Alexias
Anna Comnena
Anna Comnena. Annae Comnenae Alexiadis, Volume 1. (Corpus Scriptorum Historiae Byzantinae, Volume 38). Schopen, Ludwig; Niebuhur, B.G., editors. Bonn: Weber, 1839.
Τὰ μὲν οὖν κατὰ τὴν βασιλίδα Μαρίαν οὔτω παρὰ τῶν Κομνηνῶν ᾠκονόμηυτο. ὁ δέ γε αὐτοκράτωρ παιδείας ἐκ νηπίου τυχὼν ἀγαθῆς καὶ τοῦ θεοῦ νουθεσίας τῆς μητρὸς ἑαυτὸν ἀπευθύνων, τὸν τοῦ θεοῦ φόβον ἐνστερνισάμενος καὶ ἐγκάρδιον ἔχων, ἐδάκνετο ἀνιώμενος ἐπὶ τῇ τῆς πόλεως προνομῇ, ἥν κατὰ τὴν εἰσέλευσιν αὐτοῦ πάντες πανδημεὶ ἐπεπόνθεισαν. τὸ μὲν γὰρ ἄπταιστον ἴσως καὶ ἥσυχον ῥίζα τοῦ δέοντος· καὶ ἀποστασίαν ποιοῦσα τοῦ νοῦ , εἰς ἀπόνοιαν ἄγει τὸν μηδ᾿ ὁπωστιοῦν προσκεκρουκότα τοῖς πράγμασιν · δέ γε ἐξαμαρτών, εἴπερ ἐστι τῶν εὐλαβεστέρων καὶ τῶν νοῦν( ἐχόντων, αὐτίκα τὸν τοῦ θεοῦ φόβον βάλλεται κατὰ ψυχὴν καὶ οὔλως κατακλονεῖται καὶ δέδοικε , καὶ μᾶλλον εἴγε πραγμάτων μεγάλων ἐπιδραξάμενος εἵη καὶ εἰς ὑπερηφάνους ἀνέλθοι περιωπάς. δέος γὰρ αὐτὸν ὑποθράττει, μή πως ἀμαθίᾳ
[*](1. γίνοιτο C. 5. οἰκοδομηθεῖσιν CG. 6. εἰσέτι C, ἔτι PG. δὲ add. G Ἰσαακίου. 8. κατὰ C, τὰ κατὰ PG. 11. ὑπευθύνων Α. ἐνστερνισάμενον P. 12. προνομῇ : ἁρπαγῇ G. 14. καὶ ἥσυχον ῥίζα — ποιοῦσα τοῦ νοῦ add. G. legendum σχίζαν τοῦ δέοντος καὶ ἀποστασίαν ποιοῦν τοῦ νοῦ. 18. φόβον om. P. 19. μεγάλων πραγμάτων G.)καὶ θρασει καὶ ὕβρει πορευόμενος τόν τε θύμον τοῦ θέον εἰς ἑαυτὸν ἐκκαλέσηται καὶ τῆς ἀρχῆς ἐκκυλισθεὶς αὐτο[εσῆται, ὦν τέως ἐγκρατὴς γέγονεν. οἶα καὶ τῷ Σαοὐλ συμβεβήκει ποτέ· καὶ γὰρ ὁ θεὸς διὰ τὸ τοῦ βασιλέως ἀτάσθαλον [*](D) διαρρήσσων διέρρηξε τὴν βασιλείαν αὐτοῦ. τούτοις ἀλύων τοῖς λογισμοῖς ὁ Ἀλέξιος καὶ παθαινόμενος τὴν ψυχήν, μή που καὶ θεοῦ ἄντικρυς μήνιμα γένοιτο, — τὸ γὰρ εἰς ὅλῳ τὴν πόλιν γεγονὸς κακὸν πὰρ ἑκάστου τῶν στρατιωτῶν, ὁπόσος τὸ τηνικαῦτα συρφετὸς ἀνὰ πᾶσαν τὴν πόλιν ἐπέρρευσεν, ἴδιον ἐλογίζετο, καὶ ὡς αὐτὸς ὢν ἐκεῖνος ὁ τὰ πάνδεινα ἐκεῖνα κακὰ ἐργασάμενος, κατετιτρώσκετό τε καὶ ἔξεφλέγετο, βασιλείαν καὶ κράτος καὶ ἁλουργίδα καὶ διάδημα λιθοκόλλη- [*](Ρ. 81) τον καὶ ἐσθῆτα χρυσῆν τε καὶ περιμάργαρον οὐδέν , ὥς γε [*](V. 68) τὸ εἰκός , ληιζόμενος πρὸς τὴν τότε κατασχοῦσαν ἀπεριήγητον συμφορὰν τὴν βασιλίδα τῶν πόλεων. τὰ γὰρ περιστοιχίσαντα ταύτην δεινὰ κατ’ ἐκεῖνο καιροῦ οὐδεὶς ἂν καὶ θέλω διηγήσασθαι δυνήσηται κα γὰρ καὶ αὐτὰ ἱερὰ καὶ τεμένη καὶ τὰ κοινὰ καὶ τὰ ἴδια ἁπανταχόθεν ὑπὸ πάντων καθηρπάζοντο, τὰ δὲ ὦτα τῶν ἁπάντων κατακεκρότητο ταῖς ῥιπτουμέναις ἀπανταχοῦ βοαῖς καὶ φωναῖς. εἶπεν ἄν τις ἰδὼν σεισμὸν εἷναι τὸ γινόμενον. ταῦτα εἰς νοῦν βαλλόμενος Ἀλέξιος ἠνιᾶτό τε τὴν ψυχὴν καὶ κατεσπαράττετο καὶ οὐκ εἶχεν
[*](3. τῶ om. G. 5. ἀλύων CA. 8. ἑκάστου : ἐκείνου CG, 11. ἐργασάμενον P. τε om. Α. 15. περιστοιχήσαντα PGA, alterum C. 16. κατ’ A, καὶ PG. 17. δυνήσεται GA, δυνήσηται C, om. P. καὶ alterum om. A. 19. κατεκρότηντο G, κατακεκρότηντο P, recte A, ῥιπτομέναις G. 20. εἶπεν A , εἴπερ PG. σχισμὸν C.)τῷ πλήθει τῆς λύπης χρήσαιτο. ἦν γὰρ ὁ ἀνὴρ εἰς αῖ- [*](Β) σθησιν ἐλθεῖν τοῦ κακῶς πεπραγμένου παντάπασιν ὄξύτατος. κὼ ταῦτα μὲν τὰ προγεγονότα, ἐφ’ οἶς ἡ πόλις πονήρως ἔπραξεν , ᾔδει μὲν ὡς ἑτέρων χεῖρες καὶ γνῶμαι διενηργήκασιν, ἀλλὰ συνῄδει καὶ τοῦτό γε ἀκριβέστατα, ὅτι τὰς ὐποθέσεις καὶ τὰς ἀποστάσιας τοῦ πάθους αὐτὸς δέδωκεν· αὐτῷ δὲ τάλιν τῆς ἀποστασίας αἴτιοι οἱ ἤδη ῥηθέντες δοῦλοι γεγόνασιν. ἀλλὰ καὶ ὡς ἑαυτῷ τὴν ἅπασαν προσάπτων αἰτίαν , θεραπεῦσαι τὸ τραῦμα καὶ ἐπεζήτει καὶ ἤθελεν· οὕτω γὰρ ἄν καὶ μετὰ τὴν τοιαύτην θεραπείαν καὶ τὸν τουτωνὶ καθαρμὸν ἐπιχειροίη τοῖς τῆς βασιλείας πράγμασι καἰ τὰ κατά [*](C) τε τὸν στρατὸν κατά τε τοὺς πολέμους καλῶς διιθύνοι καὶ διεξάγοι. προσέρχεται τοίνυν τῇ μητρί, ἀνακοινοῦται τὸ ἐπαινετὸν πάθος ἐκεῖνο, θεραπείας τρόπον ἀναζητεῖ καὶ ἀπαλλαγῆς νῶν ὑποκνιζόντων αὐτοῦ τὴν συνείδησιν. ἡ δὲ ἀσπάζεται τὸν υἱὸν καὶ ἀσμένως δέχεται τὰ λεχθέντα μετακαλοῦνται τοίνυν, τούτου συνδόξαντος, τόν τε πατριάρχην Κοσμᾶν οὔπω γὰρ τότε τὸν θρόνον παρῄτητο) καί τινας λογάδας τῶν τῆς συνόδου καὶ τοῦ μοναδικοῦ συντάγματος. πρόσεισι τούτοις ὁ Βασιλεὺς [*](D) ὁς ὑπόδικος, ὡς κατάκριτος, ὡς εὐτελὴς ἢ καί τις ἄλλος τῶν
[*](1. ὁ om. Α. ἀνὴρ παντάπασιν ὀξύτατος εἰς αἴσθ. — πεπραγμένου GA. 2. κακῶς om. Α. παντάπασιν om. G. 4. ἴδη G. 8. προσάπτειν G. 10. καὶ priiis om. G. τῶν τουτονὶ P, τῶν τουτωνὶ G, τὸν τουτονὶ C, correxi. la. γε τὸν PG , τε in margine. 14. ἐκεῖνος G, om. A. 17. Κοσμᾶν om. CGA. γὰρ τὸν τότε τὸν θρόνον P. 18. παρῃτήσατο Α, παραίτητο G. τινας om. A. 19. μοναχικοῦ Α.)ὑπ᾿ ἔξουσίαν τεταγμένων καὶ τὴν ψῆφον ὅσον οὐδέπω καραδοκούντων, ἣν κατ᾿ ἐκείνου ψηφιεῖται τὸ δικαστήριον. ἔξαγγέλλει πάντα, μὴ προβολήν, μὴ συγκατάθεσιν, μὴ πρᾶξιν, μηδὲ αἰτίαν τῶν πεπραγμένων παραδραμών, ἀλλὰ πάντα μετὰ φόβου καὶ πίστεως ἔξαγορευσάμενος, καὶ τὴν θεραπείαν ἔξ ἐκείνων θερμῶς ἔξαιτεῖ, ἐπιτιμίοις ἑαυτὸν καθυποβάλλων. οἱ δὲ οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ τοὺς ἐκ ταὐτοῦ αἵματος [*](P. 82) προσήκοντας καὶ πρὸς τὴν ἀποστασίαν συναραμένους τοῖς αὐτοῖς ἐπιτιμίοις καθυποβ΄παλουσιν, νηστείαν καὶ χαμευνίαν καὶ τὰ τούτοις ἐφεπόμενα πρὸς τὴν τοῦ θείου ἔξιλέβσιν ἐπιτάξαντες. οἳ καὶ δεξάμενοι τὰ ἐπιτίμια προθύμως ἐφύλαττον. ἀλλ᾿ οὐδὲ αἱ σφῶν αὐτῶν γυναῖκες ἔξω τῶν ἐπιτιμίων ἑστάναι ἠνείχοντο· πῶς γάρ, φίλανδροι οὖσαι; αὐτόμολοι δὲ τὸν τῆς μετανοίας ζυγὸν ἀναδέχονται. καὶ ἦν ἰδεῖν τὰ βασίλεια τότε δακρύων καὶ πένθους ἀνάμεστα, πένθους οὐκ ἐπιψόγου, οὐδ᾿ ἀσθένειαν ψυχῶν κατηγοροῦντος, ἀλλ᾿ ἐπαι- [*](Β) νετοῦ καὶ χαρᾶς προξένου τῆς κρείττονος καὶ μηδέποτε λυομένης. ὁ δὲ αὐτοκράτωρ, ὁποῖος ἐκεῖνος τὴν εὐσέβειαν ἦν, [*](V. 69) πλέον τι ποιῶν, ἐντὸς τῆς βασιλικῆς ἁλουργίδος σάκκον περιεβέβλητο ἐν χρῷ ψαύοντα τῆς σαρκὸς ἐπὶ τεσσαράκοντα
[*](1. ἐξουσίαν CA, ἐξουσίᾳ PG. παραδοκούντων Α. 3. μὴ προβολὴν — ἀλλὰ πάντα om. CG. προσβολὴν Α. 7. ὁ δὲ Ρ. ἐξ αὐτοῦ G. 9. καὶ om. A. 10. θείου CA, θεοῦ PG. 11. οἳ καὶ δεξάμενοι Α, δεξάμενοι δὲ PG. ἐφύλαττον: ἐδέξαντο CG. 12. αἱ om. GC. τοῦ ἐπιτιμίου Α. 16. ἀσθενείας G. κατηγοροῦντες G. 18. ἦν om. P. 19. περιβέ- βλητο G.)νυχθημέροις. ἐν δὲ ταῖς νύξι χαμεύνης ἔκειτο ἔπι πέτρας μόνον ἀνέχων τὴν κεφαλὴν καὶ· πενθῶν ὡς εἰκος. εἰθ᾿ οὕτως τῶν τῆς βασιλείας πραγμάτων ἁγναῖς ἅπτεται χερσίν.
