῶν καὶ Σκυθῶν, καὶ ἀπὸ τοῦ Δακικοῦ στρατεύματος οὐκ ὀλίγους, ὦν ὁ οὕτω καλούμενος Σολομὼν δημαγωγὸς ἦν, τὰς κατὰ τὴν Χαριούπολιν παρακειμένας πόλεις ἐληΐζετο. καὶ εἰς ἀυτὴν δὲ φθάας τὴν Χαριούπολιν καὶ λείαν πολλὴν ἀναλαβόμενος, κατέλαβε τόποι τινά, Σκοτεινὸν καλούμενον. μεμαθηκὼς τοῦτο ὁ Μαυροκατακαλὼν Νικόλαος καὶ ὁ Βεμπετζιώτης, τὴν ἐπωνυμίαν [*](B) ἀπὸ τῆς ἐνεγκαμένης λαχών, μετὰ τῶν ὑπ’ αὐτοὺς δυνάμεων καταλαμβάνουσι τὸ πάμφυλον. ὁρῶντες δὲ τοὺς περὶ τὰς κωμοπόλεις τῶν παρακειμένων χωρῶν πρὸς τὰς πόλεις καὶ τὰ φρούρια συνελαυνομένους διὰ πτοίαν πολλήν, ἀπάραντες τοῦ οὑτωσὶ καλουμένου παμφύλου τόπου, καταλαμβάνουσι τὸ τοῦ Κούλη πολίχνιον, τὸ ἅπαν συνεπαγόμενοι στράευμα. ὄπισθεν δὲ τούτων ἐρχόμενοι καὶ τὸν οὑτωσὶ καλούμενον σκοπὸν τοῦ Ῥωμαϊκοῦ στρατεύματος λέ·ξις δὲ αὕτη [*](C) συνήθης τοῖς στρατιώταις) εὑρόντες οἱ Σκύθαι, παρείποντο ἰχνηλατοῦντες οἶον τὸ Ῥωμαϊκὸν στράτευμα. αὐγαζούσης δὲ [*](P. 189) ἤδη τῆς ἡμέρας τὰς ἰδίας ὁ Τζελγοὺ καθιστᾷ δυνάμεις καὶ τὸν κατὰ τοῦ Μαυροκατακαλὼν ἐβουλεύετο πόλεμον. ἐκεῖνος δὲ κάτα τὸν ὑπερκείμενον τῆς πεδιάδος αὐχένα ἀνῆλθε μετά

[*](2. ὡσεὶ — στρατεύματος om. CG, ὡσεὶ — ὀγδοήκοντα om. A. 3. οὐχ P. 4. τὴν om. A. 5. παρακειμένας om. A. κειμένας G. καὶ — Χαριούπολιν om. A. 6. κατέλαβε περίτι χωρίον καλούμενον σκοτεινόν Α. 7. τοῦτο μεμαθηκὼς Α. 8. Βεμπετζιώτας G. τὴν — λαχών om. Α. 9. δυνάμεων om. Α. 14. τὸ τουκούλη Α. 16. κόπον C. 20. ἐβουλεύσατο CG.)
332

τινων λογάδων, κατασκοπήσων τἀς βαρβαρικὰς δυνάμεις. ὁρῶν δὲ τὸ πλῆθος τῶν Σκυθῶν, ἐσφάδαζε μὲν τὴν αυμπλοκὴν τοῦ πολέμου, ἀνεβάλλετο δέ, τὴν Ῥωμαϊκὴν στρατιὰν κατανοῶν μηδὲ τὸ πολλοστὸν σώζουσαν τῆς τῶν βαρβάρων [*](B) δυνάμεως. ἐπανελθὼν δὲ μετὰ τῶν λογάδων τοῦ ὁπλιτικοῦ παντὸς καὶ αὐτοῦ τοῦ Ἰωαννιάκη διεσκοπεῖτο, εἰ χρὴ προσβαλεῖν τοῖς Σκύθαις. τῶν δὲ πρὸς τοῦτο ἐποτρυνόντων, ἐπεὶ καἰ αὐτὸς μᾶλλον πρὸς τοῦτο κατάρροπος ἥν, τριχῆ διελὼν τὰς δυνάμεις καὶ τὸ ἐνυάλιον ἠχῆσαι κελεύσας, ξυμμίγνυται τοῖς βαρβάροις. πολλοὶ μὲν οὖν τηνικαῦτα τρωθέντες πίπτουσι, κτείνονται δὲ οὐχ ἥττους. ἀλλὰ καὶ αὐτὸς ὁ Τζελγοὺ γενναίως μαχόμενος καὶ ὅλας συνταράσσων φάλαγγας, καιρίαν πληγεὶς ἀφῄρηται τὴν ψυχήν. οἱ πλείους δὲ ἐν τῷ φεύγειν πίπτοντες εἰς τὸν ἀναμεταξὺ τοῦ [*](C) καλουμένου Σκοτεινοῦ καὶ τοῦ κούλη ῥύακα, ἀπεπνίγοντο ὑπ’ ἀλλήλων συμπατούμενοι. λαμπρὰν τοίνυν τὴν κατὰ τῶν Σκυθῶν νίκην ἀράμενοι οἱ τοῦ βασιλέως, εἰσῆλθον εἰς τὴν μεγαλόπολιν. δωρεὰς δὲ καὶ τιμὰς ἀπὸ τοῦ βασιλέως δεξάμενοι κατὰ τὸ ἀνάλογον, ὑπέστρεψαν μετὰ τοῦ τηνικαῦτα προχειρισθέντος μεγάλου δομεστίκου τῆς δύσεως Ἀδριανοῦ τοῦ Κομνηνοῦ καὶ αὐταδέλφου τοῦ αὐτοκράτορος.

2. Οὕτω δὲ τῶν κατὰ Μακεδονίαν καὶ Φιλιππούπολιν

[*]( I. κατασκοπήσων C, σκοπήσων PG. 4. τὸ om. G. 6. Ἱωαννακίου C, Ἱωαννικίου G. 9. τὰς δυνάμεις: τὸ στράτευμα A. ἐνηχῆσαι G. 11. ἀλλὰ add. Α. 16. τὴν om. A. 17. οἱ τοῦ βασιλέως om. C. 18. δὲ om. G. 20. τοῦ add. Α. 22. οὗτοι coni. Diesterwegius.)
333

μερῶν ἀπελαθέντες, παρὰ τὸν Ἰστρον αὖθις ἐπαναστρέψαντες ηὐλίζοντο καὶ ὥσπερ ἰδίαν τὴν ἡμεδαπὴν ἀνέτως πάντη παροιλοῦντες ἐληΐζοντο. ταῦτα ὁ βασιλεὺς ἀκούσας, οὐκ ἠνέσχετο [*](V. 151) τῶν Ῥωμαϊκῶν ὁρίων εἴσω τοὺς Σκύθας παροικεῖν, ἅμα [*](D) δὲ κω δεδιώς, μὴ διὰ τῶν στενωπῶν διελθόντες, αὖθις Χείρονα τῶν προτέρων ἀπεργάσωνται. ἔνθεν τοι παρεσκευασμένος καὶ καλῶς ἔξοπλίσας τὸ στράτευμα, καταλαμβάνει τὴν Ἀδριανούπολιν καὶ ἐκεῖθεν πρὸς τὸν Λαρδέαν ἄπεισιν ἐν μεταιχμίῳ τῆς Δαμπόλεως καὶ Γολόης διακείμενον. κἀκεῖσε προχειρισάμενος ἡγεμόνα Γεώργιον τὸν Εὐφορβηνὸν κατὰ τῆς Δρίστρας διαπόντιον ἐξέπεμψεν. ὁ δὲ αὐτοκράτωρ ἐπὶ τεσσαράκοντα ἡμέραις αὐτοῦ που ἐγκαρτερῶν τὰς ἁπανταχόθεν δυνάμεις μετεπέμπετο. ἱκανὸν δὲ συνειλοχὼς στράτευμα ἐβουλεύετο, εἰ χρὴ τὰς κλεισούρας διεληλυθότα, τὴν μετὰ τῶν Σκυθῶν ἀναδέξασθαι μάχην, “οὐ χρὴ,, λέγων “ἐκεχειρίαν [*](Ρ. 190) ὅλως τοῖς Σκύθαις διδοσθαι," εἰκότως τοῦτο πέρι τουτωνὶ τῶν βαρβάρων σκοπήσας. οὐδὲ γὰρ ἀπό τινος καιροῦ τῶν τεσσάρων καταρξάμεναι αἱ τῶν Σκυθῶν προνομαὶ εἰς τὸν ἐφεξῆς κατέληγον, θέρους τυχὸν εἰς τὸν καιρὸν τῆς ὀπώρας, ἡ καί χειμῶνος ἐν φθινοπώρῳ παυσάμεναι. οὐδὲ κύκλος εἷς

[*](1. περὶ P in margine. 2. καὶ — ἐληΐζοντο add. CAG et in margine Ρ. 3. ἀκούων AG. ἠνείχετο Α. 6. τοι καὶ G, 8. κᾀκεῖθεν Α. 9. Καμπόλεως F in margine, Διαμπύας PG. lege Διαμπόλεως. 10. Φορβηνὸν CG. 11. Δίστρας G. 12. καρτερῶν CG. 13. ἐβουλεύσατο G. 14. διεληλυθότας AG. 16. τουτωνὶ τῶν C, τῶν om. Ρ, τῶν βαρβάρων τούτων G. 17. καιροῦ ἀρξάμεναι G. 20. φθινοπώρου G. παυσόμεναι G. εἷς om. G.)
334

ἐνιαύσιος τουτὶ τὸ κακὸν περιέγραψεν, ἀλλ’ ἐφ’ ἔτεσι τὰ Ρωμαίων ἐκυμαίνετο, κἀν ἐκ πολλῶν ἀλίγων τινῶν αύτοὶ ἐπεμνήσθημεν. ούδὲ διπλοῖς ἐμερίσθησαν λογισμοῖς, κἀν ὁ αὐτοκράτωρ πολλάκις διὰ παντοίων τούτους ἐφείλκετο· ἀλλ’ οὐδέ τις λαθὼν πρὸς τὸν βασιλέα ἀπηυτομόλησεν, ἔτι ἀμετάθετον [*](Β) τάθετον τέως τὴν γνώμην ἔχοντες. ὁ μὲν οὖν Νικηφόρος ὁ Βρυέννιος καὶ ὁ Μαυροκατακαλὼν Γρηγόριος, ὂν τιμῆς τεσσαράκοντα χιλιάδων ὁ βασιλεὺς παρὰ τῶν Σκυθῶν ἑαλωκκότα ἐπρίατο, οὐδαμῶς τὸν μετὰ τῶν Σκυθῶν κατὰ τὸ παρίστριον συνεχώρουν πόλεμον. ὁ δέ γε Παλαιολόγος Γεώργιος καἰ Νικόλαος ὀ Μαυροκατακαλὼν καὶ ὁπόσοι ἄλλοι νέοι καὶ ἀκμάξοντες τῷ τοῦ βασιλέως προσκείμενοι θελήματι, ἐπέτρεπον τὰ τὰ τοῦ Αἵμου διελθεῖν καὶ κατὰ τὸ Παρίσταριον τὴν μετὰ τῶν Σκυθῶν ἀναδέξασθαι μάχην. σὺν οἶς κω οὶ δύο υἱεῖς Διογενοῦς τοῦ αὐτοκράτορος, Νικηφόρος τε καὶ [*](C) Λέων, οἵ μετὰ τὸ ἀνενεχθῆναι αὐτὸν εἰς τὴν τῆς βασιλείας περιωπὴν έν τῇ πορφύρᾳ ἐξ αὐτοῦ ἐτέχθησαν, κἀντεῦθεν πορφυρογέννητοι προσηγορεύθησαν. ἡ δὲ πορφύρα οἴκημά τί ἐστιν κατὰ τὰ ἀνάκτορα ἐξ αὐτῆς τῆς βάσεως μέχρι τῆς ὀρόφου κινήσεως διὰ τετραγώνου αυμπληρούμενον σχήματος, ἐκεῖθεν δὲ εἰς πυραμίδα ἀποτελευτῶν, ἀφορῶν μὲν ὡς πρὸς θάλατταν πρὸς τὸν λιμένα, οὗπερ οἱ πέτρινοι.

[*](4. ἀφείλκετο G. 5. ἀπηντομόλησεν PG, recte C. 7. Βρυένιος Ρ. 11. κατακαλῶν Α. καὶ alterum om. A. 14. σὺν τούτοις 17. 17. κἀντεῦθεν — προσηγορεύθησαν add. C.)
335

βόες καὶ οὶ λέοντες, διὰ μαρμαρων δὲ τό τε ἔδαφος κατέστρωτο καὶ οἱ τοῖχοι περιεστέλλοντο, οὐ τῶν τυχόντων, ούδὲ τῶν ἄλλων ὁπόσοι εὐποριστότεροι τῶν τιμιωτέρων λίθων εἰσίν, ἀλλ’ ἐξ ὧν ἀπὸ Ῥώμης ὤ ἀνέκαθεν βασιλεῖς επεσύραντο. το. ἐστι δὲ οὗτος ὁ λίθος, τὸ ὅλον εἰπεῖν, πορφυροῦς δι’ [*](D) ὄλου καὶ οἶον στίγματά τινα ψαμμοειδῆ λευκὰ αὐτῷ περιτρέχουσιν. ἐκ τουτωνὶ τῶν λίθων οἴμαι, πορφύραν τὸ οἴκημα οἱ ἀνέκαθεν ὠνόμασαν. αλλ' ὅπερ ἔλεγον, ὡς οὖν ἡ σάλπιγξ μέγα ἠχήσασα ἅπαντας τὴν πρὸς τὸν Αἷμον ὁδὸν οἱονεὶ κατὰ τῶν Σκυθῶν προυτρέπετο, ὁ Βρυέννιος πολλὰ κωλύων· τὸν αὐτοκράτορα τοῦ ἐγχειρήματος, ὡς οὐκ ἔπειθεν, ἐπιφωνηματικῶς [*](Ρ. 191) φησιν “ἴδθι, ὠ βασιλεῦ, εἰ τὸν Αἷμον διέλθητε, τοὺς δρομικωτέρους τῶν ἵππων δοκιμάσεις." ἐρωτήσαντος δέ τινος, [*](V. 152) τί ὁ λόγος οὑτοσὶ βούλεται, “ὲν τῷ φεύγειν" φησι “ἄπαντασ." γὰρ ὁ ἀνήρ, εἰ καὶ τοὺς ὁφθαλμοὺς δι' άποστασίαν ἔξεκέκοπτο, ἀλλὰ τό γε εἰς στρατηγικωτάτην βουλήν καὶ παράταξιν δεινότατος τῶν πολλῶν καὶ ποικιλώτατος ἐγνωρίετο. ὅπως δὲ τῶν ὀμμάτων ὁ προμνημονευθεὶς Βρυένντος ἀπεστέρητο δι’ ἀποστασίαν ἥ ἐπανάστασιν κατὰ τοῦ αύτοκράτορος Βοτανειάτου, καὶ ὅτι παρὰ τοῦ Κομνηνοῦ Ἀλεξίου τότε μεγάλου δομεστίκου τυγχάνοντος ὦν δυτικῶν τε καί ἀνατολικῶν στρατευμάτων κατασχςεθείς, τῷ Βορίλλῳ παρεἐπεσύροντο

[*](Β)[*](4. C. 5. τὸ ὅλον C et in margine P, ὅλως PG. 6. τινὰ στίγματα 7. τὸ 70 οἴκημα πορφύράν G. ἀπαντας Α, ἄπασι PG. vid. nnnotat. 12. φησιν CA, ἕφη PG. 15. ὁ om. G. 16. στρατιωτικτάτν A. 18. πριμνγμονευθεὶς P. 20. Βοτανειάτου om. G. 22. lege Βορίλῳ ut siipra.)
336

δόθη τὰς ὄψεις ἀβλαβεῖς ἔχων, τοὺς ἐθέλοντας λεπτομερέστερον μαθεῖν παραπέμπομεν εἰς τὸν μέγιστον Καίσαρα. ὁ γὰρ Καῖσαρ οὗτος τοῦ μὶν Ἀλεξίου ἤδη τὰ Ῥμωαίων διέτποντος σκῆπτρα γαμβρὸς ἐγεγόνει, τοῦ δὲ Βρυεννίου ἐκείνου ἀπόγονος. ἀλλ’ ἐνταυθοῖ γενομένη, συγχέομαι τὴν ψυχὴν καἰ πένθους ἐμπίπλαμαι. σοφὸς μὲν γὰρ τὴν γνώμην ἦν οὗτος ὁ ἀνὴρ καἰ τὸν λόγον σοφώτατος. πάντα γὰρ καὶ ῥώμη καὶ τάχος καὶ κάλλος σώματος καὶ ἁπλῶς ἐς ταὐτὸν συνελθόντα ὅσα ψυχῆς καὶ σώματος ἀγαθά, τὸν ἄνδρα ἐκεῖνον ἐκόσμησεν. [*](C) ἕνα γὰρ αὐτὸν ἐν τοῖς ἅπασιν ἐξοχώτατον καὶ ἡ φύσις ἀνεβλάστησε καὶ ὁ θεὸς ἐδημιούργησε. καὶ οἶον τὸν Ἀχιλλέα ὕμνησεν Ὅμηρος έν τοῖς ἀρχαιοῖς, τοιοῦτον ἄν τις εἶπε τὸν ἐμὸν Καίσαρα ἐν τοῖς ὑπὸ τὸν ἥλιον ἅπασιν ἀναπεφηνότα. οὗτος τοίνυν ὁ Καῖσαρ καὶ τὰ στρατιωτικὰ γεγονὼς ἄριστος, οὐκ ἀμελετήτως ἔσχε πρὸς λόγους. ἀλλὰ πᾶσαν βίβλον ἀναπτυξάμενος καὶ εἰς πᾶσαν ἐπιστήμην ἐγκεκυφώς πολλὴν σοφίαν ἐκεῖθεν ἠρύσατο, ὅση τε ἡμετέρα καὶ ὅση ποτὲ οὐχ [*](D) ἡμετέρα. ὕστερον δὲ καὶ πρὸς συγγραφὰς ἔξέδωκεν ἐαυτόν, καὶ δὴ καὶ σύγγραμμα ἐξ ἐπιταγῆς τῆς ἐμῆς δεσπότιδος καἰ μητρός, τῆς βασιλίδος φημι Εἰρήνης, ἐσχεδίασεν ἄξιον λόγου, καὶ ἀναγνώσεως, ἱστορίαν συντεταχὼς τῶν πρὸ τοῦ ἀναδήσασθαι τὰς τῆς βασιλείας ἡνίας πράξεων τοὐμοῦ πατρός, ἐν