Οἰακοστρόφον δὲ μᾶλλον ἑαυτοῦ τὴν μητέρα ἱμειρόμενος μενος εἶναι, τὴν βουλὴν ὑποβρύχιον τέως εἶχε, δεδιὼς μὴ τοῦ τοιούτου γνωσθέντος αὐτῇ λογισμοῦ, καὶ τῶν βασιλείων ἐξέλθοι, πρὸς ὑψηλότερον βίον γινώσκων αὐτὴν ἀποβλέπουσαν. [*](C) ἐν πᾶσι μὲν οὖν τοῖς προσπίπτουσι βουλῆς αὐτῆς ἄτερ μηδὲ τὸ τυχὸν ἦν ἐνεργῶν, ἀλλὰ κοινωνὸν εἶχε τῶν βουλευμάτων ὁμοῦ καὶ συλλήπτορα τὴν μητέρα, καἰ καταμικρὸν ὑφέρπων αὐτῇ καὶ κοινοποιούμενος τὴν τῶν πραγμάτων διοίκησιν, καί που καὶ φανερῶς ἐνδεικνύμενος, ὡς ἄτερ ἐκείνης φρενὸς καὶ γνώμης ἀπολεῖται τῆς βασιλείας τὰ πράγματα. οὕτως εἶχε καὶ ξυνεδέσμει πλέον ἑαυτῷ τὴν μητέρα καὶ τοῦ κατὰ σκοπὸν ἀπεῖργε ναὶ ἀπεκώλυεν. ἡ μὲν γὰρ πρὸς σταθμὸν ἀπέβλεπεν ἔσχατον καὶ μονὰς διενοεῖτο, ἐν αἷς [*](D) τὸν ἐπίλοιπον χρόνον μετ᾿ εὔφρονος λογισμοῦ ἑλκύσει τοῦ βίου. καὶ ταῦτ’ ἐνόει κὼ ἑαυτῇ διὰ παντὸς ἐπηύχετο τεύξασθαι. ἀλλ’ εἰ καὶ τοιαῦτα κατὰ νοῦν συνδιεσκοπεῖτο καὶ ὅλως πρὸς ὑψηλότερον ἐνητένιζε βίον, ἀλλ’ ἥν γε καὶ φιλόπαις, εἴπερ τις ἄλλη γυνή, καί πως ἠβούλετο συνδιενεγκεῖν μετὰ τοῦ υἱοῦ
[*](1. νυχθημέρους G. χαμευνήσας Α. πέτρης Α. 2. τῆς κεφαλῆς A. 4. τὴν ἑαυτοῦ μητέρα A. ἱμειρόμενος P, βουλόμενος CGA. 7. ἐξελθεῖν Α. 8. τοῖς : τῆς Ρ. 9. τυχὸν ἐνεργῶν, ταῦτ᾿ ἐννοῶν, κοινωνὸν Α. 10. βουλημάτων Ρ, alterum GA. τὴν μητέρα oin. C. 14. ἑαυτοῦ CG. 20. γε om. G. καὶ αὐτὴ φιλόπαις A. 21. καί πως : ὅπως A.)τὸ τῆς βασιλείας κλυδώνιον, καὶ οὐριοδρομοῦσαν τὴν ναῦν ἢ καὶ πανταχόθεν βαλλομένην τοῖς κύμασιν ὡς ἄριστα ρἰακο- [*](Ρ. 83) στροφεῖν, καὶ μάλιστα τοῦ παιδὸς ἄρτι ἐπὶ τὴν πρύμναν καθίσαντος καὶ τῶν οἰάκων ἐφαψαμένου καὶ μήπω πρώην θαλάττῃ καὶ κύμασι καὶ ἀνέμοις ὡμιληκότος τοιούτοις. ταῦτα δὲ λέγουσα, τὴν τῆς βασιλείας αἰνίττομαι πολυμερῆ καὶ πολυτάραχον ὄχλησιν. τὸ τοίνυν μητρῷον πάθος κατεῖχεν αὐτήν, καὶ συνδεκυβέρνα τῷ υἱῷ καὶ βασιλεῖ, καὶ τὰς ἡνίας ἔστιν ὅπου καὶ μόνη παραλαβοῦσα, ἀπροσπταίστως τε καὶ ἀναμαρτήτως τὸ ἅρμα τοῦ κράτους ἤλαυνεν· ἦν γὰρ καὶ φρενήρης ἄλλως καὶ βασίλειος γνώμη αὐτόχρημα καὶ θρόνων κατόρθω- [*](Β) σις· ἀνθεῖλκε δὲ ταύτην ἐκ θατέρου καὶ ὁ πόθος ὁ πρὸς θεόν. ἐπεὶ δὲ κατὰ τὸν Αὔγουστον μῆνα ἐπινεμήσεως τῆς αὐτῆς ἔτι τρεχούσης ἡ τοῦ Ῥομπέρτου διαπεραίωσις τοῦτον ἔξελθεῖν κατηνάγκαζεν, εἰς φῶς ἤδη καὶ ἔργον τὸ τῆς ψυχῆς ἐννόημα ἔξάγων, τὴν αὐτοκράτορα διοίκησιν τῇ μητρὶ καὶ μόνῃ ἀπεκληρώσατο, καὶ διὰ χρυσοβούλλου λόγου τὰ βεβουλευμένα εἰς προῦπτον πᾶσι κατέστησεν. ἐπεὶ δὲ τὸν ἱστορίαν συγγράφοντα οὐ παχυμερῶς τὰς τῶν ἀγαθῶν ἀνδρῶν πράξεις καὶ τὰ θεσπίσματα παραπέμπειν χρή, ἀλλὰ τὰς μὲν κατα- [*](C) λεπτύνειν, ὡς ἐνόν, τὰ δ᾿ ἐκείνοις δεδογμένα ἐκτίθεσθαι, εἶμι
[*](2. οἰακοστροφῶν Ρ. 6. πολυμερῆ ΡΑ, πολύτεχνον CG. πολυτάραχον CGA, πολυτάρακτον Ρ. 13. τῆς αὐτῆς ἐπινεμήσεως Α. 16. αὐτοκρατορίας Α. καὶ μόνῃ : ἄννῃ Α. 17. κρυσοβουλλίου Α. 18. κατέστησεν. ἀλλὰ τὰς τοὐ γραφέως μόνον κομψείας ὡς εἶχεν, εἶμι καὶ αὐτὴ τὰ τοῦ ῥηθ. χρυσοβουλλίου ἐκθησομένη Α. 21. εἰμὶ Ρ.)αἰ αὐτὴ τοῦτον τὸν τρόπον τὰ τοῦ ῥηθέντος χρυσοβούλλου κθησομένη , τὰς τοῦ γραφέως μόνον κομψείας περιελοῦσα. χει δὲ οὕτως. “οὐδὲν ἰσοστάσιον μητρὸς συμπαθοῦς καὶ [*](V. 70) ριλόπαιδος, οὔτε ταύτης ἰσχυρότερον φυλακτήριον, κἂν κίνυνος προορᾶται, κἂν ἄλλο τι τῶν ἀπευκταίων ἐλπίζοιτο. εἰ γὰρ βουλεύσεται αὕτη , πάγιον ἴστω τὸ βούλευμα , εἰ ἐπεύξεται, στήριγμα ἔσονται αἱ εὐχαὶ καὶ φύλακες ἀκαταγώνιτοι. τοιαύτη γοῦν καἰ τῇ βασιλείᾳ μου ἐφάνη ἐξ αὐτῆς τῆς τελοῦς ἡλικίας πρακτικῶς ἡ ἡγιασμένη μήτηρ αὐτῆς καὶ δέτοινα, τὰ πάντα μοι γεγονυῖα καὶ τροφὸς κὼ ἀγωγός. καὶ ἂρ τῷ συγκλητικῷ καταλόγῳ αὐτῆς συνούσης, μητρὸς πόθος ροέδραμε, καὶ υἱοῦ πίστις ἀκέραια συνετηρήθη. μία ψυχὴ [*](Ρ. 84) έν διῃρημένοις σώμασιν ἐγνώσθη καὶ χάριτι Χριστοῦ καλῶς διετηρήθη μέχρι τοῦ νῦν. οὐ τὸ ἐμὸν ἡ τὸ σόν, τὸ ψυχρὸν ῦτο ῥῆμα, ἐρρήθη, καὶ τὸ δὴ μεῖζον, ὅτι αἰ αὐτῆς τὸν πάντα χρόνον πληθυνόμεναι εἰς τὰ ὦτα κυρίου εἰσέδυιν καὶ εἰς τόδε τὸ ὕψος τῆς βασιλείας ἡμᾶς ἀνήγαγον. ἀλλ᾿ εἰ καὶ μετὰ τὸ ἐπιλαβέσθαι τῶν τῆς βασιλείας σκήπτρων οὐκ
[*](1. ἐκθησομένη. ἔχει δὲ οὕτως. τὰς τοῦ γρ. μ. κ. περιελοῦσα. οὐδὲν G. κομψίας C. 3. post οὕτως P add. τὰ τοῦ χρυσοβούλλου τοῦ γεγονότος περὶ τῆς διοικήσεως τῶν κοινῶν τῇ μητρὶ τοῦ βασιλέως, eundem titiilum G in margine, om. Α. 4. ἰσχυρώτερον PG, allerum Α. 5. ἐλπίζοιτο FA et P in margine , λογίζοιτο PG. αὐτὴ G. ἐφάνη om. CGA, add. PK. 9. ἣ om. A. 10. τὰ om. Α. ἀγωγὸς A, ἀναγωγὸς PG. 13. διεγνώσθη PG , alterum C. 16. εἰσέδοσαν P. 17. ὕψος : ἔτος P. ἡμῶν G, om. C.)ἔφερε μὴ συμπονουμένη ἐπίσης τῇ βασιλεἰᾳ μου καὶ τοῦ συμφέροντος αὐτὴ ἀντεχομένη καὶ τοῦ κοινοῦ , ὲτοιμαζομένη δὲ ἤδη ἡ βασιλεία μου σὺν θεῷ πρὸς τὴν κατὰ τῶν ἐχθρῶν τῆς Ῥωμανίας ἐξέλευσιν , διὰ φροντίδος μὲν πολλῆς ποιεῖται [*](Β) καὶ τὴν τοῦ στρατιωτικοῦ συλλογήν τε καὶ διευθέτησιν, οὐκ ἐλάχιστον δὲ ταύτῃ νενόμισται καὶ ἡ περὶ τῆς τῶν σεκρετικῶν τε καὶ πολιτικῶν πραγμάτων διοικήσεως φροντὶς. εὗρε χοῦν οἷον ἀριστοκρατίας ἀνεπιβούλευτον ὀχύρωμα, ὡς ἂν τῇ ἡγιασμένη καὶ πανεντιμοτάτῃ μητρὶ αὐτῶ ἀνατεθῇ ἡ τῶν ἁπάντων διοίκησις. διορίζεται γοῦν ἡ βασιλεία μου καθαρῶς διὰ τοῦ παρόντος χρυσοβούλλου, ἵνα δι’ ἣν. ἔχει πολυπειρίαν πέρι τὰ βιωτικὰ πράγματα , εἰ ναί τέλεον τούτων καταπεφρόνηκεν, ἅπερ ἂν ἐγγράφως διορίσηται , κἂν παρὰ τοῦ προεστῶτος τῶν σεκρέτων ἀναφέρωνται ἢ τῶν ὑπ’ αὐτὸν [*](C) σεκρετικῶν ἤ τῶν ἄλλων ἁπάντων, ὦν αἰ ὑπομνήσεις ἢ αἰτήσεις ἤ κρίσεις ἑτοιμασθήσονται ἔπι συμπαθείαις δημοσιακαῖς ὀφλημάτων, τὸ κῦρος ἕξουσι μόνιμον , ὡς παρὰ τοῦ γαληνίου κρότους τῆς βασιλείας μου οἰκονομούμενα καὶ ἔξ αὐτοῦ τοῦ στόματος αὐτῆς τὰ γραφέντα ἀποστοματιζόμενα. οἶαι γὰρ ἂν λύσεις πὰρ αὐτῆς ἀποφανθήσονται ἢ καἰ προστάξεις.
[*](3. δὲ om. Α. vid. annotat. 4 Ῥωμανίας : βασιλείας A. 8. ἀριστοκρατίας οἷον A. 9. παντεντιμοτάτῃ G. 13. ἃκ om. CGA, add. PF. ἐγγράφως αὕτη διορίσηται A. παρὰ τοῦ FG et in raargine Ρ, παρ’ αὐτοῦ PG. 14. αὐτῶν G. 15 σεκρετικῶν: σεπτῶν G. 20. ἄν om. Α. 20. ἀποφαντήσονται P.)ἔγγραφοι ἢ ἄγραφοι, κἂν εὔλογοι κἂν ἀνεύλογοι , σφραγῖδα φέρουσαι αὐτῆς τὴν μεταμόρφωσιν καὶ τὴν κοίμησιν, ὡς αὐτῆς τῆς βασιλείας μου λογισθήσονται. τῷ δὲ μηνὶ τοῦ ὤα τὴν ἡμέραν διοικοῦντος τὰ σέκρετα, ἀλλὰ καὶ ἔπι προβολῶν [*](D) κὼ διαδοχῶν τῶν σεκρέτων καὶ τῶν θεμάτων καἰ ἐπὶ ὡς ἄξιώμασι καὶ ὀφφικίοις καὶ δωρεαῖς ἀκινήτων βασιλικῶς [*](V.71) ἡ ἅγια μήτηρ αὐτῆς ἕξει ἄδειαν ὃ δόξει ταύτῃ ποιεῖν. ἀλλὰ καὶ εἰ τινες προβληθήσονται εἰς τὰ σέκρετα ἢ καὶ θέματα καὶ διαδεχθήσονται τιμηθήσονται δὲ καὶ έν στοις ἀξιώμασι καὶ μέσοις καὶ ἐλαχίστοις, ἔσονται εἰς τὸ ἑξῆς ἀμετακίνητοι κω ἀμετάπτωτοι. ἀλλὰ καὶ αὐξήσεις [*](Ρ. 85) ῥογῶν καὶ προσθήκας δόσεων κὼ συμπαθείας τῶν λεγομένων συνηθειῶν καἰ σχιδευσμοὺς κὼ ἀποσχιδευσμοὺς προστάξηει αὕτη ἀνενδοιάστως , καὶ περιεκτικῶς εἰπεῖν, οὐδὲν ἀσυντελὲς λογισθήσεται, ὅπερ αὐτὴ κελεύσει ἐγγράφως τε καὶ ἀγράφως. τὰ γὰρ ῥήματα ταύτης καὶ τὰ προστάγματα ὡς τῆς βασιλείας μου λογισθήσονται, καὶ οὐδὲν τούτων ἀθετηθήσεται , ἀλλὰ κω κύρια καὶ μόνιμα ἔσονται εἰς τοὺς ἐξῆς χρόνους. καὶ [*](Β) οὔτε εὐθύνην, οὔτε ἡντιναοῦν ἀνάκρισιν ὑποπτεύσει νῦν ἥ εἰς τὸ μετέπειτα πὰρ οὑτινοσοῦν τῶν ἁπάντων οὔτε τις τῶν ἔξυπηρετουμένων αὐτῇ, ἥ αὐτὸς ὁ κατὰ τὴν ἡμέραν λογοθέτης
[*](ἡ : καὶ G. 3. τῷ : τὸ F. 5. καὶ τῶν θεμάτων om. C. 6. βασιλικῶν coni. Diesterweg. 10. μέσοις : μεγάλοις G. 13. σχιδευσμοὺς καὶ ἀποσχιδευσμοὺς C , σχιδευμοὺς καὶ ἀποσχιδευμοὺς PG. 14. καὶ ἀνενδοιάστως Α. οὐδὲ G. 17. ἀθετήσεται G. 18. καὶ prius om. F. 19. ἡντιναοῦν om. Α. ὑποπτεύσει CA, ὑποπτεύσῃ PG.)τῶν σεκρέτων, κὰν εὔλογα κἀν παράλογα τὰ πραχθησόμενα δόξῃ. τὸ γὰρ παντελῶς ἀλογοπράγητον ἕξουσιν ἐσαεὶ, ὁποῖα ἂν καὶ εἴη τῷ παρόντι χρυσοβούλλῳ λόγῳ στηριζόμενα.’
Ἀλλὰ ταῦτα μὲν τὰ τοῦ χρυσοβούλλου. δ᾿ ἄν τις ἐν τούτοις τὸν ἐμὸν πατέρα καὶ αὐτοκράτορα τῆς εἰς τὴν μητέρα τιμῆς καὶ ὅπως αὐτῇ παρακεχωρήκει τῶν ἁπάντων, αὐτὸς τῆς βασιλικῆς ἡνίας οἶον ὑπεξιστάμενος καὶ τρόπον τινὰ ἐποχουμένῃ τοῦ βασιλικοῦ ἅρματος αὐτῇ παραθέων [*](C) καὶ ψιλοῦ μόνου τοῦ τῆς βασιλείας μετέχων ὀνόματος. καίτοι κατὰ τὴν ἡλικίαν τὸν μείρακα ἤδη παρήλλαττε, καθ’ ὃν μάλιστα καιρὸν ἐπιφύεται τοῖς τοιούτοις ἤθεσιν ὁ τῆς φιλαρχίας ἔρως. τοὺς μὲν γὰρ πρὸς τοὺς βαρβάρους πολέμους καὶ ὅσα τῶν ἄθλων καὶ τῶν ἀγώνων ὑπῆν, αὐτὸς ἀνεζώσατο, πᾶσαν δὲ τῶν πραγμάτων διοίκησιν καἰ πολιτικὰς ἀρχὰς καί τοὺς περὶ τῶν εἰσφορῶν λόγους καὶ τῶν ὑπὲρ τῆς βασιλείας ἀναλωμάτων τῇ μητρὶ κατεπίστευοε. καὶ ἴσως μὶν ἄν τις ἐνταῦθα γινόμενος καταμέμψοιτο τὴν οἰκονομίαν, ὡς γυναικωνίτιδι καταπιστεύσαντος τοὐμοῦ πατρὸς τὴν τῆς βασιλείας διοίκησιν· ἀλλ’ εἰ τὸ φρόνημα τῆς γυναικὸς ἠπίστατο καἰ [*](D) ὅση τις ἦν ἀρετὴν καὶ τὸν νοῦν καὶ ὅπως εἶχε δραστηριότητος, ἀφέμενος μέμψεως πρὸς θαῦμα τὴν μέμψιν μετέβαλε. τοσαύτη γὰρ ἡ ἐμὴ μάμμη περὶ τὰ πράγματα δεξιωτάτη καὶ
[*](2. εὐλογοπράγητον CG, alterum FPA. 3. χρυσοβουλλίου Α. 4. μὲν τὰ : περὶ G. 13. ὑπῆν : ἤν G. ἐζώσατο A. 14. δὲ τὴν τῶν Α 15. τοῦ — λόγου Α. 16. ἀναχωμάτων P. 17. καταμέμφοιτο G. 18. πρὸς ante τὴν add. G. 21. μετέλαβε G.)τάξαι καὶ καταστήσασθαι πολιτείαν εὐμήχανος, ὥστε μὴ μόνον τὴν Ῥωμαίων ἀρχὴν διοικεῖν δύνασθαι, ἀλλὰ καὶ πᾶσαν τὴν ὁπουδήποτε βασίλειαν, ὁπόσην ἥλιος ἐφορᾷ. πολύπειρός τε γὰρ ἥν καὶ πολλῶν πραγμάτων ἐγίνωσκε φύσεις, κὼ ὅπως [*](Ρ. 86) ἄρχεται καὶ εἰς ὃ καταντήσειεν ἕκαστον ἔξηπίστατο, καὶ τινα μὲν τίνων εἰσιν ἀναιρετικα, τίνα δὲ μαλλον ἐπιρρωννυσιν ἕτερα, ὄξυτάτη τε τὸ δέον καταμαθεῖν καὶ μετὰ ἀσφαλείας καταπρᾶξαι εἰσιν καὶ ο'[υκ ἠν μὲν τὴν γνώμην τοιαύτη, γλῶτταν δὲ εἶχεν ἀπᾴδουσαν πρὸς τὴν γνώμην ἀλλ’ ἦν αὐτόχρημα [*](V. 72) ῥήτωρ πιθανώτατος, κὼ οὔτε λάλος κω εἰς μῆκος τοὺς λόγους ἐκτείνουσα, οὔτε ταχέως ἀπελίμπανεν αὐτὴ τὸ πνεῦμα τοῦ λέγου, ἀλλ’ ἐπικαίρως ἀρξαμένη εἰς τὰ καιριώτατα πάλιν κατέληγε. καὶ ὁ μὶν βασίλειος θρόνος αὐτὴν παρηκμακυῖαν κατείληφεν, ὅτε καἰ μᾶλλον τὸ φρονοῦν ἤκμαζε καὶ ἡ [*](Β) σύνεσις ἐπήνθει καὶ ἡ πέρι τὰ πράγματα ἐπιστήμη συνήκμαζεν, ἐς ὦν οἰκονομίαι καὶ διοικήσεις τὸ κράτος ἔχουσιν. ἔχει δὲ ὡς τὸ εἰκὸς ἡ τοιαύτη ἡλικία οὐ μόνον τι λέξαι τῶν νέων σοφώτερον , ὡς ἡ τραγῳδία φησιν, ἀλλὰ καὶ συμφορώτερον πρᾶξαι. ὁ δὲ κατόπιν χρόνος καὶ ὁπόταν ἐκείνη ταῖς νεωτέραις συνεξητάζετο γυναιξί , θαῦμα ἄντικρυς ἦν , πολιὸν νεαρᾷ ἡλικίᾳ ἐπιδεικνυμένη φρόνημα. καὶ παρεῖχεν ἐξ αὐτῆς ὄψεως τῷ βουλομένῳ καταθρεῖν τὴν ἐνοῦσαν αὐτὴ ἀρετὴν ὁμοῦ καὶ ἐμβρίθειαν. ἀλλ’, ὅπερ ἔλεγον, ὁ ἐμὸς πατὴρ τῆς
[*](5. καταντήσειν G. 10. πιθανώτατος C, πιθανότητος PG. 11. an αὐτῇ? 17. δ’ ὡς ἡ τοιαύτη τὸ εἰκὸς P, reile G. 23. ὁμοῦ om. G. ἐμβρίθεισαν Ρ, ἐμβρίθουσαν G, ἐμβρίθειαν C.)βασιλείας ἐπιδραξάμενος, τοὺς μὲν ἀγῶνας καὶ ἱδρῶτας ἑὰν [*](C) τῷ τεταμίευκε , θεωρὸν τῶν ἀγώνων τὴν μητέρα ποιούμενος ἐκείνην δὲ δεσπότιν καταστησάμενος, τὸ παρ’ ἐκείνης κελευόμενον καθάπερ δοῦλος ἔλεγέ τε νᾶι ἔπραττεν. ἔστεργεν οὖν αὐτὴν ὁ βασιλεὺς ὑπερφυῶς καὶ τῶν αὐτῆς βουλευμάτων ἐξήρτητο, (τοσοῦτον ἦν φιλομήτωρ,) καὶ τὴν δεξιὰν ἔδιδό τῆς ἐκείνης γλώττης ὑπηρέτιν κὼ τὴν ἀκοὴν ὦν ἐκείνης φωνῶν εἰς ἀκρόασιν, καὶ εἰς ἅπαντα ταύτῃ ὁ βασιλεὺς συγκατένευεν ἢ ἀνένευεν , ἐφ’ οἶς ἄρα ἐκείνη κατανεύσειεν ἥ ἀνανεύσειεν. καὶ ἦν τὸ πρᾶγμα οὔλως τοιοῦτον. ἐκεῖνος μὲν [*](D) γὰρ σχῆμα βασιλείας εἶχεν, ἡ δὲ τὴν βασίλειαν αὐτήν· καἰ ἡ μὶν ἐθεσμοθέτει , διῴκει τὸ πᾶν καὶ ἐπρυτάνευεν, ὁ δὲ τὰς διοικήσεις ἐκείνης καὶ τὰς ἐγγράφους καὶ τἀς ἀγράφους, τὰς μὲν χειρὶ , τὰς δὲ φωναῖς ἐπεσφράγιζε καὶ ὤ οὕτω γε φάναι, ὄργανον ἦν αὐτῇ βασιλείας, οὐ βασιλεύς. ἠρέσκετο γὰρ ἐφ’ ὅπασιν, οἷς ἡ μήτηρ διαγνοίη καὶ διορίσειε, P. 87 καὶ οὐχ ὡς μητρὶ μόνον καταπειθέστατος ἦν, ἀλλὰ γὰρ ὡς ἐξάρχῳ βασιλικῆς ἐπιστήμης ταύτῃ προσεῖχε τὸν νοῦν. ἤδει γὰρ ἀκριβῶς τὸ ταύτης ἐφ’ ἅπασιν ἐπὶ τὸ κράτιστον συγκεχωρηκός , καὶ ὅτι διαφερόντως πάντας τοὺς κατ᾿ ἐκεῖνο καιροῦ γεγονότας ἀνθρώπους εἰς φρόνησιν τε καί σύνεσιν πραγμάτων ὑπερελαύνει.