[*](4. τοῦδε PG. correxi. 5. συγχέομαι P in margine, συνέχομαι PG. τὴν γνώμην G. καὶ πένθους C, τού καὶ πάθους PG. 6. ἐμπίπλαμαι C, ἐμπίμπλαμαι PG. 8. ταὐτὸ C. 17. ἠσηδήποτε? 20. τῆς om. G.)
337

ἑ τὰ κατὰ τὸν Βρυέννιον ἀκριβέστερον ἐπεξέρχεται, καὶ ὁμοῦ τάς τε τοῦ προγόνου στμφορὰς ὡς ἀληθῶς ἀφηγήσατο, [*](Ρ. 191) καὶ τὰς τοῦ πενθεροῦ ἀριστείας συνέγραψε, καὶ οὐκ ἂν ἐψεύσατο, καίπερ ἀμφοῖν ὡς τοῦ μὶν ἀγχιστεύς τοῦ δὲ καθ’ αἷμα προσήκων. καὶ μεμνήμεθα τούτων κἀν τοῖς προτέροις λόγοις τῆσδε ἱστορίας. ἔπει δὲ τὸν Εὐφορβηνὸν Γεώργιον μεθ’ ἱκανῆς στρατιᾶς καὶ στόλου διὰ τοῦ Ἴστρου ἐρχόμενον κατ’ αὐτῶν οἱ Σκύθαι ἐθεάσαντο, ὁ δὲ ποταμὸς οὗτος ῥεῖ μὶν ἄνωθεν ἀπὸ τῶν δυτικῶν μερῶν, ἐκδίδοται δὲ διὰ τῶν καταρρακτῶν καὶ μετὰ ταῦτα διὰ πέντε τινῶν στομάτων εἰς τὸν πόντον τὸν Εὔξεινον, μέγας τε καὶ πολὺς διὰ πολλῆς πεδιάδος ἐρχόμενος καὶ ναυσίπορος ὤν, ὡς καὶ τῶν [*](Β) πλοίων τὰ μέγιστά τε καὶ φορτηγότατα τούτῳ τῷ ποταμῷ ἐπινήχεσθαι· οὐ μίαν δὲ προσηγορίαν λαμβάνει, ἀλλὰ ἀνωτέρω μὲν καὶ πρὸς τὰς πηγὰς Δάνουβις ὄνομα τούτῳ, τὰ κάτω δὲ καὶ πρὸς τὰς ἐκβολὰς Ἴστρος ὁ ποταμὸς μετονομάζεται,) ἐπεὶ δὲ τοίνυν διὰ τούτου τοῦ ποταμοῦ τὸν Εὐφορβηνὸν Γεώργιον ἡ τῶν Σκυθῶν μερὶς ἐθεάσατο, ἐξ ἠπείρου [*](V. 153) δὲ καἰ τὸν αὐτοκράτορα μετὰ στρατεύματος πλείστου αὐτοὺς

[*](4. καίπερ: καἰ περὶ C. ὡς: lege ὢν. τῷ δὲ G. 5. μεμνήμεθα P in margine, μέμνηται PG. 6. τῆς G. Φορβηνὸν G hic et infra. 9. δρῶν A et in margine P. δὲ add. G. 10. καὶ θὼ. Α. 11. post Εὔξεινον add. Α ῥεῖ. 12. καἰ prius om. Α. καὶ τὰ G 15. ἀνώτατα ἀνώτερα G. ταῖς πηγαῖς G. τούτῳ ὄνομα AG. 16. ταῖς ἐκβολαῖς G. ὁ ποταμὸς om. A. post ποταμὸς add. G ὁ γὰρ (leg. πὰρ) ἐβραίοις φυσῶν (leg. φισὼν ex Gen. 2, 10. coll. Leon. Diac. VIII. p. 129.), πάρα δὲ ἰνδοῖς γάγγης, παρὰ αἰθίοψιν ἰνδὸς, παρ’ ἕλλησι δὲ δανούβιος. vid. Letronn. in A. de Humbold. Geograph. liistor. orbis novi H. p, 83. μετονομάζεται A, ἐπονομάζεται PG. 17. ἐπειδὴ Α, δὲ om. G. 19. δὲ καὶ τὸν αὐτοκράη τορα A, δὲ μετὰ στρατεύματος πλείστου τὸν αὐτοκράτορα PG.)
338

ἤδη καταλαμβάνοντα μεμαθήκεσαν, ὡς ἀμήχανον τὴν μεθ’ ἑκατέρων μάχην εὑρίσκοντες, τρόπον ἐπεζήτουν , δι’ οὖ γένοιτ' ἂν αὐτοῖς τὸ ὀξὺ τοῦ κινδύνου διεκφυγεῖν. πέμπουσι τοίνυν πρέσβεις ἑκατὸν πρὸς τοῖς πεντήκοντα Σκύθας , ἐπερωτῶντας τάχα τὰ περὶ εἰρήνης , ἅμα δὲ καὶ ἀπειλήν τινα μεταξὺ [*](C) τῶν λόγων παρενείροντας , ἔστι δ' οὖ καὶ ὑπισχνουμένους, εἰ ταῖς τούτων νεύσεσι καἰ αἰτήσεσι κατανεῦσαι θελήσειε , μεθ’ ἱππέων χιλιάδων τριάκοντα συμμαχεῖν τῷ αὐτοκράτορι, ὁπηνίκα βούλοιτο. ὁ δὲ αὐτοκράτωρ τὴν ἀπάτην διαγνοὺς τῶν Σκυθῶν καὶ ὅτι τὸν ὑπόγυιον κίνδυνον φεύγοντες τοιαῦτα διαπρεσβεύονται , καὶ εἰ ἀδείας ὅλως τύχοιεν, τὸν ὑποκρυπτόμενον τῆς αὐτῶν κακίας σπινθῆρα εἰς πυρσὸν ἀνάψουσι μέγαν, τὴν πρεσβείαν οὐκ ἐδέχετο. τούτων δὲ τῶν λόγων συνειρομένων, Νικόλαος τις τῶν ὑπογραμματευόντων, [*](D) ὄντων, τῷ αὐτοκράτορι προσελθὼν πρὸς τὸ οὖς καἰ ὑποψιθυρίσας φησι “κατὰ ταυτηνὶ τὴν ἡμέραν βασιλεῦ, ἔκλειψιν τοῦ ἡλιακοῦ φωτὸς προσδόκα γενήσεσθαι. τοῦ δὲ διαπιστοῦντος, ἐκεῖνος ἐπώμνυτο μὴ διαψεύσασθαι. ὁποῖος δὲ ὁ αὐτοκράτωρ γοργὸς περὶ τὰς ἐνθυμήσεις, φησὶ τοῖς Σκύθαις ἐπιστραφεὶς, “Θεῷ τὴν κρίσιν ἀνατίθημι · καὶ εἰ μέν τι σημεῖον ἐξ οὐρανοῦ κατὰ ταυτηνὶ τὴν ἡμέραν ἔκδηλον γένηται,

[*](1. ἐμεμαθήκεσαν G. 3. διαφυγεῖν G. 6. ὑπισχνουμένου G. 10. γνοὺς G. 11. διαφεύγοντες Α. 12. τῆς αὐτῶν κακίας om. AG. 14. σπειρομένων G. ὑπογραμματέων Α. 16. ἡμέραν A, ὥραν PG. 17. προσδόκει Α. 20. τι om. A. 21. ταύτην G. ἡμέραν AG , ὥραν P.)
339

εἴσεσθε πάντως, ὡς σὼ μὲν ὕποπτον οὖσαν τὴν ὑμῶν πρεσβείαν [*](P. 193) εὐλόγως οὐ δέχομαι, ὅτι οὐκ ἐπ’ ἀληθείας οἱ γάρχαι ὑμῶν τὰ περὶ εἰρήνης διαπεσβεύονται· εἰ δ’ οὐ , διαμαρτὼν αὐτὸς τοῦ στοχασμοῦ ἐλεγχθήσομαι.· δύο οὖν οὔπω παρῆλθον ὧραι, καί τὸ ἡλιακὸν φῶς ἐπιλέλοιπεν, ὡς ἀφεγγῆ τὸν ὅλον δίσκον γενέσθαι , ὑποδραμούσης αὐτῷ τῆς σελήνης. καἰ οἱ μὶν Σκύθαι τηνικαῦτα ἔκθαμβοι γεγόνασιν, ὁ δέ γε αὐτοκράτωρ παραδίδωσιν αὐτοὺς Λέοντι τῷ Νικερίτῃ ἐκτομίας δὲ οὗτος καὶ τοῖς στρατιωτικοῖς νηπιόθεν ἐνδιατρίψας καὶ ἀναφανεὶς δοκιμώτατος) , ἐπισκήψας μεθ’ ἱκανῶν [*](B) διασῶσαι τούτους μέχρι τῆς βασιλίδος τῶν πόλεων. ὁ δὲ μάλα προθύμως τῆς πρὸς τὴν Κωνσταντίνου ἥψατο. οἱ δὲ βάρβαροι διὰ παντὸς τῆς ἑαυτῶν φροντίζοντες ἐλευθερίας, ἐπὰν τὴν μικρὰν Νικαίαν ἔφθασαν, νυκτὸς ἀναιροῦσι τοὺς φύλακας, ἀμελῶς πέρι τὴν αὐτῶν διατεθέντας φυλακήν. καὶ διά τινων σκολιωτέρων ἀτραπῶν ἐπαναστρέφουσι πρὸς τοὺς πέμψαντας. ὁ δὲ Νικεριτης μόγις μετὰ τριῶν σωθείς, καταλαμβάνει τὸν αὐτοκράτορα εἰς Γολόην.

Ταῦτα μεμαθηκὼς ὁ βασιλεὺς ναὶ πτοηθεὶς μὴ οἱ

[*](2. ἀληθείᾳ G. 3. τῆς εἰρήνης G. lej-e εἰ δ' οὑν ut supra aao, 17. 4. εὑρεθήσομαι Α. οὑν acld. Α. 6. αὐτῷ Δὶ αὐτὸν PG. 8. γε om. AG. παραδίδωσιν Α, δίδωσιν PG, αὐτοὺς τῷ ἐκ . . . . λέοντι τῷ νικερίτῃ, καὶ ὅς τῆς Α. excidit ἐκτομίᾳ. 10. ἀναφανεὶς P in niargine , ἀφανὴς PG , ἀφανεὶς C. 12. πρὸς Α, περὶ PG. ideni vitinm ajnid Plirautz. I. p. 112, 15. τὴν βασιλεύουσαν Α. 13. ἑαυτὸν P. ἐλευθερίας: σωτηρίας Α. 14. μικρὰν Νικαίαν : νικίτζαν Α. 17. μετὰ τῶν ἐπιλοίπων A. ig. μεμαθηκὼς δὲ τοῦτο Α.)
340
[*](C)

πρέσβεις ἅπαν τὸ Σκυθικὸν στράτευμα κατ’ αὐτοῦ ἐρεθίσαντες ἐπεισπέσωσιν αὐτῷ , οὐκ ὀνεγρου δεηθεὶς πρὸς μάχην αὐτὸν ἐποτρύνοντος, καθάπερ ποτὲ τὸν Ἀτρέως Ἀγαμέμνονα, ἀλλ’ ἀναζέσας πρὸς μάχην καὶ τὴν Σιδηρὰν μετὰ τῶν ταγμάτων διελθών , τὸν χάρακα πέρι τὴν Βιτζίναν ἐπήξατο · ποταμὸς δὲ οὗτος ἀπὸ τῶν παρακειμένων ὀρῶν ῥέων. πολλοὶ δὲ τηνικαῦτα χορταγωγίας χάριν τοῦ χάρακος ἐξελθόντες καὶ πορρωτέρω γενόμενοι ἀνῃρέθησαν, πολλοὶ δὲ καὶ κατεσχέθησαν. ὁ δὲ αὐτοκράτωρ κατὰ τὸ περίορθρον ταχὺ καταλαμβάνει τὴν Πλίσκοβαν, κἀκεῖθεν εἰς ἀκρολοφίαν τινὰ τὴν τοῦ [*](D) Συμεῶνος καλουμένην ἄνεισιν , ἣ καὶ βουλευτήριον τῶν Συθῶν [*](V. 154) ἐγχωρίως ὠνομάζετο. τὰ αὐτὰ δὲ πάλιν τῆς τῶν χρειωδῶν συγκομιδῆς χάριν τοῖς τῆς παρεμβολῆς μακρὰν γενομένοις συνέβαινε. τῇ δὲ μετ’ αὐτὴν παρά τινα ποταμὸν ἔρχεται ἀγχοῦ τῆς Δρίστρας ῥέοντα καὶ ὡσεὶ σταδίους εἴκοσι πρὸς τοῖς τέσσαρσιν ἀπέχοντα, κἀκεῖσε τὰς σκευὰς καταθέμενος, τὸν χάρακα πήγνυται. ἐπεισπεσόντες δὲ ἀθρόον οἱ Σκύθαι τῇ τοῦ βασιλέως σκηνῇ ἐξ ἑτέρου, ἀνεῖλον μὶν τῶν ψιλῶν τοῦ στρατοῦ ἱκανούς, κατέσχον δὲ καὶ τινας τῶν ἐκθυμοτέρως ἀγωνισαμένων μανιχαίων. καὶ θόρυβος ἐπὶ τούτοις τοῦ στρατεύματος ἦρτο πολὺς ναὶ σύγχυσις, ὡς καὶ τὴν βασιλικὴν κα-

[*](1. ἅπαν ὤ σκυθικὸν Α , τὸ ἅπαν Σκυθικόν στράτευμα PG. 4. ἀλλ’ om. G. 7. χάριν: ἕνεκα Α. 8. πόρρω G. ἀνῃρέτησαν P. 11. Σθμεὼν CG. βουλευτήριος C. 14. αὐτῶν C. 18. ἴξ ἑτέρου om. A. 19. καὶ ζωοὺς οὐκ ὀλίγους τῶν μανιχαῖων A. ἐκθυμοτέρως G, ἐκυμοτέρων P. 20. καὶ θροῦς ἐπὶ τοὔτῳ Α.)
341

ταπεσεῖν ἐξ αἰτίας τῶν ἀτάκτως θεόντων ἴππων. ὅπερ τοῖς μὴ ευνως πρὸς τὰν αὐτοκράτορα διακειμένοις κακὸς οἰωνὸς [*](P. 194) ἔδοξεν. ἀλλ’ ὁ μὲν βασιλεὺς τοὺς ἐπεισπεσόντας βαράρους διά τινος στρατιᾶς ἐξελάσας πόρρω που τῆς σκηνῆς , ὂπ μὴ θορυβοῖεν, εὐθὺς ἐποχηθεὶς ἐκεῖθεν, καὶ καταστείλας τὸν θόρυβον, σὺν αύταῖς δυνάμεσι μετ' εὐταξίας τὴν πορείαν ποιησάμενος, καταλαμβάνει τὴν Δρίστραν, πόλος δὲ αὔτη τῶν περὶ τὸν Ἴστρον διακειμένων περιφανής πολιορκήσων ταύτην δι’ ἑλεπόλεων. καὶ δῆτα τοῦ ἔργου ἁψάμενος καὶ πανταχόθεν ταύτην πολιορκῶν καὶ καταρράξας μίαν τῶν ταύτης πλευρῶν, εἰσᾐει μετὰ παντὸς τοῦ στρατεύματος. αἰ ὥ δύο ἀκροπόλεις τῆς ῥηθείσης πόλεως ἔτι παρὰ τῶν συγγενῶν [*](Β) κατείχοντο τοῦ καλουμένου Τατοῦ , ἐκείνου προφθάσαν. τος ἀπελθεῖν ἐφ’ ᾦ ἐπενδύσασθαι Κομάνους καὶ ἐπαναστρέψαι εἰς ἀρωγὴν τῶν Σκυθῶν ὃς έν τῷ ἐκεῖθεν ὑποχωρεῖν συντασσόμενος τοῖς ἰδίοις ἔφη , ὡς “ἐγὼ μὲν ἀκριβῶς οἴδα τὸν βασιλέα τουτὶ τὸ κάστρον πολιορκῆσαι μέλλοντα. ἐπὰν οὖν αὐτοὶ τοῦτον θεάσησθε τὴν πεδιάδα ταύτην καταλαβόντα,

[*](1. αἰτίας om. Α. ἵππων AG, ἱππέων P. 4. lege ἐξελάσας πόρρω που τῆς σκηνῆς κω καταστείλας τοι θόρυβον, ὅπως μὴ θορυβοῖεν αὖθις, ἐποχηθεὶς ἐκεῖθεν σὺν αὐταῖς δυνάμεσι, μετ' εὐταξίας κ τ. λ. 6. τὴν πορείαν ποιησάμενος om. G. 9. ἁψάμενος, μίαν τῶν πλευρῶν αὐτῆς καταράξεως εἰσίει Α. 10. κατάρξας G. lege καταράξας. 12. ῥηθείσης: τοιαύτης Α. πόλεως ἐφυλάττοντο ὑπὸ τῶν ἰδίων τοῦ τῶν Σκυθῶν ἀρχηγοῦ , τοῦ λεγομένου Τωτοῦ, ὑποχωρήσαντος τῆς Δρίστρας, ἐφ' ᾦ ἐπενδύσασθαι Κομάνους καὶ πρὸς συμμαχίαν ἑτέρους Σκύθας ἀπελθόντος συγκαλέσασθαι καὶ ἐπαναστρέψαι εἰς ἀρωγὴν τῶν Σκυθῶν G et in margine P, quibuscum conjsentit Α, oinissis lanieu ἐφ' ᾧ — Κομάνους et καὶ ἐπαναστρέψαι — Σκυθῶν. 13. ἐκείνου : ἐκεῖθεν coni. Diesterwegius.)
342