[*](1. ἑαυτοῦ P , ἁυτῷ CG. 3. ἐκείναις κελευόμενος G. 6. τοσοῦτον CG, τοσούτο P. ἡ. τῇ ἐκείνης γλώττη G. vid. annotat. 12. καὶ add. G. 14. ὡς om. G. γὰρ : καὶ?)Τοιαῦτα τὰ τῆς Ἀλεξίου βασιλείας προοίμια. οὐ γάρ τις αὐτοκράτορα τοῦτον εἰκότως τό γε νῦν ὀνομάσειε, τῇς αὐτοκράτορος περιωπῆς ἅπαξ ἀποκληρωθείσης πω· αὐτοῦ [*](B) τῇ μητρί. ἄλλος μὲν οὖν νόμοις ἐγκωμιαστικοῖς ὑπείκων, τῆς θαυμασίας ἐκείνης μητρὸς ἐπαινείτω καὶ γένος τρὸς Ἀδριανοὺς ἐκείνους τοὺς Δαλασσηνοὺς ἀναφερόμενον καὶ Χάρωνας, καὶ τῷ πελάγει Τῶν κατ’ ἐκείνους προτερημάων ἐπαφιέτω τὸν λόγον· ἐμοὶ δὲ ἱστορίαν ξυγγραφούσῃ οὐκ ἐκ γένους καἰ αἵματος προσήκει ταύτην χαρακτηρίζειν, ἀλλ’ ἐκ τρόπου καὶ ἀρετῆς καὶ τούτων, ὁπόσων ὁ τῆς ἱστορίας ὑποτίθεται λόγος ἵνα γὰρ πρὸς ἐκείνην ἐπαναδραμοῦμαι [*](V. 73) καὶ αὐθις, ἀξίωμα μὲν οὖν μέγιστον αὐτὴ οὐ γυναικῶν μόνον, [*](C) ἀλλὰ καὶ ἀρρένων καθίστατο καὶ κόσμος τῆς ἀνθρωπίνης φύσεως, τὴν δὲ περὶ τὰ βασίλεια γυναικωνῖτιν παντάπασι διεφθορυῖαν, ἐξότου ὁ Μονομάχος ἐκεῖνος τὸ τῆς βασιλείας ἀνεδήσατο κράτος , καὶ εἰς ἔρωτας ἀλόγους ἀποκλίνασαν καὶ· μέχρι τῆς βασιλείας τοὐμοῦ πατρός , ἔπι τὸ βέλτιον ἀλλοιώσασα, εἰς κόσμον ἐπαινούμενον μετήνεγκε. καὶ ἦν ἰδεῖν τὰ βασίλεια τηνικαῦτα τάξεως ἐπαινουμένης μετειληχότα · καὶ γὰρ ὅρους τε τῶν θείων ὕμνων ἔταξε καὶ καιροὺς ἀρίστου τε καὶ ἀρχαιρεσίας ἐπήξατο, στάθμη καὶ κανὼν τοῖς [*](D) πᾶσιν αὐτὴ γεγονυῖα, ὡς τὰ βασίλεια μᾶλλον ἱερὰ φροντιστήρια εἶναι δοκεῖν. τοιαύτη τις ᾖν ἡ ὑπερφυὴς καἰ ὄντως
[*](10. ὁπόσον CG. 16. ἀποκλίνασαν C, ὑποκλίνασαν PG. 19. τὰ βασίλεια om. P.)ἱερὰ ἐκείνη γυνὴ. σωφροσύνῃ μὶν γὰρ τοσοῦτον ὑπερῆρε καὶ τὰς πάλαι ὑμνουμένας, πέρι ὧν ὁ πολὺς λόγος, ὁπόσον ἀστέρας ἥλιος· τὸν δὲ πέρι τοὺς πένητας οἶκτον αὐτῆς καὶ τὴν δαψιλῆ πρὸς τοὺς δεομένους χεῖρα τίς παραστήσειε λόγος; κοινὸν μὲν ἢν ἡ αὐτῆς ἑστία καταγώγιον τοῖς ἐξ αἵματος πενομένοις, κοινὸν δὲ καὶ ξένοις οὐχ ἧττον. ἱερέας δὲ καὶ μοναχοὺς [*](P. 88) διαφερόντως ἐτίμα καὶ ξυνδειπνοῦντας εἶχε, καὶ οὐδενὶ ἄτερ μοναχῶν τὴν αὐτῆς τράπεζαν θεάσασθαι ἐνῆν. ἡ δὲ ἔξωθεν ἐπιφαινομένη τοῦ ἤθους κατάστασις καὶ ἀγγέλοις αἰδέσιμος καὶ αὐτοῖς δὲ τοῖς δαίμοσι φοβερά , ἀνθρώποις δέ μὴ ἐχέφροσιν, ἀλλὰ περὶ ἡδονὰς ἐπτοημένοις ἀνύποιστος καὶ ἐκ μόνου τοῦ βλέμματος, τοῖς δ’ αὖ γε σωφροσύνης ἐπιμελουμένοις ἱλαρά τε καὶ προσηνής. μέτρα γὰρ ἔγνω κατηφείας καὶ σεμνότητος ὡς μήτε τὸ κατηφὲς ἄγριόν πως καὶ θηριῶδες δοκεῖν, μήτε τὸ ἁπαλὸν κεχαλασμένον τε καὶ ἀκόλαστον, [*](Β) καὶ ἔρον, οἶμαι, τοῦτ’ εἶναι κοσμιότητος, κραθέντος τοῦ φιλανθρώπου τῷ τῆς ψυχῆς ἀναστήματι. τὸ δὲ ἦθος αὐτῇ ὑποκαθήμενον πρὸς ἐνθυμήσεις , ἀεὶ καινοτέρας ἀνελιττούσῃ τὰς γνώμας , οὐ φθαρτικὰς τοῦ κοινοῦ, ὡς τινες ὑπετονθόρυζον, ἀλλὰ σωστικὰς, καὶ διεφθορυῖαν ἤδη τὴν βασιλείαν εἰς ὁλοκληρίαν ἐπαναγούσας, τά τε τοῦ κοινοῦ εἰς τὸ μηδὲν ἐληλακότα ἐπανορθούσας , ὡς δύναμις. πλὴν εἰ καὶ τῇ τῶν
[*](1. ἱερὰ ὄντως G. 7. συνδειπνοῦντας C. 12. τοῦ om. G, 15. τε om. G. 18. προκαθήμενον G. 21. ἐς Ρ, εἰς GA.)κοινῶν διοιδήσει ἐνησχολεῖτο, τῆς τοῖς μοναχῶς προσηκούσης διαγωγῆς οὐδαμῶς καταπεφρονήκει. ἄλλα τὸ πλεῖον μὶν τῆς νυκτὸς τὼς ἰεροὺς ἀπεπλήρου ὕμνους, προσευχῇ τε συντόνῳ [*](C) καὶ ἀγρυπνίᾳ συντετηκυῖα, περὶ δὲ τὸ ὄρθειον, ἔστι δ᾿ τῶν καὶ δευτέρας ἀλεκτοροφωνίας, ταῖς τοῦ κοινοῦ προσέκειτο διοικήσεσι, περί τε τῶν ἀρχαιρεσιῶν σκοποῦσα καὶ τὰς τῶν δεομένων αἰτήσεις ἐπιλύουσα, ὑπογραμματεύοντος αὐτῇ Γρηγορίου τοῦ Γενεσίου. ταῦτα εἴ τις ἡβούλετο ῥήτωρ εἰς πάλω [*](V. 74) μίου λόγους ἀγαγεῖν, τίνας ἄν οὐκ ἀπεκρύψατο τῶν πάλαι περιβοήτων ἐπ’ ἀρετῇ καὶ κατ’ ἀμφότερα τὰ γένη φανέντας περιφανεῖς, τοῖς ἐπιχειρήμασι καὶ τοῖς ἐνθυμήμασι καὶ ταῖς οὐχ ἄλλους συγκρίσεσιν ἔξογκῶν εἰς μέγα τὴν ἐπαινουμένην, [*](D) ὥσπερ νόμος ἐστὶ τοῖς ἐγκωμιάζουσιν ; ἀλλὰ τὰ τῆς ἱστορίας οὐχ οὕτως ἄδειαν δίδωσι τῷ συγγράφοντι. διόπερ εἰ περὶ ταύτης τῆς βασιλίδος λέγοντες τὰ μεγάλα σμικροπρεπέστερον εἴπωμεν, μηδεὶς ὑπὸ μέμψιν ἀγέτω τὸν λόγον , ὅσοι τὴν ἐκείνης ἴσασιν ἀρετὴν καὶ τὸν ὄγκον τοῦ ἄξιώματος καὶ τὸ ἀγχίνουν ἐν ἅπασι καὶ τὸ ἀκροφυέστατον τοῦ φρονήματος. ἡμεῖς δὲ ὅθεν περὶ αὐτῆς λέγοντες μικρὸν τι ἐξετραπόμεθα , [*](Ρ. 89) πάλιν ἐπανακάμψωμεν. ἐκείνη τοίνυν τὴν βασίλειαν, ὡς ἔφημεν, διιθύνουσα, οὐδὲ τὴν πᾶσαν ἡμέραν ταῖς κοσμικαῖς φροντίσιν ἀφώριστο, ἀλλὰ τὰς ἐκ τύπου λειτουργίας εἰς τὸ
[*](3. τε om. Α. 5. ἀλεκτροφωνίας G. 6. τῶν ante ἀρχαιρεσιῶν add. A. 10. καἰ om. P. 11. ἐνθυμήμασι καὶ ταῖς om. G. 17. ἴσασιν C, οἴδασιν PG.)ἱερὸν τέμενος τῆς μάρτυρος Θέκλης ἀπεπλήρου, οὑπερ ὁ αὐτοκράτωρ Ἰσαάκιος ὁ Κομνηνὸς καὶ ἀνδράδελφος ἀνδράδελφος ἐκ τοιαύτης αἰτίας ἐδείματο. ἔπει γὰρ ἃς πάλαι εἶχον οἱ τῶν Δακῶν ἀρχηγέται μετὰ τῶν Ῥωμαίων σπονδὰς τηρεῖν εἰσέτι οὐκ ἤθελον, ἀλλὰ παρασπονδήσαντες διέλυσαν, τούτου δὲ δήλου τοῖς Σαυρομάταις [*](Β) γεγονότος , οἱ πρὸς τῶν πάλαι Μυσοὶ προσηγορεύοντο, οὐδὲ αὐτοὶ τοῖς ἰδίοις ὁρίοις ἐμμένοντες ἤθελον ἡσυχάζειν, νεμόμενοι πρότερον ὁπόσα ὁ Ἴστρος πρὸς τὴν τῶν Ῥωμαίων διορίζει ἡγεμονίαν, ἀλλ’ ἀθρόον ἀπαναστάντες πρὸς τὴν ἡμεδαπὴν γῆν μετῳκίσθησαν. αἴτια δὲ τῆς τούτων μετοικήσεως ἡ τῶν Γετῶν κατ’ αὐτῶν ἄσπονδος ἔχθρα , ὁμορούντων μὲν ἐκείνοις, τούτους δὲ λῃστευόντων. διὰ ταῦτα καιρὸν ἐπιτηροῦντες, ἔπει τὸν Ἴστρον ἀποκρυσταλλωθέντα εἶδον, ὡσπερ ἠπείρῳ τούτῳ χρησάμενοι, ἐκεῖθεν πρὸς ἡμᾶς μετανίστανται [*](C) ὅλον ἔθνος τοῖς ἡμετέροις ἐπιφορτισθὲν ὁρίοις , καὶ δεινῶς ἐληίζοντο τὰς παρακειμένας πόλεις καὶ χώρας. τοῦτ ἐνωτισθεὶς ὁ βασιλεὺς Ἰσαάκιος, δέον ἔκρινε τὴν Τριάδιτζαν καταλαβεὶν. ἐπεὶ τοὺς ἑῴους βαρβάρους τῶν ἐπιχειρημάτων φθάσας ἀνεῖρξε, καὶ τοῦτο δὴ ἀπραγμονέστατον αὐτῷ ἐγεγόνει τὸ τμῆμα. καὶ δὴ τὸ ὁπλιτικὸν ἅπαν συλλεξάμενος, τῆς πρὸς τὰ ἐκεῖσε φερούσης ὁδοῦ ἥψατο , ἀπελάσαι βουλόμενος τῶν Ῥωμαϊκῶν οὔρων αὐτούς. καταστήσας δὲ ἄπαν τὸ ὁπλι-
[*](1. Θέκλης CA, Θέκλας PG. 3. τῶν om. Α. σπονδὰς παρεσπόνδησαν A. 6. προσαγορεύοντο PG , recle Α. 7. ἤθελον ἡσυχάζειν om. CG. 9. ἐπαναστάντες GA. 14. ἐπανίστανται CG. 18. ἑώας G. 21. πρὸς : περὶ G.)τικὸν ἐν εὐταξίᾳ, στρατηγὸς κατ’ αὐτῶν ἵεται. οἱ οἱ τοῦτον θεασάμενοι , εὐθὺς διαιρεθέντες διαφόρου γνώμης γεγόνασιν. [*](D) ὁ δὲ οὐ πάνυ πιστεύειν αὐτοῖς ἔχων, ἐπὶ τὸ καρτερώτατον ίαι δυσμαχώτερον μέρος αὐτῶν σὺν καρτερᾷ τῇ φάλαγγι ἴεται. καὶ δὴ πλησιάσας αὐτοῖς, ἑαυτῷ τε καὶ τῷ στρατοπέδῳ κατέπληξε. πρὸς μὶν γὰρ τὸν οἶα δὴ κεραυνοφόρον ἀντωπεῖν οὐκ ἐτόλμων, τοῦ δὲ στρατοπέδου τὸν ἀρραγῆ συνασπισμὸν βλέποντες, αὐτοὶ διελύοντο. ὑποχωρήσαντες οὖν πρὸς μικρόν, πόλεμον εἰς τρίτην αὐτῷ ἐπαγγειλάμενοι , τὰς σκηνὰς αὐθήμερον ἀφέντες, φυγαδείᾳ ἐχρήσαντο. ὁ δὲ καταλαβών, [*](V. 75) ἔνθα οὑτοι ηὐλίζοντο, καὶ τάς σκηνὰς αὐτῶν [*](Ρ. 90) κατασκάψας καὶ τὴν εὑρημένην λείαν ἀπαγαγών, τρεοαιοφόρος ἐπάνεισι. γενομένου δὲ περί τοὺς τοῦ Λοβιτζοῦ πρόποδας, ῥαγδαῖος ὄμβρος αὐτὸν καταλαμβάνει καὶ νιφετὸς ἔξωρος, εἰκοστὴν πρὸς τῇ τετάρτη τοῦ Σεπτεμβρίου ἄγοντος, ἐν ῄ ἡ τῆς μεγαλομάρτυρος Θέκλης μνήμη τελεῖται. πλημμὐρας οὑν γενομένης τῶν ποταμίων ῥευμάτων καὶ ὑπερχειλήσαντος τοῦ ὕδατος, θάλασσαν ἦν ὁρᾷν ἅπαν τὸ πεδίον ἐκεὶνο, ἐν ᾧ ἥ τε βασιλικὴ σκηνὴ καὶ τὸ ὁπλιτικὸν ἄπαν κατεσκήνου. κἀντεῦθεν τὰ πρὸς χρείαν ἅπαντα ἠφανίσθησαν τοῖς ποταμίἴεται
[*](Β)[*](1. PG liic et infra, recte A. 3. ov om. G. ἀντωπῆσαι Α. 9. ἐς Α. ἀπαγγειλάμενοι P, ἐπαγγειλάμενοι GA. 12. εὑρομένην Α. 13. γενόμενον G, γενομένων Α. παρὰ τοὺς Αοβιτζοὺς CG, πρὸς τοὺς λεβιτοὺς Α 15. τὴν τετάρτην G. 17. γινομένης Α. 20. κἀντεῦθεν G, ἐντετῦθιν PA.)ὄις ῥεύμασι παρασυρέντα, οἱ ἄνθρωποι δὲ καὶ τὰ κτήνη ὑπὸ τοῦ κρύους ἐπήγνυντο. ἐμυκᾶτο δὲ καὶ βροντῶν ὁ οὐρανός ἀστραπαὶ δὲ συνεχεῖς, χρονικὴν μὴ ἔχουσαι τὸ παράπαν διάστασιν, τὸ περίγειον ἐκεῖνο ἅπαν ἐμπρῆσαι οἷον ἠπείλουν. ταῦτα ὁρῶν ὁ βασιλεὺς ὲν ἀμηχανίᾳ ἦν· ἀναστολῆς δὲ μετρίας γενομένης, πλείστους τε ἀποβαλὼν ταῖς δίναις τῶν ποταμίων συσχεθέντας ῥευμάτων , ἐκεῖθεν μετὰ τῶν λογάδων ἔξεισι καὶ ὑπὸ φηγόν τινα μετ’ ἀυτῶν ἀπελθὼν ἵστατο. ῆχου δὲ μεγίστου καὶ βοῆς ἀπὸ τοῦ δρυὸς οἶον ἔξερχομένου αἰσθόμενος [*](C) καὶ σφοδροτέρων ἀνέμων τηνικαῦτα πνεόντων , πτοηθείς, μὴ τῇ τούτων βίᾳ ὁ δρῦς κατενεχθῇ, τοσοῦτον διάστημα ἀποστάς, ὁπόσον ὁ δρῦς , εἰ κατενεχθείη, μὴ φθάσῃ καταρράξαι αὐτόν, ἐννεὸς ἵστατο ὁ δ' εὐθὺς ὡσπερ ἐκ συνθήματος ῥιζόθεν ἀνασπασθεὶς εἰς γῆν ὡρᾶτο κείμενος. ὁ δὲ βασιλεὺς θαυμάζων εἰστήκει τὴν τοῦ θεοῦ περὶ αὐτὸν κηδεμονίαν· λογοποιουμένην δὲ ἀποστασίαν περὶ τὴν ἵω μαθών, εἴσεισιν εἰς τὰ βασίλεια. καὶ τηνικαῦτα ἐπὶ τῷ ὀνόματι τῆς μεγαλομάρτυρος Θέκλης ναὸν περικαλλῆ ἐδείματο, μεγαλοπρρεπῶς μὲν κατεσκευασμένον καὶ ἱκανῇ δαπάνῃ, χειρός τε τὸ ποι-
[*](1. ῥεύμασι : ὕδασι G. 3. χρονικὴν om. A. 4. ἅπαν om. G. 9. τοῦ CA, τῆς PG. ἐξερχομένης PG, alterum CA. 11. ὁ CA hic et infra , ἡ PG. la. καταῤῥάξαι G et ab allera manu C, πατάξαι PA. 14. ὡρᾶτο Α, ὁρᾶτο PG. 17. εἴσεισιν PG, ἄνεισιν A, ἐπανελθὼν Zonaras III. p. 215, qui Annae narrationem fere ad verbum expressit. vid. annolat. 19. τε : an δὲ? τὸ om. G.)Ἴον ἔχοντα, σῶστρα τε θύσας ὲν αὐτῷ Χριστιανοῖς τὰ προσήκοντα, τοὺς θείους ὔμνους διὰ παντὸς έν αὐτῷ ἀπεπλήρου. οὕτω δὴ τὸ ἤδη ῥηθὲν ἱερὸν τέμενος ἐπ’ ὀνόματι τῆς μεγαλομάρτυρος Θέκλης ἀνῳκοδόμητο, ἐν ᾠ τἀς ἐντεύξεις, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ἡ βασιλίς καὶ· μήτηρ τοῦ αὐτοκράτορος Ἀλξίου συνεχεῖς ἐπεποίητο. ἥν κἀγὼ βραχύν τινα τεθέαμαι χρόνον κω τεθαύμακα · καὶ ὅτι μὴ κόμπος τὰ ῥηθέντα, ἴσασιν ἅπαντες καὶ ὁμολογήσαιεν, εἰ γε βούλοιντο, ὁπόσοι ἄτερ πάθους τὴν ἀλήθειαν ἐκκαλύπτειν ἐθέλουσιν. εἰ [*](Ρ. 91) μὲν γὰρ ἐγκωμιάζειν προειλόμην, ἀλλὰ μὴ ἱστορίαν ποιεῖν , ἐπὶ πλέον ἂν ἐπαφῆκα τὸν λόγον τοῖς πέρι τούτων διηγήμασι, καθάπερ φθάσασα ἐδήλωσα· νῦν δὲ ἐπανακτέον αὖθις αὐτὸν ἄρος τὸ προκείμενον.
Ἀσπαίρουσαν δὲ οἶον κατανοῶν τὴν βασιλείαν ὁ βασιλεὺς Ἀλέξιος, (καὶ γὰρ τὰ μὲν πρὸς ἀνίσχοντα ἥλιον Τοῦρκοι δεινῶς ἐληίζοντο, τὰ δὲ κατὰ τὴν ἑσπέραν λίαν εἰχε κακῶς , τοῦ Ῥομπέρτου πάντα κάλων κινοῦντος ἐφ’ ᾧ τὸν προσεληλυθότα αὐτῷ ψευδώνυμον Μιχαὴλ εἰς τὰ βασίλεια [*](B) εἰσάξαι· ὅπερ ἐμοὶ σκῆψις μᾶλλον δοκεῖ καὶ φιλαρχίας ἔρως, o ἀναφλέγων αὐτὸν καὶ ἠρεμεῖν τὸ παράπαν μὴ συγχωρῶν · [*](V. 76) ἔνθεν τοι καὶ Πάτροκλον πρόφασιν τὸν μοναχὸν Μιχαὴλ εὑρηκώς, τὸν τέως ὑποτυφόμενον τῆς φιλαρχίας σπινθῆρα εἰς
[*](1. τὰ add. A. 3. δὴ om. C. ἡ μήτηρ G 9. ἐγκαλύπτειν G. 12. δ' ἐπανακτέον Α. 13. προσκείμενον G. 14. δὲ om. Α. τὴν βασιλείαν οἶον δρῶν ὁ Ἀλέξιος G. 19. ὄπερ σκῆψις ἦν αὐτῷ καὶ φιλαρχίας Α. 21. Μιχαὴλ om. G.)πυρσὸν ἀνῆψε μέγαν, κα δεινῶς κατὰ τῆς τῶν Ῥωμαίων ἀρχῆς ὡπλίζετο, δρόμωνάσ τε καὶ διήρεις ἑτοιμάζων καὶ τριήρεις, καί σέρμωνας καὶ φορταγωγοὺς ἑτέρας παμπληθεῖς ναῦς ἐκ τῶν παραλίων εὐτρεπίζων χωρῶν κἀκ τῆς ἠπείρου δὲ δυνάμεις [*](C) πολλὰς συλλέγων εἰς τὸ προκείμενον αὐτῷ συνεπαρηγούσας ,) ἐν ἀμηχανίᾳ γοῦν ὁ γενναῖος ἐκεῖνος μεῖραξ γενόμενος καὶ μὴ ἔχων ὁποτέρωσε νεύσειεν , ἑκάστου τῶν πολεμίων πρὸς ἑαυτὸν τὴν μάχην οἶον προαρπάζοντος, ἠνιᾶτο καὶ ἤσχαλλε. μήτε στρατιὰν ἀξιόμαχον τῆς τῶν Ῥωμαίων βασιλείας ἐχούσης, ( οὐ πλείους γὰρ τῶν τριακοσίων στρατιωτῶν ἦσαν, κα τούτων ἐκ τοῦ Κώματος, ἀναλκίδων πάντῃ καὶ ἀπειροπολέ μῶν, καὶ ξενικῶν τινῶν εὐαριθμήτων βαρβάρων τῶν ἔπι τοῦ δεξιοῦ εἰωθότων κραδαίνειν ὤμου τὸ ξίφος,) μήτε σωρῶν [*](D) χρημάτων τοῖς περὶ τὰ βασίλεια ταμείοις ἐναποκειμένων, δι ὤν ξυμμαχίας τινὰς ἐξ ἀλλοδαπῶν μετακαλέσοιτο. λίαν γα ἀτέχνως περί τε τὰ πολεμικὰ καὶ στρατιωτικὰ διατεθέντες οἱ | πρὸ αὐτοῦ βεβασιλευκότες, ἐν στενῷ κομιδῇ τὰ τῶν Ῥωμαίων συνήλασαν πάντα τὰ πράγματα. ἐγὼ γοῦν κὼ στρα- τιωτῶν αὐτῶν καὶ πρεσβυτέρων ἀνδρῶν ἐνίων ἀκήκοα, ὡς | οὐδεμία τῶν πόλεων ἀπ’ αἰῶνος ἐς τοσοῦτον ἀθλιότητος κα.