σπεύσατε ὑμεῖς προκαταλαβεῖν εἰς τὸν ὑπερκείμενον αὐχένα ἐπικαιρότατον ὄντα τῶν ἄλλων, κἀκεῖσε τὸν χάρακα πήξασθε, [*](C) ὡς μὴ ἐκεχειρίαν ἔχειν αὐτοκράτορα πολιορκεῖν τὸ φρουρίον, ἀλλὰ καὶ ὄπισθεν ὁμῶς ἔχειν τὸν νοῦν , τὴν ἐξ ὑμῶν ὑφορώμενον βλάβην. ὑμεῖς δὲ πανημέριοι καὶ παννύχιοι κατ' αὐτοῦ πέμποντες ἀμοιβαδὶς στρατιώτας μὴ ἐνδιδόατε." αὐτοκράτωρ στοχασάμενος τοῦ δέοντος , καταλιπὼν τὴν τῶν ἀκροπόλεων πολιορκίαν, ἐπεὶ δυσχερὴς ἦν καὶ καιροῦ δεομένη,) κἀκεῖθεν ἐξελθών, περί τινα ῥύακα ἀγχοῦ τοῦ Ἴστρου διακείμενον τὸν χάρακα ἐπήξατο, βουλευόμενος εἰ χρὴ προσβαλεῖν τοῖς Σκύθαις ὁ μὲν οὖν Παλαιολόγος καὶ ὁ Μαυροκατακαλὼν Γρηγόριος τὸν μετὰ τῶν Πατζινάκων ἀνεβάλλοντο πόλεμον, ὁπλισαμένους δὲ συνεβούλευον τὴν μεγάλην [*](D) Περισθλάβαν καταλαβεῖν. ἁ “οἱ γὰρ Σκύθαι οὕτω πορευομένους ἡμᾶς καθωπλισμένους μετ’ εὐκοσμίας θεώμενοι, οὐδαμῶς τὸν καθ' ἀποθαρρήσουσι πόλεμον ἔλεγον. “εἰ δὲ καὶ οἱ ἱππεῖς ἄτερ τῶν ἁμαξῶν τοῦ πολέμου κατατολμήσειαν, εὖ ἴσθι , ὡς ἡττηθήσονται, καἰ ἡμεῖς τοῦ λοιποῦ ὀχύρωμα ἐρυμνότατον τὴν μεγάλην ἕξομεν Περισθλάβαν." πόλις δὲ αὕτη περιφανὴς πέρι τὸν Ἴστρον διακειμένη , ποτὲ μὲν οὔτ’ ὄνομα τοῦτο ἔχουσα τὸ βαρβαρικόν, ἀλλ’ Ἑλληνίζουσα περὶ τὴν προσ-

[*](4. ὅμως PG. correxi. 6. ἀμοιβαδὶς G, ἀμειβαδὸν P. ὁ δὲ βασιλεὺς καταλιπὼν Α. 8. ἐπεὶ — δεομένη add. Α. g. κἀκεῖθεν ἐξελθών om. Α. ii. ἀλλ' ὁ μὲν παλαιολόγος Α. 12. μετ' αὐτῶν ἀνεβάλλοντο Α. 14. οὐτῶ om. Α. 15. καὶ ὡπλισμένους Α. 18. ὡς om. C. 19. Περσθλάβαν Α. apud Nicet. p. 486, 19 vocatur Πρισθλάβα. 21. τὸ om. G. ἀπὸ τῆς προσηγορίας G.)
343

ηγορίαν, μεγάλη πόλις καὶ οὖσα κὼ λεγομένη · ἀφ’ οὖ δὲ Μόκρος ὁ τῶν Βουλγάρων βασιλεὺς κω οἱ ἐξ ἐκείνου γενόμενοι καὶ προσέτι γε Σαμουὴλ ὁ τελευταῖος τῆς Βουλγαρικῆς [*](V. 155) δυναστείας , καθάπερ 6 Σεδεκίας τῶν Ἰουδαίων, τῆς ἑσπέρας [*](P. 105) κατέδραμον, σύνθετον ἐκτήσατο τὴν προσηγορίαν ἀπό τε τῆς Ἑλληνικῆς σημασίας μεγάλη ἐπονομαζομένη καἰ τὴν ἀπὸ τῶν Σθλαβογενῶν ἐπισυρομένη λέξιν, μεγάλη περισθλάβα πανταχόθεν τούτοις φημιζομένη. “ταύτην τοίνυν κρησφύγετον ἔΝες οἱ ἀμφὶ τὸν Μαυροκατακαλὼν ἔλεγον “καὶ ὁσημέραι δι’ ἀκροβολισμῶν τοῖς Σκύθαις προσβάλλοντες οὐ παυσόμεθα ζημιοῦντες αὐτούς, μηδ’ ὅλως τούτους τῆς οἰκείας παρεμβολῆς χορταγωγίας χάριν ἡ τῆς τῶν χρειωδῶν συγκομιδῆς συγχωροῦντες ἔξεληλυθέναι." τούτων οὖν τῶν λόγων τριβομένων, [*](Β) ἀποβάντες οἱ τοῦ Διογενοῦς υἱοὶ τῶν σφετέρων ἵππων, οἶα καὶ τῆς τῶν μόθων κακότητος ἄγευστοι , ὅ τε Νικηφόρος καἰ ὁ Λέων, τοὺς χαλινοὺς ἀφελόμενοι, πλήξαντές τε αὐτοὺς κατὰ τῶν κέγχρων ἐξήλασαν , ἐπειπόντες “μὴ δέδιθι, βασιλεῦ· αὐτοὶ γὰρ τοὺς ἀκινάκεις σπασάμενοι διαμελίσομεν αὐτούς." ὁ δὲ βασιλεὺς φιλοκινδυνότατος ὢν καὶ προαρπά- ζειν πεφυκὼς τἀς μάχας, οὐδ' εἰς νοῦν ὅλως τῶν ἀπειργόντων αὐτὸν τοὺς λόγους ἐβάλλετο, ἀλλὰ τὴν βασιλικὴν σκηνὴν ναὶ τὰς σκευὰς ἁπάσας ἀναθέμενος τῷ Κουτζομίτῃ Τεωργίῳ

[*](3. γε ora. G. 4. ὁ om. G. 5. κατέδραμεν C. 7. τἄ ξιν CG. ἴε. σφοδροτέρων A. 18. τοὺς: αὐτοὺς G. τοὺς σκύθας διαμελίσομεν A. ao. ἀπαγόντων G. 21. ἄλλα : τὰ Α. 22. Κουτζομύτῃ C.)
344

πρὸς τὸ· Βέτρινον ἐξέπεμψε , τὸ δὲ στράτευμα ἐπέταξε μὴ λύχνον , μηδὲ πῦρ ἀνάψαι τὸ παράπαν κατὰ τὴν ἑσπέραν [*](C) ἐκείνην, ἀλλὰ τοὺς ἵππους κατέχοντας ἐγρηγορέναι μέχρις ἡλίου ἀνατολῆς. αὐτὸς δὲ κατὰ τὸ περίορθρον ἔξεισι τῆς παρεμβολῆς καἰ τὰς δυνάμεις διελὼν καὶ τὰς φάλαγγας εἰς πολέμου καταστησάμενος σχῆμα , παραθέων ἐθεᾶτο τὸ στράτευμα. εἶτα τὴν μέσην τῆς παρατάξεως χώραν εἶχεν αὐτός, συμπληρουμένην ἀπό τε τῶν ἐξ αἵματος καὶ ἀγχιστείας προσηκόντων αὐτῷ συγγενῶν καὶ τἀδελφοῦ Ἀδριανοῦ τῶν Αατίνων τῷ τοτὲ ἡγεμονεύοντος καὶ πέρων γενναίων ἀνδρῶν. τοῦ δέ γε ἀριστεροῦ κέρως κατῆρχε Νικηφόρος Καῖσαρ ὁ Μελισσηνὸς ὁ ἐπ’ ἀδελφὴ γαμβρὸς αὐτοῦ. κατὰ δὲ τὸ δεξιὸν [*](D) ἡγεμόνες ἵσταντο ὁ τε Κασταμονίτης καἰ ὁ Τατίκιος· τῶν δὲ ἐθνικῶν ὁ τε Οὐζᾶς καὶ ὁ Καρατζᾶς οἱ Σαυρομάται. ἔξ δὲ τὸν ἀριθμὸν διελόμενος , τὴν αὐτοῦ φυλακὴν ἐπέτρεψε, πρὸς αὐτόν τε ὁρᾷν παραγγείλας καὶ μηδενὶ τὸ παράπαν προσεσχηκέναι ἑτέρῳ , τούς τε δύο υἱούς φημι ‘Ρωμανοῦ τοῦ Διογενοῦς καὶ Νικόλαον τὸν Μαυροκατακαλὼν πολλὴν ἐκ μακροῦ πεῖραν τῶν πολέμων ἐσχηκότα καὶ τὸν Ἰωαννάκην καὶ τὸν ἄρχοντα Βαραγγίας Ναμπίτην κὼ Γουλήν τινα καλούμενον πατρῷον θεράποντα. ἀλλὰ καὶ οἱ Σκύθαι [*](Ρ.196) σχῆμα πολέμου διατυπώσαντες, ἐκ φυσικῆς ἐπιστήμης

[*](1. μὴ μηδὲ G. 3. μέχρι τῆς τοῦ ἡλίου G. ἡ. μέσην Α et in margme P, μεγάλην PG. g. τοῦ ἀδελφοῦ Α. 13. Κασταμωνίτης AG, κασταμμωνίτης P. scripsi Κασταμονίτης, ut mox p. 206B, coli. Nicet. p.574, 7. 19. ἐσχηκότας G. 20. Ιωανάκην C. τὸν ἀμπίτην AG. Γούλην PG , γουλήν Α. vicl. 241, 18.)
345

πολεμεῖν εἰδότες καὶ κατὰ φάλαγγα ἵστασθαι, κω λόχους καθίσαντες καὶ τὰς τάξεις τοῖς τακτικοῖς δεσμήσαντες σφιγμασι καὶ καταπυργώσαντες οἱονεὶ ταῖς ἁρμαμάξαις τὸ στράτευμα, ἰλαδὸν κατὰ τοῦ αὐτοκράτορος ᾔνεσαν καὶ ἠκροβολίζοντο πόρρωθεν. ὁ δὲ αὐτοκράτωρ συναρμόσας ταῖς Δαὶς τὸ στρατόπεδον, τῶν ὁπλιτῶν οὐδενὶ προπηδᾷν ἐνετέλλετο, οὐδὲ τὸν συνασπισμὸν λύειν, μέχρις ἂν ἀγχέμαχοι Σκύθαις γένωνται· εἶτ’ ἐπειδὰν τὸ μεσαίχμιον ἀποχρῶν πρὸς χαλινὸν ἕνα ἀμφοτέρων τῶν στρατευμάτων κατ’ ἀλλήλων ἰεμένων θεάσοιντο, ὁμόσε κατὰ τῶν ἐναντίων χωρῆσαι. οὕτω τοίνυν [*](Β) τοῦ αὐτοκράτορος ἑτοιμαζομένου, πόρρωθεν ἀνεφάνησαν οἱ [*](V. 156) Σκύθαι σὺν αὐταῖς ἁρμαμάξις καἰ γυναιξὶ καὶ παισὶν ἐρχόμενοι. συρραγέντος δὲ τοῦ πολέμου, ἀπὸ πρωίας μέχρι δείλης ἑσπέρας ἀνδροκτασία γέγονε πολλή, ἐξ ἑκατέρων τῶν μερῶν πιπτόντων συχνῶν. ὁπηνίκα καὶ Λέων ὁ τοῦ προβεβασιλευκότος Διογενοῦς υἱὸς σφοδρότερον κατὰ τῶν Σκυθῶν ἐξιππασάμενος καὶ πλέον τοῦ δέοντος πρὸς τὰς ἁμάξας παρασυρείς, καιρίαν πληγεὶς πέπτωκεν. Ἀδριανὸς δὲ ὁ τοῦ κρατοῦντος ἀδελφός, ὁ καὶ τὴν τῶν Λατίνων ἡγεμονίαν ἐμπεπιστευμέννος, [*](C) τότε τὴν τῶν Σκυθῶν ὁρμὴν ἀνύποιστον θεασάμενος,

[*](2. καθιστάντες G. τὰς om. G. 6. ἐπετέλλετο G. 8. ἐπειδὴ CG. 10 ἐναντίων: έν αὐτῷ G. 12. σὺν ταῖς ἁμάξαις G, σὺν αὐταῖς ἅμα ἁμάξαις Α. 13. δείλης om. A. 15 προβεβασιλευκότος add. Α. 16. 5. προβεβασιλευκότος add. A. 16. σφοδρότερον A, σφοδρώτερον PG. 19. τὴν om. A. 20. τότε — θεασάμενος om. G.)
346

ὅλους ῥυτῆρας ἐνδοὺς καὶ μέχρι τῶν ἁμαξῶν ἑαυτὸν ἐμβαλών, ἔπειτα γενναίως ἀγωνισάμενος μετὰ ἑπτὰ καὶ μόνων ἐπανέστρεψε, τῶν ἄλλων ἁπάντων παρὰ τῶν Σκυθῶν ἀποσφαγέντων, τῶν δὲ κατασχεθέντων. τῆς δὲ μάχης ἐπὶ τρυτάνης ἱσταμένης, ἔτι ἐκθύμως ἀμφοῖν τῶν στρατευμάτων μαχομένων, ἔπει λοχαγοί τινες τῶν Σκυθῶν μετὰ τριάκοντα πρὸς ταῖς ἓξ χιλιάδων πόρρωθεν ἐρχόμενοι ἀνεφάνησαν, οὐκέτι στέγειν πρὸς τοσούτους οἱ Ῥωμαῖοι ἔχοντες, τὰ νῶτα [*](D) τηνικαῦτα διδόασιν. ὁ μέντοι βασιλεὺς προβέβλητο τῆς οἰκείας δυνάμεως καὶ ξιφηφόρος εἱστήκει· τῇ ἑτέρᾳ δὲ τῶν χειρῶν τῆς τοῦ λόγου μητρὸς τὸ ὠμόφορον σημαίαν κατέχων, ἵστατο μεθ’ ἱππέων γενναίων ἀνδρῶν εἴκοσι καταλειφθείς, Νικηφόρου φημι τοῦ υἱοῦ τοῦ Διογενοῦς κω· Μιχαὴλ πρωτοστράτορος τοῦ Δούκα καὶ ἀδελφοῦ τῆς Αὐγούστης, συμπαρόντων καὶ πατρῴων θεραπόντων. εἰσπηδή- [*](Ρ. 197) σαντες δέ τινες πεζοὶ Σκύθαι τρεῖς, οἱ μὲν αἱροῦσιν αὐτὸν ἑκατέρωθεν τοῦ χαλινοῦ, ὁ δὲ ἀπὸ τῆς κνήμης τῆς δεξιᾶς. ὁ δὲ τοῦ ἑνὸς τὴν χεῖρα εὐθὺς ἀποτέμνει, ἕτερον δέ, τὸν ἀκινάκην ἀνατείνας καὶ· ἐμβριμησάμενος, ὀπισθόρμητον ἐποίησε· τὸν δὲ τῆς κνήμης τοῦτον κατέχοντα πλήττει κατὰ τῆς κόρυθος. τὴν δὲ φορὰν τοῦ ξίφους ἐλαφροτέραν ἐπήνεγκε, οὐδ’ ὅλῃ χειρὶ τὴν πληγὴν ἐποίει πτοούμενος μὴ δυεῖν θάτερον αὐτῷ συμβαίη, τῆς σφοδροτέρας φορᾶς τῶν ξιφῶν ὡς

[*](2. ἔπειτα: καὶ Α. μόνων Α, μόνον PG. 3. ἀνέστρεψε Α. τῶν δὲ: τε καὶ Α. δὲ om. A. 14. τῷ τοῦ Δοῦκα G. 16. αἴρουσιν Α. 18. εὐθὺς τὴν χεῖρα G. 22. οὗ — ἐποίε(??) om. G. δυεῖν Α, δυοῖν PG. 23. σφοδροτέρας A, σφοδρωτέρας PG.)
347

ἐπίπαν διολισθαινούσης, καὶ ἢ τὸν ἑαυτοῦ πόδα πλήξῃ ἢ τὸν ἵππον, ἐν ᾧ ἐπωχεῖτο, καὶ οὕτως ἁλώσιμος τοῖς ἐχθροῖς γένηται. διὰ τοῦτο καἰ δευτέραν αὐτῷ γοργῶς ἐπάγει πληγήν μετὰ νουνεχείας τὰς τῆς χειρὸς κινήσεις ποιούμενος έν πάσαις [*](B) γὰρ ταῖς πράξεσι καὶ τοῖς λόγοις κὼ τοῖς κινήμασι τὸν λόγον εἶχεν ἐπιστατοῦντα, οὔθ᾿ ὑπὸ θυμοῦ ἐκφερόμενος οὔτ’ ἐπιθυμίαις ὑποσυρόμενος. τῆς κόρυθος δὲ προαναδραμούσης τῇ προτέρᾳ πληγῇ, τῇ τοῦ Σκύθου κεφαλῇ ψιλῇ τὸ ξίφος προσέπαισεν. ὁ δ’ εὐθὺς ἄφωνος κατὰ γῆς ἔκειτο. τὴν οὖν ἄμετρον φυγὴν τῶν ταγμάτων θεασάμενος ὁ πρωτοστράτωρ, αἱ φάλαγγες γὰρ ἤδη διεσπάσθησαν φευγόντων ἀκρατῶς,) “ἵνα τί" φησιν “ὦ βασιλεῦ, τοῦ λοιποῦ ἐνταῦθα πειρᾶσαι ἐγκαρτερεῖν; ἵνα τι τὴν ζωὴν προδίδως ἀφειδήσας παντάπασι τῆς ἑαυτοῦ σωτηρίας;·· ὁ δὲ βέλτιον γενναίως μαχομένους [*](C) ἀποθανεῖν ἔφη, ἥ ἀγεννές τι πεποιηκότας σωθῆναι. ὁ δὲ [*](V. 15) πρωτοστράτωρ “εἰ μὲν τῶν κοινῶν εἷς τις ὢν τοῦτ’ ἔλεγες, ἐπαίνου ἦς ἄξιος· εἰ δὲ ὁ σὸς θάνατος κοσμικὸν ἐπάγει τὸν κίνδυνον, ἵνα τι μὴ τὸ βέλτιον αἱρῇ; εἰ γὰρ σωθείης, καὶ αὖθις πολεμήσας νικήσεις. τὸν οὖν κίνδυνον ὑπὲρ κεφαλῆς ἤδη ἱστάμενον ὁρῶν ὁ αὐτοκράτωρ, ἀναισχύντως τῶν Σκυθῶν αὐτῷ προσβαλλόντων, καὶ τὰς σωζούσας ἀπεγνωκὼς ἐλπλήξῃν

[*](1. πλήξῃ παρέξῃ C. 4. τὰς om. G. 6. οὐδ᾿ G. 9. προσέπεσεν C. ἔκειτο κατὰ γῆς G. 10. τῶν ταγμάτων om. PG, add. C, ὗν τῶν ταγμάτων οὖν Α. 12. πειρᾶσαι ἐνταῦθα Α, ἐγκαρτερεῖν πειρῶ G. ἰὴ. σεαυτοῦ Α. μαχομένοις G. 18. σωθείης AG, σωθεὶς Ρ. 19. πολεμήσων Α. 20. ἰδὼν Α.)
348

πίδας, “καερὸς ῆδη τῆς ἑαυτῶν σὺν θεῷ πεφροντικέναι σωτηρίας" [*](D) τηρίας" εἶπε, “πλὴν ἀλλ᾿ οὐ τὴν αὐτὴν τοῖς φεύγουσι πορεύεσθαι δεῖ, ὅπως μὴ οἱ τοὺς ἡμετέρους διώκοντες ἐν τῇ ἐπανέρχεσθαι συναντῶσιν ἡμῖν, ἀλλὰ χρὴ ὑποδείξας τῇ χειρὶ τοὺς κατὰ τὸ ἄκρον τῆς παρατάξεως ἱσταμένους Σκύθας “κατ᾿ αὐτῶν ἐξιππάσασθαι, ὡς σήμερον γεννηθέντας καί τεθνηξομένους, καὶ οὕτως ὄπισθεν θεοῦ ἐπαρήγοντος τῆς τῶν Σκυθῶν γεγονότες παρατάξεως, ἐφ’ ἑτέραν ἄτραπον βαδιούμεθα." ταῦτα εἰπὼν καὶ τοὺς ἄλλους ἐποτρύνας, πρῶτος [*](P. 198) τος αὐτὸς ὡς πῦρ κατὰ τῶν Σκυθῶν ἵεται καὶ τὸν συναντήσαντα παίει· ὁ δ’ εὐθὺς ἐξεκυλίσθη τῆς ἕδρᾳ. καὶ οὕτω τοῦ Σκυθικοῦ συνασπισμοῦ διασχισθέντος, μετὰ τῶν ἀμφ’ αὐτὸν τὴν ὄπισθεν τῶν Σκυθῶν κατέλαβε χώραν. ἀλλὰ ταῦτα μὲν ὁ βασιλεύς. τὸν δὲ πρωτοστράτορα, ὀλισθήσαντος αὐτῷ τοῦ ἵππου, κατενεχθῆναι συμβέβηκεν. εἷς δέ τις τῶν αὐτοῦ θεραπόντων παραχρῆμα τὸν ἴδιον αὐτῷ ἐπιδίδωσιν ἵππον. ἐφθακὼς δὲ τὸν αὐτοκράτορα, οὐκέτι αὐτοῦ χωρίζεται οὐδὲ βῆμα ποδός, ἔξόχως τοῦτον ποθῶν. συγχύσεως δὲ πολλῆς οὔσης, τῶν μὲν φευγόντων, τῶν δὲ διωκόντων, φθάνουσιν [*](Β) αὖθις καὶ ἕτεροι Σκύθαι τὸν βασιλέα, καὶ ὃς παραχρῆμα ἐπιστραφείς, πλήττει τὸν διώκοντα οὐκ αὐτὸν δὲ μόνον

[*](4. ἡμῖν: αὐτῷ Α. 10 ἵεται PG, recte Α. 11. ἐνέδρας Α. 12. διασχισθέντας P, διαπεφεύγοντος Α, recte CG. 13. αὑτὸν P, αὐτὸν AG. κατέλαβε CA, ἔλαβε PG. 15 συμβέβη κεν Α, συνέβηκεν PG. 16. ἐπιδίδωσιν Α, δίδωσιν PG. 20. καὶ prius add. A.)
349

ἀλλὰ καὶ ἄλλους οὐκ ὀλίγους, ὡς οἱ τότε συμπαρόντες διενίσταντο, ἀνεῖλεν. εἷς δέ τις Σκύθης Νικηφόρον τὸν Διογένην ἐξ ὀπισθίων φθάσας πλήττειν ἔμελλεν. ὃν ὁ αὐτοκράτωρ θεασάμενος, πρὸς τὸν Διογένην ἐφώνει “ὅρα καὶ ὄπισθεν, Νικηφόρε." ὁ δὲ γοργῶς ἐπιστραφείς, πλήττει αὐτὸν κατὰ τῆς ὄψεως. καὶ ὡς τοῦ βασιλέως έν τοῖς ὑστέροις χρόνοις διηγουμένου ἠκηκόειμεν, οὐδέποτε τάχος τοιοῦτον οὐδὲ περιδεξιότητα ἀνδρὸς ἐθεάσατο. καὶ ὡς “ἐγώ" φησιν “εἰ μὴ τὴν σημαίαν κατεῖχον κατ’ ἐκείνῳ τὴν ἡμέραν, ὑπὲρ τὰς [*](C) ἰδίας τρίχας πλήξας ἂν Σκύθας ἀνεῖλον," οὐ· περιαυτολογῶν. τίς γὰρ τοσοῦτον εἰς ἔσχατον ταπεινότητος ἤλασεν; ἀλλὰ γὰρ ὁ λόγος καὶ τῶν πραγμάτων ἡ φύσις αὐτὸν ἠνάγκαζε, καὶ τὰ κὰτ αὐτὸν πρὸς ἡμᾶς κύκλοθεν τοὺς ἰδίους αὐτοῦ ἐνίοτε ἐκλαλεῖν, κὼ ταῦτα παρ’ ἡμῶν πολλὰ βιαζόμενον· πρὸς δὲ τοὺς ἐξωθεν οὐδεὶς τῶν ἁπάντων ἤκουεν ὑπέρκομπόν τι τὸν αὐτοκράτορα διηγούμενον. ἀνέμου δὲ σφοδροῦ πνεύσαντος καὶ τῶν Πατζινάκων προσβαλλόντων, οὐκέτι εὐτόνως εἶχε τὴν σημαίαν κατέχειν ὁ βασιλεύς. ἐπεὶ δέ τις Σκύθης [*](D) μεταχειρισάμενος δόρυ μακρὸν δι’ ἀμφοτέρων τῶν χειρῶν, ἔπληξεν νυῶν κατὰ τοῦ γλουτοῦ, διέτρησε μὶν τὸν χρῶτα

[*](1. οὐκ ὀλίγους add. A. παρόντες A. διενίσταντο C et in inarginp P, ἐδιηγήσαντο PG, ἔλεγον Α. 3. ἐξόπισθεν Α. 4. ἔφη Ἅ. 6. τοῖς add. Α. 7. ἠκούομεν Ρ ia uiargine. 8. ἥπερ δεξιότητα Ρ, ἡ περιδεξιότητα Α, οὐδὲ περιδεξιότητα CG. καὶ ὡς, εἰ μὴ τὴν σημαίαν φησίν, ἐγὼ κατ᾿ ἐκείνην τὴν ἡμέραν κατεῖχον A. 18. ὁ βασιλεύς mn. C. 19. μεταχειρήσαμενος P, Toctc AG.)
350

οὐδαμῶς, ὀδύνην δὲ ἐνεποίησεν ἀνήκεστον, ἥτις ἐπὶ πολλοῖς [*](V. 158) διέμεινεν αὐτῷ ἔτεσιν. διὰ τοῦτο ἐπὶ τοσοῦτον βιασθείς, τὴν σημαίαν περιστείλας ἔν τινι τῶν χαμαιδρύων κατατίθησιν, ὡς μηκέτι ὁρᾶσθαι παρά του. οὗτος δὲ διὰ τῆς νυκτὸς διεσώθη εἰς Γολόνη· ὅτε καὶ ἔλεγον οἱ πολῖται “ἀπὸ τὴν Δρίστραν εἰς Γολόην καλὸν ἄπληκτον, Κομνηνέ." καἰ μεθ’ ἡμέ- [*](P. 199) ρας καταλαβὼν τὴν Βερόην, διεκαρτέρει πρίασθαι τοὺς δορυαλώτους ἐθέλων.

Ὁ δὲ Παλαιολόγος ἐν τῷ φεύγειν τῶν ταγμάτων ἡττηθέντων κατὰ τὴν ἡμέραν ἐκείνην κατενεχθεὶς τοῦ ἵππου, ἀπώλεσε τοῦτον· ἐν ἀμηχανίᾳ δὲ ὢν καὶ τὸν κίνδυνον ἱστάμενον ὑπὲρ κεφαλῆς ὁρῶν, περιαθρήσας, εἴ που γένοιτό οἱ τοῦτον θεάσασθαι, ὁρᾷ τὸν τῆς Χαλκηδόνος πρόεδρον Λέοντα, περὶ οὖ ἄνωθεν ἐμνήσθημεν, τὴν ἱερατικὴν στολὴν ἠμφιεσμένον, ἵππον ἐπιδιδόντα αὐτῷ, ἐν ᾧ ἐπιβὰς εἴχετο τῆς φυγῆς· τὸν δὲ ἱεροπρεπῆ ἐκεῖνον ἄνδρα οὐκέτι τεθέα- [*](Β) ται. ἦν δ’ ἄρα οὗτος παρρησιαστικὸς τὴν ψυχὴν καὶ ἀληθῆ χαρακτῆρα ἐμφαίνων ἀρχιερέως, φρονήματος μέντοι ἁπαλωτέρου καὶ τὸν ζῆλον ἔστιν οὗ οὐ κατ’ ἐπίγνωσιν ἐνδεικνύμενος, καὶ οὐδὲ τῶν ἱερῶν κανόνων ἀκριβῆ γνῶσιν εἶχε. διὸ καὶ ἅπερ ἄνωθεν εἴρηται συνεπεπτώκει αὐτῷ λυπηρά, καὶ

[*](2. αὐτῷ om. Α, ἔτεσιν αὐτῷ G, 4. παρ᾿ αὐτοῦ Α. 5. ὅτε — Κομνηέ add. Α. an ὅνεν? τῆς Δρίστρας male coni. Hoeschel. 6. καλλὸν Α, correxit Hoeschel. 13. τοιοῦτον Α. 14. περὶ om. G. ἄνωθεν: ὄπισθε, Α. 15. ante ἵππον add. Α καὶ. 18. lege ἁπλοωτέρου. οὐ om. G.)
351

τοῦ θρόνου ἐξέπεσεν. ἐξείχετο δὲ τοῦ ἀνδρὸς ὁ Παλαιολόγος ἀεὶ καὶ διαφερόντως ἐτίμα διὰ τὸ πέριον αὐτῷ τῆς ἀρετῆς. εἴτε οὖν διὰ τὴν θερμοτάτην πίστιν τὴν εἰς τὸν ἄνδρα τοῦτον ὁ Παλαιολόγος θείας ἔτυχεν ἐπιφανείας εἴτ᾿ ἄλλο τι ἥν τῆς προνοίας ἀπόρρητον κατὰ τουτονί τὸν ἀρχιερέα τὸ φαινόμενον, οὐκ ἔχω λέγειν. διωκόμενος δὲ ὑπὸ τῶν Πατζινάκων [*](C) εἰς ἑλώδη τόπον καὶ συνηρεφῆ εἰσελθών, περιτυγχάνει στρατιώταις τὸν ἀριθμὸν ἑκατὸν πρὸς τοῖς πεντήκοντα. περικυκλούντων αὐτοὺς τῶν Σκυθῶν, ὡς ἐν ἀμηχανία τὰ κατ’ αὐτοὺς ἐώρων, πρὸς τοσούτους ἀντέχειν μὴ ἐξισχύοντες, τῆς τοῦ Παλαιολόγου ἐξήρτηντο γνώμης, πάλαι τούτου τὸ γενναῖον καὶ ἀκατάσειστον τῆς γνώμης γινώσκοντες. αὐτὸς δὲ κατὰ τῶν Σκυθῶν ὁρμῆσαι συνεβούλευε, τῆς κατ’ αὐτοὺς παντάπασιν ἀφειδήσαντας σωτηρίας, κἀντεῦθεν, οἶμαι, ταύτην ὠνή· σασθαι. χρὴ δὲ δι’ ὅρκων ταυτηνὶ τὴν βουλὴν ἐμπεδῶσαι, ὁ δὴ καὶ γέγονεν,) ὡς τηνικαῦτα μιᾶς γνώμης ἁπάντων γεγονότων, [*](D) τῆς κατὰ τῶν Σκυθῶν ὁρμῆς μηδένα ἀπολειφθῆναι, τὴν σωτηρίαν καὶ τὸν κίνδυνον ἴδιον ἑκάστου λογισαμένου. ὁ μὶν οὖν Παλαιολόγος σφοδρὰν τὴν ἱππασίαν ποιησάμενος, παίει τὸν αὐτῷ πρώτως ὑπαντήσαντα· ὁ δ᾿ εὐθὺς σκοτοδινιάσας νιάσας κατὰ γῆς ἔκειτο. τῶν δὲ λοιπῶν μετὰ διψυχίας τὴν

[*](5. τὸν om. A. 6. οὐκ ἔχω λέγειν om. C ὑπὸ τῶν σκυθῶν Α. 9. αὐτοὺς: δὲ αὐτὸν Α. 14. ἀφειδήσαντες G. 16. ὃ δὴ καὶ γέγονεν om. C. 20. ὐπαντιάσαντα A. δ᾿ AG, δὲ P.)
352
[*](P. 200)

ἱππασίαν ποιησαμένων, οἱ μὶν πεπτώκασιν, οἱ δὲ αὗθις ὡς εἰς φωλεὸν τὸ συνηρεφὲς ἄλσος παλινοστήσαντες, ἑαυτοὺς ἴσωσαν κρυπτόμενοι. ἐν δὲ τῷ τὸν Παλαιολόγον ἀκρολοφίαν τινὰ καταλαμβάνειν ὑπὸ τῶν Πατζινάκων αὖθις διωκόμενον, συνέβη τὸν ἵππον πληγέντα καταπεσεῖν, αὐτὸν δὲ τηνικαῦτα εἰς τὸ παρακείμενον ὄρος εἰσδῦναι. ἀναζητῶν δὲ τὴν σώζουσαν ὁδόν, ἔπει ῥᾳδίως μὴ ἐξῆν αὐτῷ ταὐτὴν εὑρηκέναι, ἐπὶ ἕνδεκα ἡμέραις πλανώμενος περιτυγχάνει γυναικί τινος στρα- [*](V. 159) τινώτου χήρᾳ καὶ ἐπιξενίζεται παρ’ αὐτῆς ἐφ’ ἡμέραις τισί· σωθέντες δὲ τοῦ κινδύνου καὶ οἱ ταύτης υἱεῖς στρατιῶται ὄντες [*](Β) τὴν σώζουσαν τούτῳ ὁδὸν ὑποδεικνύουσιν. ἀλλὰ τοιαῦτα μὲν τῷ Παλαιολόγῳ συμπεσόντα. οἱ δέ γε τῶν Σκυθῶν λογάδες οὑς κατέσχον δορυαλώτους ἀποκτεῖναι ἐβουλεύοντο, τὸ δὲ πλῆθος τοῦ κοινοῦ τὸ παράπαν τοῦτο οὐ συνεχώρει, βουλόμενοι ἀπεμπολῆσαι τούτους τιμῆς ταύτης γοῦν τῆς βουλῆς κυρωθείσης, δίδοται γνῶσις τῷ βασιλεῖ διὰ γραμμάτων τοῦ Μελισσηνοῦ, ὃς πολλὰ πρὸς τοῦτο, κἀν δορυάλωτος ἦν, τοὺς Σκύθας ἠρέθιζεν. ὁ δὲ βασιλεὺς εἰς Βερόην ἔτι ἐνδιατρίβων, τῆς βασιλίδος τῶν πόλεων χρήματα ἱκανὰ μετακομίσας, ἐπρίατο τοὺς δορυαλώτους.