[*](2. δρόμωνάς τε καὶ τριήρεις ἑτοιμ. καὶ διήρεις G, δρόμωνας δὲ τριήρεις ἑτ. καὶ διήρεις A. 4. δὲ om. Α. 5. εἰς Α, ἐς PG. 6. γοῦν add. Α. vid. annot. 7. ἑκάστου A. et in margine P, ἑκατέρᾳ PG, ἑκάτερα C. 12 ξενιακὼν Α. τοῦ om. G. 15. συμμαχίας Ρ. 16. ἀτεχνῶς Α. τε om. G. 18. πάντα τὰ om. Α. 19. αὐτῶν om. G. ἀκήκοα ἐνίων G.)τηχθη. εἶχεν οὖν τῷ αὐτοκράτορι δυσκόλως τὰ πράγματα, μεριζομένῳ μεριζομένῳ φροντίσι παντοδαπαῖς. ὁ δὲ γενναῖος ὢν καὶ· ἄτρεστος καὶ τὰ πολεμικὰ ἔργα ἐμπειρίαν πολλὴν κεκτημένος, [*](Ρ. 92) ἐβούλετο ἐκ πολλοῦ κλύδωνος εἰς ἀλύπους ἀκτὰς τὴν βασιλείαν αὖθις ἐγκαθορμίσαι , τῶν ἐπανισταμένων ἐχθρῶν εἰς ἀφρόν, θεοῦ ἀρωγῇ, διαλυομένων κυμάτων δίκην, ὁπηνίκα νίκα ταῖς πέτραις προσαράξουσι. δέον οὖν ἔγνω πάντας τοὺς κατὰ τὴν ἀνατολὴν τοπάρχας ταχὺ μετακαλέσασθαι, ὁπόσοι φρούριά τε καὶ πόλεις κατέχοντες γενναίως τοῖς Τούρκοις ἀντικαθίσταντο. εὐθὺς οὖν πρὸς ἅπαντας διαφόρους σχεδιά- ζει γραφάς , πρός τε τὸν Δαβατηνὸν τοποτηρητὴν τηνικαῦτα τῆς κατὰ πόντον Ἡρακλείας καὶ Παφλαγονίας χρηματίζοντα, καὶ τὸν Βούρτζην τοπάρχην ὄντα Καππαδοκίας καὶ Χώματος, [*](Β) κὼ τοὺς λοιποὺς λογάδας, δηλώσας μὲν καὶ ὁπόσα αὐτῷ ξυμπεσόντα θεοῦ προνοίᾳ εἰς τὴν αὐτοκράτορος περιωπὴν ἀνεβίβασεν ἐξ ὑπογυίου κινδύνου παραδόξως σωθέντα, παρακελευόμενος δὲ τῶν σφετέρων χωρῶν πρόνοιαν ἱκανὴν ποιη- σαμένους , κατασφαλίσασθαι αὐτὰς καί ἀποχρῶντας πρὸς τοῦτο στρατιώτας καταλιπεῖν, μετὰ δὲ τῶν ἐπιλοίπων εἰς τὴν Κωνσταντίνου παραγίνεσθαι, συνεπαγομένους καὶ νεολέκτους ἀκμῆτας, ὁπόσους δύναιντο. εἶτα δεῖν ἔγνω καὶ τὰ κατὰ τὸν Ῥομπέρτον, ὡς ἐνόν, προκατασφαλίσασθαι καὶ τοὺς προσρυοἄτρεστος
[*](C)[*](3. A. ἄτρεπτος PG. 7. προσάξουσι A. om. A. 22. κατασφαλίσασθαι A. 21. τον )μένους ἐκείνῳ ἀρχηγούς τε καὶ κόμητας ἀπεῖρξαι τοῦ ἐγχειρήματος. ἐπειδὴ ὁ πρὸ τοῦ τὴν πόλιν αὐτὸν κατασχεῖν πρὸς τὸν Μονομαχάτον ἀποσταλεὶς, δι' οὖ εἰς βοήθειαν αὐτὸν μετεκαλεῖτο, χρήματά τε ἐπεζήτει ἀποσταλῆναί οἱ , γράμμα μόνον κομίζων ἧκεν αὐτῷ προφάσεις δηλοῦντα , καθάπερ [*](V. 77) φθάσαντες ἱστορήσαμεν, δι’ ἃς δῆθεν ἔτι τοῦ Βοτανειάτου τῆς βασιλείας ἐγκρατοῦς ὄντος βοηθεῖν οὐκ ἠδύνατο · ταῦτα ἀναγνοὺς καὶ πτοηθεὶς , μὴ μαθὼν τὴν ἀπὸ τῆς βασιλεία [*](D) τοῦ Βοτανειάτου ἔκπτωσιν, προσρυῇ τῷ Ῥομπέρτῳ, ἀθύμως εἶχε παντάπασι. τοιγαροῦν μετακαλεσάμενος τὸν σύγγαμβρ αὐτοῦ Γεώργιον τὸν Παλαιολόγον πρὸς τὸ Δυρράχιον ἔξαπέ στεῖλε, πόλις δὲ τοῦτο Ἰλλυρική ,) παρακαλεσάμενος πάσῃ μηχανῇ χρήσασθαι , ὥστε ἀμαχητὶ ἐκεῖθεν ἐξεῶσαι τὸν Μονομαχάτον, ἐπεὶ μὴ ἀποχρῶσαν εἶχε δύναμιν , δι’ ἧς τοῦτο ἄκοντα ἐκεῖθεν ἀπελάσει· πρὸς δὲ τὰς τοῦ Ῥομπέρτου μὴ χᾶνάς ἀντιπαλαμᾶσθαι , ὡς δύναμις. παρεκελεύσατο δὲ κα τὰς ἐπάλξεις καινοπρεπέστερον κατασκευάσαι , ἀνήλωτα τὰ πλείω τῶν ξύλων ἐάσαντα, ἱν· εἴ που διὰ κλιμάκων συμβαίη τοὺς Λατίνους ἀνελθεῖν, ἅμα τῷ τῶν ξύλων ἐπιβῆναι περ τρέπωνται ταῦτα καὶ σὺν τούτοις καταπίπτωσιν εἰς τοὔδαφος. ναί μὴν ἀλλὰ καὶ τοῖς ἡγεμόσι τῶν παραλίων πόλεω καὶ αὐτοῖς δὴ τοῖς νησιώταις πολλὰ διὰ γραφῶν παρηγγυᾶτο
[*](2. ἐπεὶ δ’ G. 3. τῷ Μονομαχάτῳ G. 5. ἧκεν om. G. 11 ἐξαποστέλλει καὶ παρεκαλέσατο Α. 13. ἀμαχεὶ G. 16. ἀντιμηχανᾶσθαι F et in margine P. δὲ add. G. 17. καινοπρεπέστερον FCA , καινοπρεπέστερα PG. 18. ἐάσαντα CA , ἐάσοντα PG. πως G. 19. περιτρέπονται GA, 2 μὲν G.)μὴ ἀναπεπτωκέναι , μηδὲ καταρρᾳθυμεῖν ὄλως, ἀλλ’ ἐγρηγορἐναι καὶ νήφειν διὰ παντὸς περιφραττομένους καὶ τὸν Ῥομπερτον [*](Ρ. 93) καρυοοκουντας, μὴ ἐξ εφοδου τῶν παραλίων πόλεων ἐγκρατυὴς γενόμενος καὶ αὐτῶν δὴ τῶν νήσων, πράγματα ἐσύστερον τῇ βασιλείᾳ Ῥωμαίων παρέξῃ.