Καταλαμβάνει δὲ τηνικαῦτα καὶ ὁ Τατὸς τὸν Ἴστρον [*](C) μεθ᾿ ὧν ὑπεποιήσατο Κομάνων, οἱ τὴν τοσαύτην λείαν καὶ

[*](1. ὡς add. C. 4. σκυθῶν Α. 5. τηνικαῦτα om, Α. 7. αὐτῷ add. A. 8. γυναικί τινι χήρᾳ Α. 9. ἐφ᾿ add. A. 10 ἐκ τοῦ coni. Hoeschel. καὶ add. A. υἱοὶ A. στρατιῶται ὄντες add. A. 18. διατρίβων Α. fortasse ἐκ τῆς. 21. τατοὺχ AG, τατοῦ C. 22. κομμάνων Α ubique. τουσαύτην CA, τοιαύτην PG.)
353

τὸ πλῆθος τῶν δορυαλώτων θεασάμενοι, τοῖς ἡγεμόσι τῶν Σκυθῶν ἔφασαν, ὡς “ἡμεῖς μὲν τὰ οἴκοι καταλιπόντες, εἰς ὑμετέραν ἤλθομεν βοήθειαν, τὴν τοσαύτην ὁδὸν διηνυκότες, ἐφ’ ᾡ καὶ τοῦ κινδύνου καὶ τῆς νίκης συγκοινωνοὶ γενήσεσθαι. τὸ γοῦν ἡμέτερον ἅπαν συνεισενεγκόντας, οὐ χρὴ κενοὺς αὐθις ἀποπεμφθῆναι. οὐ γὰρ ἐκ προαιρέσεως τοῦ πολέμου κατόπιν καιροῦ ἔφθημεν ἐληλυθότες, οὐδὲ αὐτοὶ τούτου αἴτιοί ἐσμεν, ἀλλ᾿ ὁ προαρπάσας τὸν πόλεμον βασιλεύς. ἥ γοῦν κοινῇ μεθ’ ἡμῶν τὴν λείαν πᾶσαν διαμερίσασθε, ἢ ἀντὶ συμμαχων [*](D) πολεμίους ἡμᾶς ἕξετε." πρὸς τοῦτο ἀνένευσαν οἱ Σκυθαι. τῶν δὲ Κομάνων τοῦτο μὴ φερόντων, σφοδρὸς ἀνάμεσον αὐτῶν ἀναρρήγνυται πόλεμος, καὶ κατὰ κράτος οἱ Σκύθαι ἡττηθέντες, εἰς τὴν καλουμένην Ὀζολίμνην μόλις ἐσώθησαν. στενούμενοι δὲ παρὰ τῶν Κομάνων, ἐφ᾿ ἱκανὸν ἐκεῖσε διέτριβον, τὴν μετάβασιν μὴ ἀποθαρροῦντες. ἡ δὲ νῦν Νη’ ἡμῖν Ὀζολίμνη κατονομαζομένη μεγίστη μέν εστι κατά τε διάμετρον καὶ περίμετρον, καὶ τῶν ὅπου δήποτε φημιζομένων πάρα τοῖς γεωγράφοις λιμνῶν μηδεμιᾶς εἰς μεγέθους λόγον ἐλλείπουσα· κεῖται δὲ τῶν Ἕκατόν βουνῶν ὕπερθεν, καὶ εἰς [*](Ρ. 201) αὐτὴν μέγιστοί τε καὶ κάλλιστοι συρρέουσι ποταμοί· καὶ κατὰ νότον πολλάς τε καὶ μεγάλας καὶ φορτηγούς εστιν ἀνέχουσαν νῆας, ὡς εἷναι κἀντεῦθεν δῆλον τὸ βάθος αὐτῆς ὁπό-

[*](2. μὶν oni. Α. 3. ὑμετέραν AG, ἡμετέραν P. τὴν τοσαύτην ὁδὸν Α, τὴν τόσην τε PG. 4. κοινωνοὺς G. 5. αὖθις: ἡμᾶς Α. 6. τὴν τοῦ πολέμου CG. 15. παρ᾿ ἡμῖν om. Α. 16. καὶ τὴν διάμετρόν τε καἰ τὴν περίμετρον C. 17. ὁποίων δή ποτε Α. 18. γεογράφοις PG, corrcxi. 19. τὸν P. 21. νότον Α, νώτου PG. πολλάς τε κω om. Α. ἐστιν add. Α. 22. εἰναι: ἡ Α. ὁπόσον τί ἐστιν om. Α.)
354

σὸν τί ἐστιν. Ὀζολίμνη δὲ κατωνόμασται, οὐχ ὅτι κακοῦ τινος καὶ βαρυόδμου ἀναδίδωσιν ἀποφοράν, ἀλλ’ ὅτι οὑννικῆς ποτὲ στρατιᾶς ἐπιφοιτησάσης τῇ λίμνῃ τούτους δὲ τοὺς Οὔννους Οὔζους ἡ ιδιῶτις ἀπεκάλεσε γλῶσσα) καὶ περὶ τοὺς ὄχθους τῆς λίμνης αὐλισαμένης, Οὐζολίμνην τὴν τοιαύτην προσηγορεύκασι λίμνην, μετὰ προσθήκης, οἴμαι, καὶ τοῦ ὒ φωνήεν- [*](B) τος. καί ἀπὸ μὲν τῶν παλαιῶν συγγραμμάτων οὐχ εἵρηταί πω συνελαθὲν ἐνταῦθα Οὐννικὸν στράτευμα, ἔπι δὲ τοῦ αὐτοκράτορος Ἀλεξίου τότε πάντες ἁπανταχόθεν ἐκεῖσε συνερρωγότες τῷ τόπῳ δεδώκασι τοὔνομα. τὰ μὲν οὖν περὶ τῆς λίμνης ὧδέ πη ἐχέτω, ὥσπερ πὰρ ἡμῶν νῦν πρώτως ἱστορούμενα, ἴν’ ἐνδείξαιμεθα, ὅτι τοῦ αὐτοκράτορος Ἀλεξίου ταῖς πολλαῖς καὶ πολλαχοῦ στρατηγίαις νῦν ἀφ᾿ ἑαυτοῦ, νῦν δὲ ἀπὸ τῶν [*](V. 160) ἐπισυρρυέντων ἐχθρῶν πολλὰς ἐλάμβανον οἱ τόποι προσηγορίας. τοιοῦτον δέ τι καὶ ἐπὶ Ἀλεξάνδρου τοῦ τῶν Μακεδόνων [*](C) βασιλέως καταμανθάνω. καὶ γὰρ ὅπου μὲν Ἀλεξάνδρεια ἡ κατ’ Αἴγυπτον, ὅπου δὲ ἡ Ἀλεξάνδρεια ἡ κατ’ Ἰνδοὺς ἀπ’ ἐκείνου ὠνόμασται, ἴσμεν δὲ καὶ ἀπὸ Λυσιμάχου τινος τῶν ἀμφ’ αὐτὸν στρατιωτῶν Λυσιμάχειαν κατονομάζεσθαι. οὐκ ἂν οὖν θαυμασαίμην, εἰ ναί ὁ βασιλεὺς Ἀλἐξιος ζῆλον Ἀλε-

[*](2. Οὐγγρικῆς CPG in margine. 4. ἀπεκάλεσεν ἡ ἰδιῶτις γλῶσσα G, ἡ ἰδ. ἀπεκάλεσεν γλώσσα P, recte Α. o. αὐλισαμένους C, αὐλισαμένης τῇς στρατιᾶς Α. 6. καὶ om. Α. 7. μὲν oin. G. 9. πάντες oni. CG. 11. ἔχετο P. 13. πανταχοῦ Ρ in margine. 15. τοῦ βασιλέως Μακεδόνων Α τοῦ Μακεδόνος G. 17. δὲ καὶ ἡ A. 20. θαυμάσοιμεν G.)
355

ξάνδρειον ἀναλαβών, ὅπου μὲν ἐξ ἐθνῶν ἥ συρραγέντων ἢ προσκεκλημένων παρ’ αὐτοῦ παριῆψε τοῖς τόποις ὀνομάτων καινότητας, ἥ ἀφ’ ὧν αὐτὸς κατεπράξατο, τῆς ἑαυτοῦ προσηγορίας ὦς τόποις μετέδωκε. τοσαῦτα μὲν πέρι τῆς ἄνωθεν εἰρημένης Ὀζολίμνης ἐπερρίφθω ἱστορικώτερον. οἱ δὲ [*](D) Κομανοὶ, ἐπεὶ σπάνιν τῶν χρειωδῶν εἶχον, παλινδρομοῦσιν εἰς τὰ ἴδια, ἐφ’ ᾧ τὰ χρειώδη συγκομισάμενοι, αὖθις κατὰ τῶν Σκυθῶν ὑπαναστρέψαι.

Συνάγεται έν τῷ μεταξὺ ὁ βασιλεὺς κείμενος εἰς Βεπόην, ἐξοπλίζει τοὺς αἰχμαλώτους καὶ τὸ λοιπὸν ἅπαν ὁπλιτικόν. τότε καὶ ὁ Θλάντρας κόμης ἐξ Ἱεροσολύμων επανερχόμενος, ἐκεῖσε καταλαμβάνει τὸν αὐτοκράτορα καὶ τὸν συνήθη [*](Ρ. 202) τοῖς Λατίνοις ἀποδίδωσιν ὅρκον, ὑποσχόμενος ἅμα τῷ τὰ οἴκοι καταλαβεῖν συμμάχους ἀποστεῖλαί οἱ ἱππεῖς πεντακοσίους. φιλοτιμησάμενος τοίνυν τὸν τοιοῦτον ὁ βασιλεύς, πρὸς τὰ σφέτερα χαίροντα προέπεμψεν. ἀπάρας οὖν ἐκεῖθεν ὁ αὐτοκράτωρ μεθ’ ὧν αὖθις συνελέξατο δυνάμεων καταλαμβάνει τὴν Ἀδριανούπολιν. οἱ δὲ Σκύθαι διεληλυθότες τὰ μεταξὺ τέμπη, μέσον Γολόης καί Διαμπόλεως κατὰ τὴν λεγομένην Μαρκέλλαν τὸν χάρακα ἐπήξαντο. ὁ δέ γε αὐτοκράτωρ [*](B) τὰ κάτα τοὺς Κομάνους μεμαθηκώς, ἔπει προσδόκιμοι ἐπαναστρέψαι ἦσαν, ἐδεδίει, τὴν ἐκείνων ἔλευσιν ὑφορώμε-

[*](1. συρρυέντων G. 5. Ὀζολίμνης C, λίμνης PG. 8. ἐπαναστρέψαι CCj. 19. εἰς τὴν μαρκέλλαν Α. 20. ὁ δέ γε: ὅπερ μαθὼν ὁ βασιλεὺς καὶ τὸν συνέσιον στείλας, ἔπεισεν ὑποσπόνδους γενέσθαι αὐτῷ. ἀλλὰ μετὰ καιρὸν αὖθις παρασπονδήσαντες, τῆς προτέρας ἀπανθρωπίας εἴχοντο Α. 21. μεμαθηκὼς τὰ κατὰ τοὺς Κομάνους G.)
356

νος. μεταπεμψάμενος τοίνυν τὸν Συνέσιον καὶ τοῖς πρὸς τοὺς Σκύθας χρυσοβούλλοις λόγοις ἐφοδιάσας, ἐκπέμπει παραγγείλας, ὡς εἰ μὲν πεισθεῖεν σπείσασθαι· καὶ δοῖεν ὁμήρους, ἀναχαιτίσαι αὐτοὺς τῆς ἔπι τὸ πρόσω φορᾶς καὶ παρασκευάσαι μένειν ἐν ᾧ προκατέλαβον τόπῳ, καὶ οὕτω χορηγεῖν αὐτοῖς δαψιλῆ τὰ χρειώδη· ἐσκόπει γὰρ τούτοις κατὰ τῶν Κομά- [*](C) νων χρήσασθαι, εἰ τὸν Ἴστρον αὖθις καταλαβόντες πρὸς τὰ πρόσω χωρεῖν ἐπιχειρήσαιεν· εἰ δέ γε οἱ Σκύθαι μὴ πείθονται, αὐτοῦ που καταλιπεῖν αὐτοὺς καὶ ὑποστρέψαι. κατέλαβε τούτους ὁ ῥηθεὶς Συνέσιος, καὶ εἰκότα προσομιλήσας, ἔπεισεν ὑποσπόνδους γενέσθαι τῷ βασιλεῖ. κἀκεῖσε προσκαρτερῶν πάπας αὐτοὺς θεραπείας ἠξίου, πᾶσαν περιαιρῶν σκανδάλου πρόφασιν. ἐπαναστρέψαντες δὲ αὖθις οἱ Κομανοὶ παρεσκευασμένοι πρὸς τὸν κατὰ τῶν Σκυθῶν πόλεμον, καὶ μὴ ἐντυχόντες αὐτοῖς, ἀλλὰ μεμαθηκότες τὴν τούτων διὰ τῶν κλεισουρῶν ἔλευσιν, καὶ ὅτι τὴν Μαρκέλλαν [*](D) καταλαβόντες εἰς εἰρηνικὰς ἦλθον μετὰ τοῦ βασιλέως σπονδάς, ἐξαιτοῦνται διελθεῖν τὰς κλεισούρας καὶ προσβαλεῖν τοῖς Σκύθαις. ὁ δὲ πρὸς τοῦτο ἀνένευσε, προεφθακὼς σπείσα- [*](V. 161) σθαι μετὰ τῶν Σκυθῶν, εἰπών, ὡς “οὐ χρεία τὸ παρὸν βοηθείας ἡμῖν· λαβόντες ἱκανὰ ἐπαναστρέψατε." καὶ φιλοφρονησάμενος τοὺς πρέσβεις, δῶρα τε ἱκανὰ ἐπιδούς, μετ᾿ εἰρήνης ἀπέστειλε. τοῦτο θάρσος τοῖς Σκύθαις ἐνέβαλε, καἰ παρασπονδήσαντες τῆς προτέρας ἀπανθρωπίας εἴχοντο, ληϊζόμε-

[*](4. τὸ add. G. 20. ὡς om. CG.)
357

νοὶ τὰς παρακειμένας πόλεις καἰ χώρας. ἀστατεῖ γὰρ ὡς ἐπίπαν ἅπαν τὸ βάρβαρον καὶ σπονδὰς φυλάττειν οὐ πέφυκε. [*](Ρ. 203) τοῦτο θεασάμενος ὁ Συνέσιος, ἐπανέρχεται πρὸς τὸν βασιλέα, αὐτάγγελος μηνυτὴς γεγονὼς τῆς τῶν Σκυθῶν ἀγνωμοσύνης καὶ παραβάσεως. τὴν Θιλιππουπολιν δὲ τούτων καταλαβόντων, τοῦτο μεμαθηκὼς ὁ βασιλεύς, ἐν ἀμηχανίᾳ καθίστατο, ἀποχρώσας πρὸς τοσαῦτα πλήθη μὴ ἔχων δυνάμεις, ὥστε ὅλως τὴν μετ᾿ αὐτῶν μάχην ἀναδέξασθαι. ὁποῖος δὲ ἐκεῖνος ὲν ἀμηχάνοις πόρους εὑρίσκων καὶ μηδ’ ὁπωσοῦν καταπίπτειν ἐν περιστάσεσιν εἰωθώς, δεῖν ἔγνω δι’ ἀκροβολισμῶν καὶ λόχων τὴν τούτων μελετῆσαι καθαίρεσιν. κὼ οὕτω στοχασάμενος [*](Β) τῶν τόπων καὶ τῶν πόλεων, ἔνθα καταλαμβάνειν ἐκεῖνοι πρωΐας ἔμελλον, αὐτὸς ἑσπέρας τὴν τούτων προκατελάμβανεν ἔλευσιν· εἰ δὲ ἐσπέρας τούτους ἐμεμαθήκει τόπον τινὰ καταλαβεῖν, ἐκεῖνος τὸν τοιοῦτον πρωίας κατελάμβανε. καὶ ὡς δύναμις, δι’ ἀκροβολισμῶν καὶ λόχων πόρρωθεν πρὸς αὐτοὺς ἀπεμάχετο, ὡς μὴ ἐγκρατεῖς αὐτοὺς γίνεσθαι τῶν φρουρίων. κατέλαβον οὖν ἄμφω οἱ τε Σκύθαι καὶ ὁ αὐτοκράτωρ τὰ Κύψελλα. ἐπεὶ δὲ τὸ ἐλπιζόμενον μισθοφορικὸν οὔπω κατέλαβε, γινώσκων ὁ αὐτοκράτωρ τὸ ὀξυκίνητον τῶν Σκυθῶν καἰ ὁρῶν αὐτοὺς ἤδη καὶ αὐτὴν τὴν βασιλίδα καταλαμβάνοντας [*](C) τῶν πόλεων ξὺν τάχει πολλῷ, ἐν ἀμηχανίᾳ ἥν.

[*](4. αὐτάγγελος P in margine, αὐτάγγελτος Α, αὐτεπάγγελτος PG. 5. καταλαβόντων CA, καταλαμβανόντων PG 6. τοῦτο μεμαθηκὼς oni. Α. 9. μηδοποσοῦν PG. correxi. 18. κατέλαβον οὖν A, καταλαμβάνουσιν δὲ P, οἱ oui. G.)
358

καὶ μὴ ἀποχρώσας δυνάμεις πρὸς τοσαῦτα πλήθη ἔχ·ων, τὸ μὴ χεῖρον, ὅ φασιν, βέλτιον λογισάμενος, πρὸς εἰρηνικὰς αὖθις ἀπεῖδε σπονδάς. ἐρωτᾷ γοῦν, πρέσβεις ἀποστείλας πρὸς αὐτούς, τὰ περὶ εἰρήνης· οἱ δ’ αὖθις τῷ τοῦ βασιλέως ὑπεῖξαν θελήματι. προέφθασε δὲ πρὸ τῶν εἰρηνικῶν σπονδῶν αὐτόμολος παραγενέσθαι ὁ Νεάντζης. πέμπεται τοίνυν [*](D) ὁ Μιγιδηνός, ὥστε πανηγύρεις ἐξάγειν ἐκ τῶν παρακειμένων χωρῶν· οὗ ὁ υἱὸς εἰς τὸν γεγονότα ὕστερον πόλεμον κατὰ τὸν τόπον ὀξέως κατὰ τῶν Πατζινάκων ὁρμήσας, καὶ παρασύρεις παρὰ γυναικὸς Σκυθίδος ἑάλω, διὰ σιδηρᾶς ἅρπης εἴσω τῶν ἁμαξῶν ἑλκυσθεὶς. οὗ τὴν κεφαλὴν ἀποτμηθεῖσαν ἐπρίατο ὁ βασιλεὺς ἐξ αἰτήσεως τοῦ πατρὸς αὐτοῦ· [*](P. 204) ὑπὸ δὲ τῆς ἀφορήτου θλίψεως ἐπὶ τρισὶ νυχθημέροις διὰ χερμάδος λίθου τύπτων τὸ στέρνον ὁ πατὴρ τελευτᾷ. οὐκ ἔπι πολὺ δὲ τὰ τῆς εἰρήνης τῶν Σκυθῶν διήρκει, ἀλλ’ αὐθις πρὸς τὸν ἴδιον ἔμετον, ὡς κύνες, ἐστράφησαν. ἀπάραντες οὖν ἀπὸ τῶν Κυψέλλων, καταλαμβάνουσι τὸν Ταυρόκωμον, κἀκεῖ παραχειμάσαντες, ἐληίζοντο τὰς παρακειμένας κωμοπόλεις. [*](V. 162)

Ἔαρος δὲ ἤδη ἀναφανέντος, ἐκεῖθεν εἰς Χαριούπολιν ἔρχονται ὁ δὲ βασιλεὺς εἰς τὸ Βουλγαρόφυγον διατρίβων, οὐκέτι ἐν ἀναβολαῖς ἦν. ἀλλὰ μέρος τοῦ στρατοῦ ἀποτεμνόμενος

[*](3. ἐπεῖδε C. 4. αὖθις: an εὐθὺς? 5. προέφθασε C, προέφθακε PG. 14. τύπτον Ρ. 15. τῶν Σκ·υθῶν om. A. 16. πρὸς: ἐπὶ Α. 17. ἀπὸ om. Α. ταυρόκομον A, vid. Nicet. p. 516, 4. 19. ἤδη om. AG.)
359

ἱκανόν λογάδας ἅπαντας καὶ αὐτοὺς δὴ τοὺς ἀρχοντοπούλους [*](B) καλουμένους νέους, ἀρτιφυεῖς πάντας τὸ γένειον τὴν ὁρμὴν ἀνυποστάτους, προσέταξεν ἐξ ὀπισθίων τοῖς κατὰ τὸ ακρον τῶν ἁμαξῶν ἱσταμένοις προσβαλεῖν. τὸ δὲ τῶν ἀρχοντοπουλων τάγμα παρὰ Ἀλεξίου πρώτως ἐφεύρητο. ἀστρατίαν γὰρ ἐχούσης τῆς τῶν Ῥωμαίων ἀρχῆς διὰ ῥᾳθυμίαν τῶν ἀνέκαθεν αὐτοκρατόρων, συλλεξάμενος ἁπανταχόθεν αὐτοὺς τῶν ἀποπεπτωκότων στρατιωτῶν υἱεῖς, ἐγύμνασέ τε πρὸς ὅπλα καἰ πόλεμον ναὶ ἀρχοντοπούλους ὠνόμασεν, ὡσανεὶ ἐξ ἀροχόντων υἱοὺς γεγονότας ἵνα διὰ τοῦ ὀνόματος εἰς τὴν τῶν γονέων εὐγένειάν τε καὶ ἀνδρίαν ἀναφερόμενοι καὶ οὗτοι θούριδος [*](C) ἀλκῆς μνήσαιντό τε καὶ ἀνδρειότεροι γένοιντο, τοῦ καιροῦ τούτοις τόλμαν καὶ ῥώμην ὑπαγορεύοντος. τοιοῦτον δὴ τὸ τῶν ἀρχοντοπούλων τάγμα, ὡς έν ὀλίγῳ εἰπεῖν, εἰς δύο χιλιάδας συμποσούμενον, ὥσπερ ποτε καὶ τοῖς Δάκωσιν ἐφεύρητο ὁ ἱερὸς λεγόμενος λόχος. οὗτοι τοίνυν οἱ νεόλεκτοι ἀρχοντόπουλοι ἐσταλμένοι πολεμικῶς ἤεσαν. οἱ δὲ κάτωθεν τοῦ αὐχένος προλοχίζοντες Σκύθαι τὰς τούτων ἐφόδους ἐπετήρουν· καὶ θεασάμενοι τούτους κατὰ τῶν ἁμαξῶν ἐφωρμηκότας, ἀσχέτῳ ῥύμη κατ᾿ αὐτῶν ἵενται. καὶ ἀγχεμάχου τῆς συμπλοκῆς καταστάσης, πίπτουσι τῶν ἀρχοντοπούλων ὡσεὶ τριακόσιοι ἐκθύμως μαχόμενοι. πέρι ὦν ἐπὶ πολὺν χρόνον

[*](D)[*](1. δὴ om. A. ἀρχοντοπώλους Ρ uhiqiie. 2. λεγομένους Α. νέους oni. Α. 5. lege ἀστρατείαν. 6. τῶν alleruin add. CG. 7. αὐτούς: lege τούς. 8. lege πεπτωκότων. 9. καὶ ἀρχοντοπούλους — εὐγένειάν τε oni. G, 15. Λάκωσιν: immo Θηβαίοις. 18. Σκύθαι oni. CG, 19. ἐφωρμηκότας AG, ἀφωρμηκότας P. 20. ἵενται PG, recte Α. 22. ἐπὶ add. CA.)

νυ

360

βύθιον ἔστενεν ὁ βασιλεύς, δάκρυα θερμὰ ἐκχέων καὶ ὀνομαστὶ ἕκαστον καθαπερεὶ ἀπόδημον ἀνακαλούμενος. ἡττήσαντες οὖν οἱ Πατζινάκοι τοὺς ἀντιτεταγμένους, διὰ τῆς Χαριουπόλεως διελθόντες, ἀπονενεύκασι πρὸς τὸν Ἄπρον, ἅπαντα ληιζόμενοι. τῇ γοῦν προτέρᾳ μεθόδῳ χρησάμενος αὖθις ὁ βασιλεὺς προκαταλαμβάνει τούτους καἰ εἰσεῖσιν εἰς τὸν Ἄπρον· οὐ γὰρ προσῆσαν αὐτῷ ἀποχρῶσαι δυνάμεις, [*](Ρ. 205) καθάπερ πολλάκις εἴρηται, πρὸς μάχην τοῖς ἀντικαθισταμένοις. τοιγαροῦν γινώσκων αὐτοὺς κατὰ τὰς αὐγὰς ἡλίω εἰς προνομὴν ἐξερχομένους, μετακαλεσάμενος τὸν Τατίκιον, οὑ ὁ λόγος ἐν πολλοῖς ἐμέμνητο, ἐνετείλατο συμπαραλαβεῖν μαθ᾿ ἑαυτοῦ τούς τε καλουμένους ἠνδρειωμένους τῶν ἀγούρων καὶ τῶν περὶ τὴν θεραπείαν αὐτοῦ οἰκειοτέρων τοὺς λογάδας καὶ τοὺς Λατίνους ἅπαντας, καἰ κατὰ τὸ περίορθρον τὰς Σκυθικὰς ἐκδρομὰς διυπνισθέντας τηρεῖν, ὥσθ’ ὁπηνίκα τοὺς Σκύθας εἰς προνομὴν ἐξιόντας τῆς ἰδίας πόρρω γενέσθαι παρεμβολῆς στοχάζοιντο, κατ᾿ αὐτῶν τηνικαῦτα ὅλους ῥυτῆρας ἐνδοῦναι. ὁ δὲ κατὰ τὸ ἐντεταλμένον πεποιηκώς, κτείνει μὲν [*](Β) τριακοσίους, ἱκανοὺς δὲ καὶ ζωγρίαν ἄγει. τί τὸ ἐντεῦθεν; καταλαμβάνουσιν οἱ παρὰ τοῦ Φλάντρα ἀποσταλέντες ἱππεῖς ἔκκριτοι ὡσεὶ πεντακόσιοι, χάρισμα κομίζοντες τούτῳ ἵππους ἐκκρίτους τὸν ἀριθμὸν ἑκατὸν πρὸς τοῖς πεντήκοντα· ἀλλὰ

[*](2. καθαπερεὶ C, καθάπερ PG. 3. Πατζινάκαι G, σκύθαι A. 10. Ταττίκιον APG, correxi. 12. ἠνδρωμένους coni. Siiiner. Stephan. Tliesaur. I. p. 449. τῶν ἀγούρων: ἀγούρους Α. 17. στοχάσοιντο G. 19. τριακοσίους CAG, τετρακοσίους P. ζωγρήσας G. 20. παρὰ acld. CG. φλάντρας G. 21. χαρίσματα A.)
361

καὶ ὅσους τῆς προκειμένης αὐτοῖς χρείας εἶχον ἐπέκεινα, ἀποδεδώκασι τούτῳ τιμῆς. ὁ δὲ βασιλεὺς Ἀλέξιος δεξιωσάμενος τούτους, ἱκανὰς ἀπεδίδου τὰς χάριτας. ἀγγελίας δὲ ἐκ τῆς ἑῴας καταλαβούσης, ὅσον ἤδη ὁπλίζεσθαι τὸν τὴν Νικαιαν [*](V. 163) φρουροῦντα, ὃν ἡ συνήθεια μὲν τῶν περσῶν σατράπην ἀποκαλεῖ, οἱ δὲ νῦν τὰ περσῶν φρονοῦντες Τοῦρκοι ἀμηραν ὀνομάζουσι, τὸν Ἀπελχασὴμ κατὰ τῆς Νικομήδους, ἀποστέλλει τούτους πρὸς φυλακὴν τῖς χώρας.

Τότε δὴ καὶ ὁ Τζαχᾶς τὴν τοῦ βασιλέως πέρι τὴν [*](C) δύσιν πολυσχιδῆ ὄχλησιν καί τοὺς Πατζινάκων μετ’ αὐτοῦ συχνοὺς πολέμους βεβαιωθεὶς, εὐκαιρίαν εὑρών δέον ἐλογίσατο στόλον κτήσασθαι. Σμυρναίῳ δέ τινι ἐντυχών, τὴν κτίσιν αὐτῷ τῶν λῃστρικῶν ἀνέθετο πλοίων, ὡς πέρι τὰ τοιαῦτα ἐμπειρίαν πολλὴν ἔχοντι. αὐτοῦ που δὲ πολλὰς κατασκευάσας ναῦς, πρὸς δὲ καὶ τεσσαράκοντα ἀγράρια σκεπαστά, καὶ ἐν αὐτοῖς ἄνδρας εἰσαγαγὼν ἐμπείρους, λύσας τὰ πρυμνήσια προσώρμισε ταῖς Κλυζομεναῖς καὶ ἐξ ἐφόδου ταύτας κατέσχεν. ἐκεῖθεν δὲ εἰς Φώκαιαν ἀπελθών, εἷλε καἰ ταύτην ἐξ ἐπιδρομῆς. κἀκεῖθεν ἀποστείλας πρὸς τὸν τὴν [*](D) διοίκησιν Μιτυλήνης ἐμπεπιστευμένον κουράτορα τὸν Ἀλω-

[*](1. ὅσα Α. εἶχον ἐπέκεινα οm. Α. 2. τιμῆς om. A. ἀξίως Α. 7. Ἀπελχασὴμ ἀδελφὸν coni. Ducangius, recte improbante Wilkenio Hist. Comn. Ρ. 265. 9. Τζακατζᾶς Glycas p 620, 6, sed Τζαχᾶς recte, quem exscripsit, Zonaras III. p. 236. II. εὑρὼν, καὶ ναῦς κατασκεύασας πολλὰς πρὸς ἐξ καἰ τεσσαράκοντα ἀγράρια σκεπαστὰ προσώρμισε Α. 12. κτίσαι CG. 17. προσώρμησε G. lege Κλαζομεναῖς. 20. Mελιτίνης coni. Ducangius GIoss. I. p. 737. lege πουράτωρα.)
362

πόν, πάνδεινα ἠπειλήσατο εἰ μὴ θᾶττον ἐκεῖθεν ἀπέλθοι, κήδεσθαι τε αὐτοῦ λέγων καὶ διὰ τοῦτο προμηνύειν, τὰ μέλλοντα τούτῳ ἔσεσθαι δεινά, εἰ μὴ ἐκεῖθεν ἐκσταίη. ὁ δὲ ἀπὸ τῶν τοῦ Τζαχᾶ ἀπειλῶν ἐκδειματωθεὶς νυκτὸς εἰς ναῦν εἰσελθών, τὴν βασιλεύουσαν ἀνεζήτησε. τοῦτο δὲ μεμαθηκὼς ὁ Τζαχᾶς, οὐκέτι ἐν ἀναβολαῖς ἦν, ἀλλὰ παραχρῆμα [*](Ρ. 206) ἀπελθών, ἐξ ἐφόδου τὴν Μιτυλήνην κατέσχεν. ἔπει δ’ ἡ Μήθυμνα περὶ τὸ ἄκρον ταυτησὶ τῆς νήσου διακειμένην οὐ προσεληλύθει τῷ Τζαχᾷ, ὁ βασιλεὺς περὶ τούτου πυθόμενος, παραχρῆμα διὰ πλοίων ἀποστείλας ἀποχρῶσαν δύναμιν, κατωχυρώσατο ταύτην. ὁ μέντοι Τζαχᾶς οὐδένα λόγον τῆς Μηθύμνης ἐποιήσατο, ἀλλ’ εὐθὺ τῆς Χίου τὸν ἀπόπλουν ποιησάμενος, ἐξ ἐφόδου κατέσχε καὶ ταύτην. ὅπερ ὁ αὐτοκράτωρ μεμαθηκώς, πέμπει κατ’ αὐτοῦ στόλον ἀποχρῶντα μετὰ στρατιωτῶν ἱκανῶν, ἡγεμόνα τούτων καταστησάμενος Νικητᾶν [*](B) τὸν Κασταμονίτην. ὁ δὲ ἀπελθὼν καὶ τὸν μετὰ τοῦ Τζαχᾶ συνάρας πόλεμον, ἡττᾶται παραχρῆμα, καὶ πολλὰς τῶν συνεπαγομένων αὐτῷ νηῶν ὁ Τζαχᾶς ἀφείλετο. τοῦ συμβάντος δὲ τῷ Κασταμονίτῃ ὁ βασιλεὺς ἐν εἰδήσει γενόμενος, ἕτερον ἐξοπλίζει στόλον, ἐπιστήσας δοῦκα τούτῳ Κωνσταντῖνον τὸν Δαλασσηνόν, ἄνδρα μαχιμώτατον καὶ μητρόθεν τούτῳ προσήκοντα. ὃς κατὰ τὴν ἠϊόνα τῆς Κίου γενόμενος παραχρῆμα τῆς τοῦ πολιορκίας πολιορκίας εἴχετο, ἐκθύμως μαχόμενος

[*](3. δεινὰ ἔσεσθαι G. 12. τὸν om. G. 16. τὸν alterum om. G. 20. τούτῳ δοῦκα G, τούτου P. 21. Δαλασηνὸν G semper postea.)
363

καὶ σπεύδων τὴν πόλιν εἰλεῖν πρὸ τοῦ τὸν Τζαχᾶν ἀπὸ τῆς Σμύρνης καταλαβεῖν. διὰ πολλῶν οὑν ἑλεπόλεων καὶ πετροβόλων ὀργάνων πλήξας τὰ τείχη, καθαιρεῖ τὸ μεταξὺ τεῖχος [*](C) τῶν δυεῖν πύργων οἱ δὲ ἐντὸς Τοῦρκοι θεασάμενοι τὸ γεγονὸς γονὸς καὶ ἐγνωκότες, ὡς ἀνυπόστατοι ταῖς ὁρμαῖς οἱ Ῥωμαῖοι ἰσιν, εἰς ἔλεον τὸν τῶν ἁπάντων ἐπεκαλοῦντο κύριον Ῥωαΐζοντες. οἱ δὲ ἀμφὶ τὸν Δαλασσηνὸν καὶ τὸν Ὦπον ἦσαν, σπεύδοντες εἴσω τοῦ κάστρου εἰσελθεῖν, κἀν παρ’ ἀυτῶν διεκωλύοντο, δεδιότων, μή πως τὴν προαποτεθεῖσαν θεῖσαν παρὰ τοῦ Τζαχᾶ λείαν ἅπασαν καὶ τὰ χρήματα εἰσελθόντες ἀναλάβωνται, καὶ λεγόντων, ὡς “τῆς εὐφημίας τοῦ αὐτοκράτορος λαμπρᾶς ἤδη παρὰ τῶν Τούρκων γινομένης ἀκούετε καἰ ὡς ὑπόσπονδοι ὑμῶν γεγόνασιν. οὐ χρὴ τοίνυν [*](D) εἰσελθόντας ἀπηνῶς τούτους κατασφάττειν." ἐπεὶ δὲ τὸ πᾶν [*](V. 164) τῆς ἡμέρας ἤδη παρῳχήκει καὶ νὺξ παρῆν, οἱ Τοῦρκοι ἕτερον τεῖχος ἀντὶ τοῦ ἐρειπωθέντος ἀνοικοδομήσαντες, ἀπῃώρησαν τούτου ἔξωθεν στιβάδας καὶ βύρσας καἰ πᾶν τὸ παρατυχὸν πέπλον, ὡς ἂν ἡ σφοδρότης τῶν πεμπομένων λίθων ἐντεῦθεν ὑποχαλῶσα μερικῶς ποσῶς ἐνδίδωσι. καὶ ὁ μὲν Τζαχᾶς τὸν προσόντα στόλον αὐτοῦ ἐξοπλίσας καὶ διὰ τῆς ἠπείρου ὡσεὶ ὀκτὼ χιλιάδας στρατεύσας Τούρκους, τὴν πρὸς Χίον φέρουσαν ἐβάδιζεν· ὁ δέ γε στόλος αὐτῷ ἐπηκολούθει [*](Ρ. 207) παραθέων τὴν ἠιόνα. ὁ δὲ Δαλασσηνὸς τοῦτο μεμαθηκώς, λῦσαι τὰ πρυμνήσια τοὺς ναυάρχας τοῦ στόλου παρε-