Ταῦτα μὲν οὔτω παρὰ τοῦ βασιλέως περὶ τὸ Ἰλλυρικὸν ᾠκονόμητο, καὶ καλῶς τὰ τέως κατὰ πρόσωπον καὶ ἐν ποσὶ κείμενα τῷ Ῥομπέρτῳ κατοχυρώσας ὦπτο · ἀλλ’ τῶν κατὰ νώτων ἐκείνῳ προσισταμένων κατερρᾳθυμηκὼς ἥν. γράμματα τοίνυν πρῶτον μὲν πρὸς τὸν ἀρχηγὸν Λογγιβαρδίας Ἐρμᾶνον ἐκθέμενος , εἶτα καὶ πρὸς τὸν πάπαν Ῥώμης, πρὸς δὲ καὶ πρὸς τὸν ἀρχιεπίσκοπον Καπύης Ἕρβιον, πρὸς τοὺς πρίγκιπας, ἔτι γε μὴν κω πρὸς ἅπαντας τοὺς ἀρχηγοὺς [*](Β) τῶν Κελτικῶν χωρῶν , δώροις τε μετρίοις τούτους δεξιωσάμενος καὶ ὑποσχέσεσι πολλῶν δωρεῶν καὶ ἀξιωμάτων, πρὸς τὴν κατὰ τοῦ Ῥομπέρτου ἔχθραν ἠρέθιζεν· ὧν οἱ μὲν τῆς πρός τὸν Ῥομπέρτον φιλίας ἤδη ἀπέστησαν , οἱ δὲ ὑπισχνοῦντο εἰ πλείονα λάβοιεν. ὑπὲρ πάντας δὲ τούτους τὸν ῥῆγα Ἀλαμανίας γινώσκων δυνάμενον πᾶν ὁ τι καὶ βούλοιτο κατὰ τοῦ Ῥομπέρτου καταπράξασθαι , ἅπαξ καὶ δὶς γράμματα πρὸς αὐτὸν ἐκπέμψας καὶ διὰ μειλιχίων λόγων καὶ παντοίων ὑπο-
[*](2 περιφραττομένους FCA et in margine P, περιφυλαττομένους PG. τὸν om. G. 3. ἐφόδου πασῶν τῶν παραλίων ἐγκρατὴς Α. 5. παρέξει ῥωμαίων Α. 7. τέως om. Α. 9. κατὰ νώτου ? 12. ἐπίσκοπον A. 18. ἀλαμανίας A., ἀλλαμανίας PG.)σχέσεων ὑποποιησάμενος, ἔπει καταπειθῆ τοῦτον ἐγνώκει κα [*](C) τῷ αὐτοῦ ὑπεῖξαι θελήματι ὑπισχνούμενον , μεθ’ ἑτέρων αὖθις γραμμάτων τὸν Χοιροσφάκτην ἐξέπεμψε τᾶδ’ ὑπαγορευόντων. “τὰ κατὰ τὴν σὴν μεγαλοδύναμον ἐξουσίαν καλῶς ἔχειν καὶ προκόπτειν ἔπι τὸ βέλτιον, εὐχῆς ἔργον ἐστὶ τῇ βασιλείᾳ μου , πανευγενέστατε καἰ τῷ ὄντι Χριστιανικώτατε ἀδελφέ. καὶ πῶς γὰρ οὐκ ἐξέσται τῇ τοῦ κράτους ἡμῶν θεοσεβείᾳ ἐπεύχεσθαι σοι τὰ κρείττω τε καὶ λυσιτελέστερα , τὴν έν σοὶ καταμαθούσῃ θεοσέβειαν; ἡ γὰρ πρὸς τὴν ἡμετέραν βασιλείαν ἀδελφική σου αὕτη ῥοπὴ καὶ διάθεσις καὶ ὁ μετὰ τοῦ κακομηχάνου ἀνδρὸς συμφωνηθεὶς ἀναδεχθῆναί σοι κάματος , [*](D) ἴνα τὸν παλαμναῖον καὶ ἀλιτήριον καἰ τοῦ θεοῦ πολέμιον ναὶ τῶν Χριστιανῶν ἀξίως μετέλθῃς τῆς κακοφροσύνης αὐτοῦ πολλήν σου τὴν ἀγαθοθέλειαν τῆς ψυχῆς διαδείκνυσι, χαἰ τὸ ἔργον τοῦτο φανερὰν τὴν πληροφορίαν παρίστησι τοῦ κατὰ θεόν σου φρονήματος. τὰ δὲ κατὰ τὴν ἡμετέραν βασιλειᾶν τὰ μὲν ἄλλα ἔχει καλῶς, ἐν ἐλαχίστοις δὲ ἀστατεῖ νὼ ταράττεται τοῖς κατὰ τὸν Ῥομπέρτον κυμαινόμενα. ἀλλ’ εἴ τι [*](V. 78) δεῖ πιστεύειν τῷ θεῷ καὶ τοῖς ἐκείνου δικαίοις κρίμασι , ταχεῖα ἥ καταστροφὴ ·τοῦ ἀδικωτάτου τούτου ἀνθρώπου παρέσεται. οὐδὲ γὰρ ἀνέξεται πάντως θεὸς ῥάβδον ἁμαρτωλῶν
[*](1. ἐπεὶ — ὑπισχνούμενον om. CG. 3. χοιροσφάκην G. τὰ ἐξ ὑπαγορευόντων Α. 10 σου om. C. αὐτὴ Α. μετὰ : lege κατὰ. 1 1. ἀναδειχθῆναι GA. 13. μετέλθῃ G. 14. σου Α, σοι PG. 16. βασιλείαν τἄλλα μὲν ἔχει Α. 17. ἐλαχίστῳ Α. lege οὐκ ἐν ἐλαχίστοις. 18. ἔτι G. 20. τούτου add. A.)κτὰ τῆς κληρονομίας αὐτοῦ ἔπι τοσοῦτον ἐπαφίεσθαι. τὰ ἐντοι παρὰ παρὰ τοῦ ἡμῶν ἡμῶν συμφωνηθέντα ἀποσταλῆναι τῇ μεγαλοδυνάμῳ σου ἔξουσίᾳ, αἰ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες τῶν νομισμάτων καὶ τὰ ἐκατὸν βλαττία, ἀπετάλησαν νῦν διὰ τοῦ πρωτοπροέδρου Κωνσταντίνου καὶ καεπάνω [*](Ρ. 94) τῶν ἀξιωμάτων κατὰ τὴν ἀρεσκείαν τοῦ πιστοτάτου ρυ καὶ εὐγενεστάτου κόμητος τοῦ Βουλχάρδου. καὶ τὸ ῥηποσὸν ποσὸν τῶν ἀποσταλέντων ἀπεπληρώθη διά τε εἰργαιένου ἀργυρίου καὶ Ῥωμανάτου παλαιᾶς ποιότητος. καὶ λειουμένου τοῦ ὄρκου παρὰ τῆς εὐγενείας σου , σταλήσονιί α' σοι καὶ αἰ ὑπόλοιποι διακόσιοι δεκαὲξ χιλιάδες τῶν καὶ ἡ ῥόγα τῶν δοθέντων εἴκοσι ἄξιωμάτων διά ῦ πιστοτάτου τῇ σῇ ἐξουσίᾳ Βαγελάρδου, ὁπηνίκα εἰς Λογβαρδίαν κατέλθῃς. ὅπως μέντοι ὀφείλει τελεσθῆναι ὁ ὅρς, προεδηλώθη πάντως τῇ εὐγενείᾳ σου , ἀπαγγελεῖ δ’ ἔτι [*](B) φέστερον καὶ ὁ πρωτοπρόδερος Κωνσταντῖνος καἰ κατεπάνω, καὶ παρὰ τοῦ κράτους ἡμῶν ἐνταλθεὶς ἔκαστον τῶν κεφαίων, ἅπερ μέλλουσι ζητηθῆναι καὶ παρὰ τοῦ γενησομένου παρὰ σοῦ ὅρκου βεβαιωθῆναι. ὁπηνίκα γὰρ ἡ συμφωνία ἀναμεταξὺ τῆς βασιλείας μου καὶ τῶν παρὰ τῆς εὐγενείας ἀποσταλέντων πρέσβεων ἐγίνετο, διεμνημονεί θησάν τινα τῶν
[*](1. ἐπὶ τοσοῦτον om. CGA. ἀφίεσθαι Ρ, ἐπαφίεσθαι CGA. 2. ἀποσταλῆναι πρὸς τὴν εὐγένειάν σου αἱ ἑκατὸν Α. 3. τέσσαρες : πέντε Α. 4 ἐστάλησαν Α. 5 νυν om. A. πρωτοέδρου G. 10. τελειωθέντος A. 11. σοι om. A. διακόσιοι οm. CG. δεκαὲξ om. A. 14. ὤφειλε G. 18. πα : an διὰ ?)ἀναγκαιτέρων κεφάλαια· ὄτι δὲ πέρι τούτων μὴ ἔχειν πρόσταξιν ειπον οἱ τῆς εὐγενείας σου ἄνθρωποι , κατὰ τοῦτο καὶ ἥ βασίλεια μου τὸν ὅρκον αἰτοῖς ἀνήρτησε. τοίνυν καὶ τε- λεσθήτω ὁ ἄρκος παρὰ τῆς εὐγενείας σου , ὡς ὁ πιστός σου [*](C) Ἀλβέρτης ἐνωμότως τῇ βασιλείᾳ μου ἐβεβαίωσε, καὶ τὸ ἡμέτερον κράτος κατὰ προσθήκην ἀναγκαιοτέραν αὐτοῦ ζητεῖ. ἡ δὲ βραδυτὴς τοῦ πιστοτάτου καὶ εὐγενεστάτου σὸν κόμητος τοῦ Βουλχάρδου γέγονε διὰ τὸ τὴν βασιλείαν μου βούλεσθαι τὸν φίλτατόν μου ἀνεψιόν, τὸν υἱὸν τοῦ πανευτυχεστάτου σεβαστοκράτορος καὶ περιποθήτου αὐταδέλφου τῆι βασιλείας μου, θεαθῆναι παρ’ αὐτοῦ, ὡς ἂν ἐλθὼν ἀπαγγείλῃ σοι τὴν ἐν ἡλικίας ἁπαλῷ καταστήματι βεβηκυῖαν σύνεσιν τοῦ παιδός· τὰ γὰρ ἔξω καὶ σωματικὰ δεύτερα τίθεται λόυγου ἡ βασιλεία μου , εἰ καὶ ἐν τούτοις πολὺ ἔχει τὸ περιούσιον. [*](D) ὣ γὰρ τῇ μεγαλοπόλει ἐνδημήσας ἐθεάσατο τὸ παιδίον καὶ ὄσα εἰκὸς ὡμίλησεν, ἀπαγγελεῖ σοι ὁ πρέσβυς σου. καὶ ἐπεὶ παιδίον μὲν οὔπω ὁ θεὸς τῇ βασιλείᾳ μου ἐχαρίσατο, τόπον δέ μοι γνησίου παιδὸς ὁ φίλτατος οὐτος ἐπέχει ἀδελφιδοῦς, θεοῦ εὐδοκοῦντος, οὐδέν ἐστι τὸ κωλῦον, ἑνω- θῆναι ἡμᾶς δι’ αἵματος συγγενικοῦ, καὶ φίλα μὲν ἀλλήλοις φρονεῖν ὡς Χριστιανοῖς, οἰκειοῦσθαι δὲ καὶ τὰ ἀλλήλων ὡς συγγενεῖς , ἴν' ἐντεῦθεν ἕκαστος δι’ ἀλλήλων δυναμούμενοι,
[*](3. μου : σου G. αὐτῆς C. 5. Ἀβέρτης CG. ἐβεβαίωσε C , ἐβεβαιώσατο G, ἐβεβαιώσετο P. 7. σου om. A. 9. μοι Α. 11. ὃς ἐλθὼν Α. 13. δεύτερον C. an τοῦ λόγου 14. εἰ δὲ καὶ G. 16. πρέσβις Α. 17 παιδίον μὲν οὔπω C, παιδίον οὔπω A, οὔπω παιδίον P, οὔπω τὸ παιδίον G,)φοβεροί τοῖς ἐναντίοις ὦμεν μετά θεοῦ. τῇ μέντοι εὐγενείᾳ σου νῦν ἀπεστάλησαν δεξιωμάτων ἕνεκεν ἐγκόλπιον χρυσοῦν μετὰ μαργαριταρίων, θήκη διάχρυσος ἔχουσα τμήματα ἔνδον διαφόρων ἁγίων, ὦν ἕκαστος διὰ τοῦ ἐφ’ ἑκάστου αὐτῶν ἐντεθέντος χαρτίου γνωρίζεται, καυκίον σαρδωνύ χιον καὶ ἐμπότης κρύος ἀστροπελέκυν δεδεμένον μετὰ χρυσαφίου καὶ ὀποβάλσαμον. μακρύναι ὁ θεὸς τὴν ζωήν σου , πλατύναι [*](Ρ. 95) νὼ τὰ τῆς ἐξουσίας σου ὅρια , καὶ θείη σοι πάντας τοὺς ἐντιπίπτοντας εἰς ὀνειδισμὸν κὼ εἰς καταπάτημα. εἰρήνη εἴη τῇ ἐξουσίᾳ σου, κὼ γαλήνης ἥλιος ἐπιλάμψοι πάσῃ τῇ ὑπηκόῳ σου, κα γένοιντό σοι ἅπαντες εἰς ἀφανισμὸν οἱ ἐχθροί, ἦς ἄνωθεν κραταιᾶς ἰσχύος κατὰ πάντων σοι χαριζομένης [*](V. 79) τὸ ἄμαχον, τοσοῦτον τὸ ἀληθινὸν αὐτοῦ ὄνομα ἀγαπῶντι καὶ κατὰ τῶν ἐχθρῶν ἐκείνου τὴν χεῖρα ὁπλίζοντι."