[*](4. δυεῖν C, δύο PG. 13. τοίνυν P in margine, οὖν PG. 19. ὁποσῶς C. lege πως. 21. Τουρκους C et in margine P, τοὺς ὅρκους PG.)
364

κελεύσατο, ἀποχρῶντας εἰσαγαγὼν έν αὐτῷ στρατιώτας καὶ ἡγεμόνα τὸν Ὦπον, βουλόμενος, εἴ που τούτῳ συναντήσει διαπλωιζομένῳ κατ’ αὐτοῦ, συμμίξαι πρὸς πόλεμον. ὁ δὲ Τζαχᾶς τὴν ἤπειρον καταλιπὼν, κατευθὺ Χίου τόν ἀπόπλουν ἐποιεῖτο. καἰ συναντήσας αὐτῷ πέρι μέσας νύκτας ὁ Ὦπος, ὡς εἶδε καινήν τινα τὴν ναυλοχίαν ποιούμενον, γὰρ ἅλυσιν κατασκεύασας παμμεγέθη, ἅπαντα τὰ αὐτοῦ ἐδέ- [*](Β) σμησε πλοῖα, ὡς μήτε τοὺς τρεπομένους ἀποδιδράσκειν δύνασθαι, μήτ’ αὖ πάλιν τοὺς προεκτρέχειν ἐθέλοντας τῆς ναυτικῆς συντάξεως διακόπτεσθαι,) ἐκδειματωθεὶς καὶ μηδὲ προσπελάσαι τούτοις θαρρήσας ὅλως, στρέψας τοὺς οἴακας, τὴν Χίον αὖθις ἀνεζήτει. ὁ δέ γε Τζαχᾶς σὺν ἐπιστήμῃ ἀκολουθῶν αὐτῷ, οὐκ ἐνεδίδου τῆς εἰρεσίας. ἐπὸν δὲ τῇ Χίῳ προσπελάζειν ἔμελλον, ὁ μὲν Ὦπος τῷ λιμένι πρῶτος τὰς ναῦς προσώρμισε τῆς Χίου, προεφθάκει γὰρ τοῦτον κατασχεῖν ὁ Δαλασσηνός,) ὁ δὲ Τζαχᾶς περιπλεύσας τουτονὶ τὸν ἤδη ῥηθέντα τῆς Χίου ὅρμον, τῷ τείχει τοῦ κάστρου τὰς ἰδίᾳ προσεπέλασε ναῦς. τετρὰς δὲ τῆς ἑβδομάδος τῇ δὲ μετ᾿ [*](C) αὐτὴν ἐξελάσας τῶν νηῶν ἅπαντας, ἠρίθμει τε καὶ ἀπεγράφετο. ὁ δέ γε Δαλασσηνὸς πολίχνιόν τι ἀγχοῦ τοῦ λιμένος εὑρηκώς, ἠφάνισε μὲν τὸν χάρακα, ὃν προφθάσας διώρυξε, κεῖθι δὲ κατελθὼν καὶ ἄλλην διώρυχα ποιήσας εἰς ἀποχρῶντα τάφρον, αὐτοῦ που τὸ ὁπλιτικὸν κατέθετο. τῇ δὲ μετ’ αὐτὴν ἄμφω τὰ στρατεύματα ἐξοπλισάμενα κατ’ ἀλλήλων παρεσκευά-

[*](3. διαπλοιζομένῳ PG, alterum C. 7. παμμεγέθη σκευάσας G. ἅπαντα om. CG. ἐδέσμευσε G. 11. τούτοις G, τούτους P. 13. ἐρεσίας G. 15. προεφθακὼς G.)
365

ζοντο. ἀλλὰ τὸ μὶν Ῥωμαϊκὸν ἀτρεμοῦν ἵστατο, τοῦ Δαλασσηνοῦ κελεύσαντος, μηδένα τὸν συνασπισμὸν λύειν. ὁ δέ γε Τζαχᾶς τὸ πλεῖστον τῆς βαρβαρικῆς παρατάξεως κατὰ τῶν Ῥωμαίων ἰέναι παρέθη·ξεν, ὀλιγοστοὺς δὲ καὶ ἱππαζομένους συνέπεσθαι τούτοις. τοῦτον οἱ Λατῖνοι θεασάμενοι, δόρατα [*](D) μακρὰ ἐναγκαλισάμενοι, κατὰ ὦν βαρβάρω, ἐξιππάσαντο. οἱ δὲ οὐ κατὰ τῶν Κελτῶν, ἀλλὰ κατὰ τῶν ἵππων τὰς βολὰς πέμποντες καἰ διὰ τῶν δοράτων δέ τινας πλήξαντες, πλείστους ἀνεῖλον, καὶ εἴσω τοῦ χάρακος τετραμμένους οὕτω υνήλασαν. οἱ δ’ ἐκεῖθεν ἐνέπιπτον εἰς τὰς ναῦς ἀλογίστῳ φορᾷ. τοὺς δὲ Κελτοὺς προτροπάδην φεύγοντας οἱ Ῥωμαῖοι θεασάμενοι καὶ ἐκδειματωθέντες, μικρόν τι ἀναποδίσαντες παρὰ τὸ τεῖχος τοῦ ῥηθέντος ἔστησαν πολιχνίου. κᾀθ᾿ οὕτως [*](Ρ. 208) οἱ βάρβαροι εἰς τὴν ἠϊόνα κατεληλυθότες τινὰς τῶν νηῶν ἀφείλοντο. τοῦτο οἱ ναυτικοὶ θεασάμενοι, λύσαντες τὰ πρυνήσια ἀπέρραξαν τῆς χέρσου, καὶ τὰς ἀγκύρας χαλάσαντες [*](V. 165) σταντο καραδοκοῦντες τὸ μέλλον. ὁ μέντοι Δαλασσηνὸς πααπεπλευκέναι τὰς πέρι τὸ δυτικώτερον μέρος μέρος τῆς νήσου καὶ τὴν Βολισσὸν καταλαβεῖν παρεκελεύσατο καἰ τὴν αὐτοῦ τοῦ ἀπεκδέχεσθαι ἔλευσιν· ἡ δὲ Βολισσὸς πολίχνιον κατὰ τὸ ἀκρωτήριον ταυτησὶ τῆς νήσου διακείμενον. Σκύθαι δέ τινες προσεληλυθότες τῷ Τζαχᾷ, τὴν τοῦ Δαλασσηνοῦ βουλὴν [*](B) προκατήγγειλαν. ὁ δὲ ἔνθεν μὶν τηνικαῦτα πεντήκοντα

[*](5. lege τοῦτο 9. τετρεμμένους P. 10. ἀλογίστῳ φορᾷ εἰς τὰς ναῦς G. 16. lege ἀπήραξαν. 17. παραπλεῦσαι G. 18. παρὰ G. lege πρὸς. 21. ἀκρώτερον G.)
366

σκοποὺς ἐπαφῆκε θᾶττον αὐτῷ διαμηνύσασθαι, ὁπηνίκα ναυτικὸν τοῦ Δαλασσηνοῦ τὰ πρυμνήσια λύειν ἐπείγεται, ἐκεῖθεν δὲ τὸν Δαλασσηνὸν μετεπέμπετο, ὡς τάχα τὰ περὶ εἰρήνης βουλόμενος ἐπερωτῆσαι, ἀπεγνωκὼς οἶμαι παντάπασι, πρὸς τὸ τοῦ Δαλασσηνοῦ γενναῖον καὶ φιλοκίνδυνον ἀφορῶν. ὁ δὲ εἰς νέωτα κατὰ τὸ ἄκρον τῆς παρεμβολῆς ἐξεληλυθέναι τῷ Τζαχᾷ ἐπηγγείλατο καὶ ἀκοῦσαί τε καὶ εἰπεῖν, ὁπόσα ἀμφοῖν τούτοιν συνδόξειεν. οὐδ’ ὁ βάρβαρος πρὸς τοῦτο [*](C) ἀνένευσεν. ἀλλὰ πρωίας ἄμφω τὼ στρατηγὼ κατὰ ταὐτὸν ἐληλυθέτην, καὶ τῆς ὁμιλίας ὁ Τζαχᾶς κατῆρχεν, ὀνομαστὶ τοῦτον καλέσας. “ἴσθι ἐμὲ εἶναι τὸ μειράκιον ἐκεῖνο, ὅπερ πάλαι τὴν Ἀσίαν κατατρέχον καὶ ἐκθύμως μαχόμενον, ἐξ ἀπειρίας ἀπατηθὲν ἑάλων παρὰ τοῦ Καβαλίκα ἐκείνου Ἀλεξάνδρου. κἀντεῦθεν ζώγρια παρ’ αὐτοῦ τῷ αὐτοκράτορι Νικηγόρῳ τῷ Βοτανειάτῃ προσενεχθέν, παραχρῆμα τῇ τῶν πρωτονωβελλισίμων ἀξίᾳ τετίμημαι καἰ δωρεῶν μεγάλων ἄξιωθείς, ὑπεσχόμην δουλείαν αὐτῷ. ἐξότου δὲ τὰς τῆς βασι- [*](D) λείας ἡνίας ὁ Κομνηνὸς Ἀλέξιος περιεζώσατο, ἐκκέκοπται ἅπαντα. κἀγὼ μὲν οὖν ἤδη τὸ τῆς ἔχθρας αἴτιον ἀπαγγελῶν ἥκω. μαθέτω δὲ ταῦτα καὶ ὁ αὐτοκράτωρ καί εἴπερ βουληθῇ τὴν ἀναφυεῖσαν ἔχθραν διαλυθῆναι, ὁπόσα λαβεῖν ὀφείλων ἐστέρημαι, ἀνελλιπῶς ἀποδοθήτω μοι ἅπαντα. εἰ δέ σοι δοκεῖ καὶ τὰ τέκνα συναφεῖναι, προβεβλήσθω

[*](3. τὰ add. C. 14. lege ζωγρίαν 15. βοτανιάτῃ G. 16. πρώτων ἡγεμόνων P in margine. 19. ἀπαγγέλλων Ρ, ἀπαγγελῶν G. 23. δοκεῖ C, δοκῆ PG. lege συναφῆναι.)
367

μέσον ἡμῶν ἔγγραφος ἡ περὶ τούτου συμφωνία, ὡς τοῖς Ῥωμαίοις καὶ ἡμῖν τοῖς βαρβάροις ἐστί κᾆθ’ οὕτω τῶν ἁπάντων ἴδη ῥηθέντων πέρας ἐσχηκότων, ἁπάσας τὰς νήσους, ἅς αὐτὸς καταδραμὼν τῆς Ῥωμαϊκῆς ἐξουσίας ἀφειλόμην, διὰ σοῦ ἀντιτρέψω πρὸς τὸν αὐτοκράτορα, καὶ τὰς μετ’ αὐτοῦ σπονδὰς ἀποπληρώσας πρὸς τὴν ἐμὴν ἐπαναστρέψω πατρίδα." ταῦτα δὲ ὁ Δαλασσηνὸς σκῆψιν λογισάμενος ὡς [*](Ρ. 209) ἅτε τὸ τῶν Τούρκων ἦθος δολερὸν πάλαι γινώσκων, ἀνεβάλλετο τέως τὴν τῶν αἰτουμένων ἐκπλήρωσιν, παραγυμνώσας ἅμα καὶ ἣν ἴσχε περὶ αὐτοῦ ὑπόληψιν καὶ φάμενος, ὡς “οὔτε σύ, ὡς ἔφησθα, τὰς νήσους πρὸς ἐμὲ παραδώσεις, οὔτε σὼ βουλῆς ἄτερ τοῦ αὐτοκράτορος πρὸς ἅπερ αὐτὸς ἐκεῖθεν ἐξ ἐκείνου καὶ ἐμοῦ ἐπιζητεῖς, καταθέσθαι δύναμαι. ἀλλ’ ἔπει δοὺς μέγας ὁ Ἰωάννης καἰ γυναικάδελφος τοῦ αὐτοκράτορος ὅσον ἤδη μετὰ παντὸς καταλαμβάνει τοῦ ἐξ ἠπείρου τε καὶ θαλάττης δυνάμεις πολλὰς συνεπαγόμενος, ἐκεῖνος ἀκουσάτω τῶν παρὰ σοῦ λεγομένων. καὶ οὕτως, εὑ [*](B) ἴσθι, αἱ μετὰ τοῦ αὐτοκράτορος σπονδαὶ, αὐτοῦ τὴν εἰρήνην μεσάζοντος, πέρας λάβοιεν." κὼ γὰρ τουτονὶ τὸν Δούκαν Ἰωάννην εἰς Ἐπίδαμνον ὁ αὐτοκράτωρ μετὰ στρατιᾶς ἀξιομάχου κατέπεμψεν, ἅμα μὲν καὶ περὶ τὴν τοῦ Δυρραχίου [*](V. 166) φρουρὰν ἐπιμελῶς διαπονεῖσθαι, ἅμα δὲ καὶ τὴν μετὰ Δαλματῶν ἀναδήσασθαι μάχην. ὁ γὰρ οὕτω καλούμενος

[*](1. ἡ εἰς P in margine, αὐτοκράτωρ 3. ἤδη ῥηθέντων ἁπάντων G. 5. αὐτὰς στρέψω CG. lege ἀντεπιστρέψω. 6, ἀποπληρῶσαι G. 19. μεσάσαντος CG. 23. Δαλματῶν: κελτῶν CG. ἀναδήσασθαι C, ἀναδύσασθαι PG.)
368

Βοδῖνος μαχιμώτατος ὢν καὶ ῥᾳδιουργίας πλήρης, οὐ μέχρι τῶν ἰδίων ὁρίων ἑστάναι ἠβούλετο, ἀλλ᾿ ὁσημέραι τἀς ἔγγιστα Δαλματίας κωμοπόλεις κατατρέχων, τοῖς ἰδίοις προσετί- [*](C) θει ὁρίοις. ὁ δὲ Δούκας Ἰωάννης ἐνιαυτοὺς δέκα πρὸς τῷ ἑνὶ εἰς τὸ Δυρράχιον ἐνδιατρίψας, πολλὰ μὲν τῶν ὑπὸ τὴν ἐξουσίαν Βολκάνου ἀφῃρεῖτο φρούρια, πολλοὺς δὲ καὶ ζωγρίαν Δαλμάτας πρὸς τὸν αὐτοκράτορα ἐξαπέστειλεν. καὶ τέλος καρτερὰν μετὰ τοῦ Βοδίνου μάχην συναρράξας, καὶ αὐτὸν κατέσχεν. ἄνδρα δὲ τὸν Δούκαν τοῦτον Ἰωάννην μαχιμώτατον ὁ αὐτοκράτωρ ἐκ πολλῶν ἐγνωκὼς καὶ πέρι τὰ πολεμικὰ ἐπιτήδειον καὶ μηδ’ ὁπωσοῦν τὰ παρ’ αὐτοῦ ἐντεταλμένα ἀθετεῖν ἐθέλοντα, ἔπει τοιούτου ἀνδρὸς κατὰ τοῦ Τζαχᾶ ἐδέετο, μεταπεμψάμενος αὐτὸν ἐκεῖθεν ὁ αὐτοκρά- [*](D) τωρ, μετὰ πολλῶν δυνάμεων ἐξ ἠπείρου καὶ θαλάττης κατὰ τοῦ Τζαχᾶ ἐξέπεμψεν, δοῦκα τοῦ στόλου μέγιστον κατονομάσας. ὁπόσας δὲ μετ’ αὐτοῦ μάχας συνῆψε καὶ ἐν ὅσοις κινδύνοις ἑαυτὸν ἐπιρρίψας νικητὴς ἀνεφάνη, ὁ λόγος ἐν ὑστέροις δηλώσειε. τοῦτον προσδόκιμον ὁ Δαλασσηνὸς ἔχων, ἐν τῇ πρὸς τὸν Τζαχᾶν ὁμιλίᾳ τὸ πᾶν εἰς τὸν ἐρχόμενον δοῦκα ἐφαίνετο ἀνατιθέμενος. ὁ δὲ Τζαχᾶς τὸ Ὁμηρικὸν ἐκεῖνο ἔπος ἐδόκει λέγειν· “νὺξ ἤδη τελέθει, ἀγαθὸν καἰ νυκτὶ πιθέσθαι." αὐγαζούσης δὲ τῆς ἡμέρας πολλὰ τῶν χρειω-

[*](2. ὅρων P, ὁρίων C, om. G. ἡ. ἐνιαυτοὺς τῷ δέκα πρὸς ἑνὶ P, recte CG. 5. τῶν add. C. 6. βολκανίου G. ζωγρίας CG. 7. Δαλμάτας CG, Δαλματίας P. 8. συῤῥήξας CG. lege συναράξας. 11. ὁπωσοῦν C, ὁποσοῦν PG. 19. τὸν prius add. C.)
369

δῶν κόμισαι ὑπέσχετο. ἅπαντα δὲ δόλος ἥν καὶ ἀπάτη. καὶ [*](Ρ. 210) ὁ Δαλασσηνὸς οὐ πόρρω σκοποῦ ἔβαλλε. κατὰ γὰρ τὸ περίορθρον λαθὼν ὁ Τζαχᾶς καὶ περὶ τὴν ἠϊόνα τῆς Χίου κα. τεληλυθώς, οὐρίου τυχὼν πνεύματος, τὴν Σμύρνην κατέλαβεν, ἐφ’ ᾦ πλείονας συναγηοχέναι δυνάμεις καὶ αὖθις ἐπαναστρέψας έν Χίῳ καταλαβεῖν. ἀλλ’ οὐδ᾿ ὁ Δαλασσηνὸς δεύτερος πρὸς τὰς τοῦ Τζαχᾶ μηχανὰς ἐφαίνετο. εἰσελθὼν γὰρ ἐν τοῖς παρατυχοῦσι πλοίοις μετὰ τῶν ὑπ’ αὐτόν, τὴν Βολισσὸν κατέλαβε. καὶ τὰς τε ναῦς περιποιησάμενος καὶ ἑλεπόλεις ἑτέρας παρασκευασάμενος, τούς τε στρατιώτας διαναπαύσας [*](Β) κα πλείονας τούτων συμπαραλαβών, αὖθις ὅθεν ἐξῄει ἐπανέστρεψε. καὶ καρτερὸν μετὰ τῶν βαρβάρων συνήρασσε πόλεμον, καὶ καθελὼν τὰ τείχη ἐχειρώσατο τὴν πόλιν, τοῦ Τζαχᾶ τὴν Σμύρνην ἔτι περινοστοῦντος. κἀκεῖθεν λειοκύμονα τὴν θάλασσαν εὑρηκώς, εὐθυπλοήσας μετὰ τοῦ στόλου παντὸς κατέλαβε τὴν Μιτυλήνην.

Οὕτω δὲ ὁ αὐτοκράτωρ τὰ κατὰ τὸν Τζαχᾶν διαθέμενος, ἐπεὶ τοὺς Σκύθας αὖθις τὸ Ῥούσιον καταλαμβάνειν ἐμεμαθήκει καἰ κατὰ τὸ Πολυβοτὸν τὸν χάρακα πήξασθαι ἐξεληλυθὼς ὡς εἶχε τῆς Κωνσταντίνου, τὸ Ῥούσιον κατέλαβε. συνείπετο [*](C) δὲ τούτῳ καὶ ὁ αὐτόμολος Νεάντζης, δεινήν τινα καὶ βύθιον μελέτην κατ’ αὐτοῦ τεκταινόμενος· συμπαρῆν δὲ καὶ

[*](3. λαβὼν G. 12. τοῦ βαρβάρου G. συνήρασσε C, συνήῤῥασσε G, συνήῤῥασε P. 15. εὐθυπλοήσας C, εὐθυπλοιησας PG. 18. μεμάθηκε A. 19. τὸν Πολυβοτόν Ρ, τὸν πολυβωτὸν G, τὸν μολυβωτὸν Α, τὸ πολυβοτὸν C. vid. Cantacuz. II. p. 475, 4. ἐξελθὼν Α. 21. καὶ prius add. G.)
370

ὁ Καντζοὺς καὶ ὁ Κατράνης ἄνδρες πολέμων μεμνημένοι καὶ V. 167 ζέοντα πρὸς τὸν αὐτοκράτορα πόθον ἔχοντες. ἀπόμοιραν δὲ ἱκανὴν τῶν Σκυθῶν πόρρω θεασάμενος τὴν μετ’ αὐτῶν ἐναποδύεται μάχην. πολλοὶ μὶν οὖν τῶν Ῥωμαίων ἐν τῷ μάχεσθαι πίπτουσι, τινὲς δὲ καὶ ζωγρηθέντες παρὰ τῶν Σκυθῶν κτείνονται, ἱκάνοι δὲ καὶ μέχρις αὐτοῦ Ῥουσίου κομίζονται. ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τοὺς προνομεῖς τῶν Σκυθῶν. ὁ δὲ [*](D) βασιλεύς, τῶν καλουμένων Μανιακατῶν Λατίνων καταλαβόντων, θαρσήσας ἐβουλεύετο τῇ μετ᾿ αὐτὴν τὸν μετὰ Σκυθῶν κατὰ συστάδην ἀναδέξασθαι πόλεμον. ἐπεὶ δ’ οὐ Με τὸ μεταίχμιον ἀμφοῖν τοῖν στρατευμάτοιν ἔτυχεν ὄν, τὴν ἐνυάλιον οὐκ ἀπεθάρρησεν ἠχῆσαι σάλπιγγα, θέλων προαρπάσαι τὴν μάχην. μεταπεμψάμενος οὖν τὸν περὶ τὴν τῶν βασιλικῶν ἱεράκων διαπονούμενον θεραπείαν Κωνσταντῖνον, προστάττει τύμπανον ἑσπέρας ἀναλαβόμενον τύπτειν δι’ ὅλης νυκτὸς περινοστοῦντα τὸ στράτευμα καὶ διακηρυκεύειν ἑτοιμάζεσθαι, ὅτι [*](Ρ. 211) περιαυγαζούσης τῆς αὔριον ἀπερισαλπίγκτως τὸν μετὰ τῶν Σκυθῶν ὁ αὐτοκράτωρ βούλεται συνάψαι πόλεμον. οἱ δὲ Σκύθαι τοῦ Πολυβότου ἀπάραντες, προκαταλαμβάνουσι τόπον τὸν καλούμενον Ἅδην, κἀκεῖθι τὸν χάρακα πήγνυνται. οὕτω μὲν οὖν ὁ αὐτοκράτωρ ἐξ ἑσπέρας αὖτίς παρεσκευάζετο. αὐγαζούσης δὲ ἡμέρας διελὼν τὸ στράτευμα καὶ εἰς φάλαγγας

[*](1. πολέμους CG. 9. ἐβουλεύσατο G. 10. lege κατασυστάδην. 13. τὴν alterum add. C. 17. ἀπερισαλπίστως PG, ἀπερισαλπίγκτως in margine. 19. πολυβώτου G.)
371

καταστήσας, ἴεται κατ᾿ αὐτῶ,. οὔπω δὲ τῆς συμβολῆς τοῦ πολέμου γενομένης, ἀλλ᾿ ἑκάστου τῶν ταγμάτων ἤδη καθισταμένου, ὁ Νεάντζης κατά τινα παρακειμένην ἀκρολοφίαν ἀνελθὼν ἐφ᾿ ὢν κατασκοπῆσαι μὲν τὰς Σκυθικὰς παρατάξεις ὡς [*](Β) ἐλεγεν, ἀγγελίαν δὲ τῷ αὐτοκράτορι τῆς αὐτῶν καταστάσεως συγκομίσαι, ἅπαν τοὐναντίον ἐποίει. καὶ τῇ ἰδίᾳ διαλέκτῳ τοῖς Σκύθαις τηνικαῦτα συνεβούλευε, τὰς ἁμάξας μὲν στοιχηδὸν καταστῆσαι, αὐτοὺς δὲ μὴ δεδιέναι τὸν αὐτοκράτορα, τετραμμένον τε ὄντα ἤδη ἐν τῆς πρώτης ἥττης καὶ πρὸς φυγὴν ἕτοιμον, σπάνιν τῶν στρατευμάτων καὶ τῶν συμμάχων χοντα. ταῦτα εἰπὼν κάτεισι πρὸς τὸν αὐτοκράτορα. μιξοβάρ(??)αρος δέ τις εἰδήμων τῆς Σκυθικῆς διαλέκτου συνεὶς τὰ πρὸς τοὺς Σκύθας παρὰ τοῦ Νεάντζη λεχθέντα, ἀπαγγέλλει πάντα [*](C) τῷ βασιλεῖ. ἐν αἰσθήσει δὲ τούτου γενόμενος ὁ Νεάντζης, ἀνεζήτει τὸν ἔλεγχον· ἀναισχύντως δ’ ὁ μιξοβάρβαρος εἰς μέσον ἐλθὼν ἤλεγχεν. ἐκεῖνος δὲ τὸ ξίφος ἀθρόον σπασάμενος, ἀπέκοψε τἀνθρώπου τὴν κεφαλήν, αὐτοῦ τε τοῦ βασιλέως ὁρῶντος καὶ ἑκατέρωθεν τῶν φαλάγγων ἱσταμένων. καί, οἶμαι, τὴν ὑποψίαν τῆς συκοφαντίας ὁ Νεάντζης ἐκκλίνων ἐκ τῆς σφαγῆς τοῦ συκοφαντοῦντος, ὕποπτον μᾶλλον ἑαυτὸν καθιστᾷ. τί γὰρ μὴ τὸν ἔλειχον περιέμενεν; ἀλλ᾿, ὡς ἔοικε γλῶτταν ἐθέλων προαναιρεῖν ἐξορχουμένην τὰς κὰτ αὐτὸν

[*](D)[*](1. ἵεται PG, correxi. αὐτῶν C, αὐτοῦ PG. 7. συνεβούλευέ G. 9. τετραμμένον G, τετρεμμένον P. ἤδη ὄντα G. 12. συνιεὶς G, 13. πάντα οm. CG.)
372

δολιότητας, τολμᾶ τι καὶ παραβολώτερον, πρᾶγμα ποιήσας βαρβαρικῆς μὶν ψυχῆς ἄξιον, ὕποπτον δὲ τοσοῦτον, ὅσον καὶ τόλμης ἐφίκετο. οὐ μὴν ὁ βασιλεὺς εὐθὺς ἐτιμωρήσατο τὸν [*](V. 168) βάρβαρον οὐδὲ ἐπεξῆλθε, δέον ὄν. ἀλλὰ τὴν μὲν καρδίαν παλλομένην εἰς θυμὸν καὶ ὀργὴν ἐπέσχεν αὐτιίκα, ἵνα μὴ προσοβήσῃ τὴν θήραν καὶ ταράξῃ τὰς φάλαγγας. ἐταμιεύετο [*](P. 212) καὶ ὑπώρυττε τὴν ὀργὴν τῷ Νεάντζῃ, τούτου προδοσίαν τοῦ ἀνδρὸς καὶ τὴν ἀποστασίαν καὶ ἀπὸ τῶν προειργασμένων καὶ ἐξ ἄλλων προμαντευόμενος· ἔπι ξυροῦ γὰρ ἀκμῆς εἱστήκει τὰ τοῦ πολέμου· καὶ διὰ τοῦτο περιυλακτοῦντα θυμὸν ὁ βασιλεὺς τέως ἐπεῖχεν, ἀπορῶν τὸ τηνικαῦτα, ὅ τι καὶ δράσειεν. ὁ μέντοι Νεάντζης μετὰ μικρὸν προσελθὼν καὶ τοῦ σφετέρου ἀποβὰς ἵππου, ἄλλον ᾐτεῖτο τὸν βασιλέα. καὶ δίδωσιν αὐτῷ παραχρῆμα ἵππον τῶν ἐκκρίτων μετὰ βασιλικῆς ἐφεστρίδος. εἰς ὃν ἀναβάς, ἔπει τὰ τάγματα κατ’ ἀλλή- [*](Β) λων διὰ τοῦ μεσαιχμίου ἤδη ἤεσαν, σχῆμα κατὰ Σκυθῶν ἱππασίας ποιησάμενος, τὴν ἀκωκὴν τοῦ δόρατος ὄπισθεν στρέψας, πρὸς τοὺς ὁμογενεῖς φοιτᾶ, πολλὰ κατὰ τῆς βασιλικῆς παρατάξεως αὐτοῖς παραινῶν. οἱ δὲ ταῖς ὑποθημοσύναις αὐτοῦ χρώμενοι, καρτερὸν τὸν μετὰ τοῦ αὐτοκράτορος συνάψαντες πόλεμον, τρέπουσι κατακράτος. ὁ δὲ βασιλεὺς διασπασθείσας τὰς φάλαγγας ὁρῶν καὶ φεύγοντας ἅπαντας,

[*](3. ἐτιμωρήσατο: ἐπεπορεύσατο C et in margine P. 4. ἐπεξῆλθε C, ὑπεξῆλθε PG. 6. ἐταμιεύσατο CG. 8. τὴν om. G. 11. τὸ om. G. 15. ἐπιβὰς G. ἐπὶ PG, ἐπεὶ lac. Gronovius. 20. τὸν add. C.)
373

ἐν ἀμηχανίᾳ γενόμενος, παρακινδυνεύειν ἀλόγως οὐκ ῆθελεν. ἔνθεν τοι καὶ τὰς ἡνίας στρέψας. μέχρι τοῦ ῥέοντος ποταμοῦ ἐγγὺς τοῦ Ῥουσίου καταλαμβάνει. κἀκεῖθεν τὸν χαλινὸν ἀνασειράσας, μετά τινων λογάδων ὡς ἐνὸν πρὸς τοὺς διώκοντας [*](C) ἀπεμάχοντο, ἱππασίας κατ’ αὐτῶν ποιούμενος, πολλοὺς μὶν κτείνων, ἔστι δ’ οὗ κὼ αὐτὸς πληττόμενος. ἐπειδὴ δὲ ἐξ ἑτέρου μέρους καὶ Γεώργιος ὁ πυρρὸς καλούμενος φεύγων τὸν ποταμὸν κατελάμβανεν, ἐμβριμησάμενος τοῦτον ὁ αὐτοκράτωρ μετεκαλέσατο πρὸς ἑαυτόν. ὡς δὲ τὸ ἰταμὸν τῶν Σκυθῶν ἑώρα καὶ· ὅτι ὅσαι ὧραι πληθύνουσι, καὶ ἄλλων ἐρχομένων εἰς τὴν αὐτῶν ἀρωγήν τὸν μὲν Γεώργιον αὐτοῦ που καταλέλοιπεν μετὰ τῶν λοιπῶν, παραγγείλας μετὰ φειδοῦς ἀντικαθίστασθαι τοῖς Σκύθαις, μέχρις ἂν αὐτὸς ἐπανέλθοι. γοργῶς δὲ τοῦ ἵππου τὸ ψάλλιον περιστρέψας, τὴν περαίαν τοῦ ποταμοῦ καταλαβών, εἰσεῖσιν εἰς τὸ Ῥούσιον, καὶ ὅσους [*](D) τῶν φευγόντων στρατιωτῶν κεῖθι κατέλαβε, καὶ τοὺς αὐτόχθονας ἅπαντας Ῥουσιώτας, ὁπόσοι στρατεύσιμον τὴν ἡλικίαν εἶχον, ἀλλὰ κίκι αὐτοὺς δὴ τοὺς ἀγρότας μετὰ τῶν ἰδίων ἀμαξῶν παρεκελεύσατο θᾶττον ἐξεληλυθότας παρὰ τῷ χείλει τοῦ ποταμοῦ καταστῆναι. τούτου δὲ θᾶττον ἡ λόγου γεγονότος, κατὰ στοίχους τινὰς καταστήσας αὐτούς αὐθις πρὸς τὸν Γεώργιον ἀναδεδραμήκει, καίτοι ὑπὸ τεταρταϊκοῦ κακοῦ

[*](5. an ἀπεμάχετο? 6. μὶν CG, δὲ καὶ P. δ᾿ add. G. 8. τούτῳ G. 18. ἀλλὰ δὴ καὶ αὐτοὺς τοὺς ἀγρότας G. 19. τὸ χεῖλος CG. 21. κατὰ στοίχους C, καταστοίχους PG. 22. τεταρταϊκοῦ C, τεταρταίου PG. κακοῦ ῥίγους om. G.)
374

ῥίγους πιεζόμενος, ὡς χαἰ τοὺς ὀδόντας ἀπὸ τῆς φρίκης προσαράσσειν. ἐπισυναχθὲν δὲ καὶ τὸ ἅπαν Σκυθικὸν στράτευμα μὰ ὡς τὴν διττὴν ἐθεάσαντο παράταξιν καὶ τὸν αὐτοκράτορα [*](P. 213) οὕτως ἀγωνιζόμενον, τὸ φιλοκίνδυνον αὐτοῦ ἐπεγνωκότες καὶ ὅτι ὁ αὐτὸς κἀν ταῖς νίκαις κἀν ταῖς ἥτταις ἐστι, τὴν ἀνύποιστον τούτου ἐπεγνωκότες ὁρμήν, ἑστήκεσαν μὴ ἀποθαρροῦντες τὴν μετ᾿ αὐτοῦ συμπλοκήν. ὁ δὲ αὐτοκράτωρ τὸ μέντοι ὑπὸ ῥίγους συνεχόμενος, τὸ δὲ πλεῖστον οὔτι οὔπων οἱ σκεδασθέντες ἅπαντες ἔφθασαν συνεληλυθέναι, ἵστατο αὐτὸς παραθέων καὶ μετρίως ἱππαζόμενος καὶ κατ’ αὐτῶν θάρσος ἐνδεικνύμενος. συνέβαινεν οὖν ἄμφω τὰ στρατεύματα ἀτρεμοῦντα μέχρις ἑσπέρας ἑστάναι. ἐπεὶ δὲ ἡ νὺξ ἤδη [*](V. 169) προῄει, ἀμαχητὶ πρὸς τὰς ἰδίας ἐπανέστρεψαν παρεμβολάς. [*](Β) ἐδεδίεσαν γὰρ καὶ ἀποθαρρεῖν οὐκ εἶχον τὸν πόλεμον αἰ δέ γε κατὰ τὴν πρώτην μάχην ἄλλοι ἀλλαχοῦ σκεδασθέντες, κατὰ μικρὸν αὖθις πρὸς τὸ ῾Ρούσιον ἐπανήρχοντο· οἱ πλείους δὲ τούτων καὶ μάχης παντελῶς ἄγευστοι. ὁ δέ γε Μοναστρᾶς καἰ Οὐζᾶς καὶ ὁ Συνέσιος, ἄνδρες Ἀρηΐφιλοι καὶ μαχιμώτατοι, διὰ τοῦ Ἄσπρου καλουμένου τῷ τότε διελθόντες χωρίον, ἀπόμαχοι καὶ αὐτοὶ τὸ ῾Ρούσιον καταλαμβάνουσιν.