Οὔτω μὲν οὖν τὰ κατὰ τὴν ἑσπέραν οἰκονομήσας ιύτὸς πρὸς τὸ κατεπεῖγον καὶ ὑπόγυιον τὸν κίνδυνον ἀπει- λοῦν ἡτοιμάζετο, ἐγκαρτερῶν ἔτι τῇ βασιλίδι τῶν πόλεων, [*](Β) κοπῶν ὅπως διὰ παντοίας μεθόδου τοῖς εἰς προὖπτον ἐπιἀπεστάη
[*](2. C. 3. μαργάρων C. ἔχουσα ἔνδοθεν τμἠματα Α. 4. τοῦ C, τῶν P, τὸν G. 5. ἐντεθέντα χάρτην G. lege σαρδονύχιον cum Ducangio Gloss. I. p. 147. 6. ἀστεροπελέκιν Α. 7. μακρῦναι et πλατῦναι PG , recte Α. 8. τῆς om. Α. 10. καὶ γαλήνη, ἥλιος PG , alterum Α. vitl. annotat. 11. ἀφανισμὸν C, ὀνειδισμὸν PG, ὀνειδισμὸν καὶ ἀφάνειαν Α. 13. τοσοῦτο G. 16. αὐτὸς om. A. κατεπείγων G. ἀπειλοῦν C, ἁπλοῦν PG. 17. ἐγκαρτερῶν : καὶ τέως ἐν τῇ βὰς. τῶν πολ. ἐγκαρτερῶν ἦν καὶ διὰ παντοίας Α.)κειμένοις ἐχθροῖς ἀντικατασταίη. καὶ· ἔπει, ὡς ὁ λόγος q θασας ἐδήλωσε, τοὺς μὶν ἀθεωτάτους Τούρκους πέρι τὴν Προποντίδα ἑώρα ἐνδιατρίβοντας, τοῦ Σολυμᾶ τῆς ἑῴας ἁπάσης ἐξουσιάζοντος καὶ πέρι· τὴν Νίκαιαν αὐλιζομένου οὖ καὶ σουλτανίκιον ἦν, ὅπερ ἂν ἡμεῖς βασίλειον ὀνομάσαιμεν,) καὶ προνομὰς συνεχῶς ἀποστέλλοντος καὶ ληιζομένου ἅπαντα τὰ τε πέρι τὴν Βιθυνίαν διακείμενα καἰ Θυνίαν, καὶ μέχρις αὐτῆς Βοσπόρου τῆς νῦν καλουμένης Δαμάλεως ἱππηλασίας καὶ ἐπιδρομὰς ποιουμένους καὶ λείαν πολλὴν ἀφαιρουμένους [*](C) καὶ μονονοὺ ὑπεράλλεσθαι καὶ ἀυτῆς ἐπιχειροῦντας τῆς θαλάττης· οὔς οἱ Βυζάντιοι ὁρῶντες ἀφόβως πάντη ἐνδιατρίβοντας έν τοῖς περὶ τὰς ἀκτὰς διακειμένοις πολιχνίοις και ἱεροῖς τεμένεσι , μή τινος ἐκεῖθεν αὐτοὺς ἀπελαύνοντος , ἔντρομοι διὰ παντὸς ὄντες, διηποροῦντο ὅ τι δεῖ διαπράξασθαι· ταῦτα ὁρῶν ὁ βασιλεύς , πολλοῖς κυμαινόμενος λογισμοῖς καἰ πολλὰς λαμβάνων μεταβολὰς καὶ τροπάς , τοῦ κρατήσαντος γίνεται λογισμοῦ καὶ, ὦς ἐνόν , ἔργου εἴχετο. ἀφ' ὧν οὖν ἐξ ὑπογυίου συνειλοχὼς ἦν Ῥωμαίων ἀνδρῶν καί τινων ἀπὸ τοῦ Χώματος ὡρμημένων δεκάρχας προχειρισάμενος κὼ ἐν [*](D) ἀκατίοις ἐνθέμενος, τοὺς μὲν ψιλοὺς τόξα καὶ ἀσπίδα φέροντας μόνον, τοὺς δὲ καἰ ἄλλως θωρήξασθαι εἰδότας κόρυσι τε
[*](4. οὑ γὰρ G. 5. σουλτανίοκη G. 6. ἧος νομὰς G. τὰ om. G. 7, Θινίαν C. 9. δὲ καὶ ἐπιδρομὰς G. ἀφαιρούμενοι C. 10. ἐπισχυροῦντας P, ἐπιχειροῦντας CG. 11. δαλάσσης C. 13. αὐτοῖς G. ἔντρομοι — διηποροῦντο οm. G. 16. κρατίστου G. 21. εἰωθότας coni. Diesterwegius. vid. au- annotat.)καὶ ἀσπίσι καὶ δόρυσι, νύξι πέρι τὰς ἀκτὰς κω τοὺς αἰγιαλοὺς ἐρχομένους λάθρα ἐξάλλεσθαί τε καὶ τοῖς ἀθέοις εἰσπίπτειν ἐκέλευσεν , εἴγε κατανοοῖεν μὴ πολλαπλοῦς τῆς αὐτῶν ποσότητος ἐκείνους εἶναι, κω εὐθὺς παλινοστεῖν ἕκαστος ὅθεν ἔξῄει. ἀπειροπολέμους δὲ πάντῃ γινώσκων αὐτούς , ἐπέσκηπτεν ἀψοφητὶ τὴν τὴν εἰρεσίαν τοῖς ἐρέταις παραγγέλλειν ποιεῖσθαι, φυλαττομένους ἅω καὶ ἀπὸ τῶν ἐν ταῖς ῥωγμαῖς τῶν πετρῶν λοχώντων βαρβάρων. τούτων γοῦν ἐπί τισιν ἡμέραις οὕτω τελουμένων. κατ’ ὀλίγων τῶν πέρι τὴν θάλατταν χωρίων [*](Ρ. 96) ἀνωτέρω ἐχώρουν οἱ βάρβαροι. ὅπερ ὁ αὐτοκράτωρ μεμαθηκώς, τοῖς ἀποσταλεῖσι παρεκελεύετο καταλαβεῖν , ἅπερ ἐκεῖνοι πρώην κατεῖχον πολίχνια καὶ οἰκοδομήματα , καὶ εἴσω τούτων διανυκτερεύειν· πέρι δὲ τὰς ἡλιακὰς αὐγὰς ὁπηνίκα χορταγωγίας χάριν ἢν τινος καὶ ἑτέρας χρείας τοῖς ὑπεναντίοις ξυμνσςινρι ἔξιέναι, ἀθρόον αὐτοῖς ἐπιτίθεσθαι , καὶ εἴ τι κὰτ αὐτῶν δυνηθεῖεν , ἀρκεῖσθαι τούτῳ, κἂν μικρὸν ᾐ, καὶ μὴ [*](Β) πλεῖον ζητοῦντας παρακινδυνεύειν καἰ θάρσος τοῖς ἐχθροῖς ἐν- τεῦθεν διδόναι, ἀλλ’ εὐθὺς ὑποστρέφειν καὶ εἴσω τῶν φρουρίων γίνεσθαι. οὐ πολὺ τὸ έν μέσῳ, καὶ πορρωτέρω αὖθις οἱ βάρβαροι ἐγίνοντο, ὥστε ἀποθαρρῆσαι τὸν αὐτοκράτορα τοῖς τέως πεζοῖς καὶ ἱππάσασθαι κελεῦσαι καὶ δόρυ κινεῖν καὶ πολλοὺς διαύλους ἱππασίας κατὰ τῶν ἐναντίων ποιεῖν, οὐκέτι
[*](V. 80)[*](2. τοῖς add. G. 3. κατανοῖεν P, recte G. 7. ῥοχμαῖς C, voluit ῥωχμαῖς. 9 lege κὰτ· ὀλίγον. 10. ἀνωτέρων C. 15. συμβαίνει CG. 20. fortasse ἀποθαρρήσαντα.)ἐν νυκτὶ οὐδὲ λάθρα ἐμπίπτουσιν, ἀλλὰ καὶ ἡμέρας ἄρτι αὐγαζούσης. καὶ οἱ τέως δεκάρχαι πεντηκοντάρχαι γεγόνασι, [*](C) καὶ οἱ πεζοὶ οἱ καὶ νυκτὸς μετὰ δέους πολλοῦ τοῖς ἐναντίοις μαχόμενοι, ἑωθινοί αὐτοῖς ἐπετίθεντο, καὶ ἡλίου ἐς μεσουράνημα φθάνοντος μετὰ θάρσους λαμπροὺς ξυνίστων πολέμους. οὔτως οὖν τοῖς μὲν εἰς τοὐπίσω προὐχώρει τὰ πράγματα, τῇ δὲ Ῥωμαίων ἀρχῇ ἀναλάμπειν κατὰ μικρὸν τὸν ὑποτυφόμενον τῆς ἐξουσίας σπινθῆρα συνέβαινεν. οὐ γὰρ ἀπὸ τῆς Βοσπόρου μόνον καὶ τῶν τῇ θαλάττῃ παρακειμένων χωρίων ὁ Κομνηὸς αὐτοὺς πόρρω που μάλα ἀπήλασεν, ἀλλὰ καἰ τῶν περὶ Βιθυνίαν καὶ Θυνίαν ἄπασαν καὶ· τῶν τῆς Νικομήδους [*](D) ὁρίων ἐκδιώξας τὰ περὶ εἰρήνην ἀνέπεισε τὸν σουλτάνον μάλα θερμῶς ἐξαιτεῖσθαι. ὡς δὲ τὴν ἀκατάσχετον τοῦ Ῥομπέρτον ὁρμὴν ἐκ πολλῶν ἐβεβαιοῦτο, καὶ ὡς ἀπειροπληθεῖς συναγηοχὼς δυνάμεις ἴδη πρὸς τὴν ἠιόνα τῆς Λογγιβαρδίας ἐγγίζειν ἐπείγεται, ἄσμενος τὸν περὶ εἰρήνης δέψεται λόγον. εἰ γὰρ μηδὲ τὸν Ἡρακλέα πρὸς δύο μάχεσθαι ἐνῆν, ὡς ὁ παροιμιώδης αἰνίττεται λόγος, πολλῷ μᾶλλον νέον ἀρχηγὸν νεωστὶ διεφθορυίας ἐπιδραξάμενον ἤδη ἀρχῆς , κάτα μικρὸν μὲν πρὸ πολλοῦ φθινούσης, εἰς τοὔσχατον δὲ ἤδη ἐληλακυίας, μὴ δυνάμεις, μὴ χρήματα κεκτημένον · προπέ- ποτο γὰρ ἅπαντα ἐν μηδενὶ χρησίμῳ καταναλωθέντα. ἔνθεν
[*](4. ἐς om. G. μεσουράνημα P, μεσουράνισμα CG. 5. συνιστων C, ξυνίστων PG. 7. τὸν G, τὸ P. 11. Θινίαν C. 20. δ' G.)τοι καὶ τοὺς Τούρκους διὰ παντοίας μεθοδου τῆς τε Δαμάλεως [*](Ρ. 97) λεως καὶ τῶν περὶ αὐτὴν παραλίων τόπων ἐκδιώξας, ἄμα δὲ καὶ δώροις δεξιωσάμενος, ἐξεβιάζετο εἰς εἰρῃνικὰς ἀπονεῦσαι σπονδάς, καὶ ὄρον αὐτοῖς τὸν καλούμενον Δράκοντα ποταμὸν δεδωκώς, μὴ ὑπερβαίνειν ὅλως αὐτοῦ, μήτε ποτὲ πρὸς τὰ ὄρια Βιθυνὼν ἐξορμᾷν ἔπεισεν.
Οὔτω μὲν οὖν τὰ περὶ τὴν ἔω κατηύηναστο. καταλαβὼν δὲ τὸ Δυρράχιον ὁ Παλαιολόγος, ταχυδρόμον ἀποστείλας τὰ περὶ τοῦ Μονομαχάτου ἐδήλου, ὅτι τὰ πέρι τὴν ἐκείνου ὔφιξιν μεμαθηκώς, σπουδαίως πρός τε τὸν Βοδῖνον καὶ τὸν Μιχανλᾶν προσεληλύθει. ἐδεδίει γὰρ διὰ τὸ μὴ ὑπακοῦσαι , [*](Β) ἀλλὰ κενὸν ἀποπέμψαι, ὂν πρὸ τοῦ τὴν μελετωμένην ἀποστασίαν εἰς φῶς ἀγαγεῖν ὁ βασιλεὺς Ἀλέξιος πρὸς αὐτὸν ἀποπεπόμφει γραμματοκομιστήν, χρήματα δι’ αὐτοῦ αἰτούμενος, κἂν ὁ βασιλεὺς μηδὲν κατ’ αὐτοῦ ἐνάντιον διενοεῖτο, εἰ μὴ τὴν τῆς ἀρχῆς παράλυσιν διὰ τὴν ἤδη ῥηθεῖσαν αἰτίαν. διαγνοὺς δὲ τὰ κατὰ τὸν Μονομαχάτον ὁ αὐτοκράτωρ, χρυσόβουλλον λόγον πρὸς αὐτὸν ἐξαποστέλλει, πᾶσαν ἀφροντισίαν αὐτῷ παρέχων· ὄν ἐν χερσὶν ἐκεῖνος λαβὼν παλινδρομεῖ πρὸς τὰ βασίλεια. ὁ δὲ Ῥομπέρτος εἰς Ὑδροῦντα παραγενόμενος [*](C) καὶ τὴν ἅπασαν αὐτοῦ ἐξουσίαν καὶ αὐτῆς δὴ τῆς Λογγιβαρδίας τῷ υἱῷ αὐτοῦ Ῥογέρῃ ἀναθέμενος, ἐκεῖθεν ἐξελθών, τὸν
[*](2. δὲ add. A. 3. ἐξεβιάζετο CG, ἐξεβιάσατο P, κατηνάγκασε Α. 5. αὐτοῦ ὅλως Α. 7. οὐν om. A. παρὰ Α. ἑώαν Α. 10. σπουδαῖος G. Hotivvoy CG. καὶ om. Ρ. 17. χρυσοβοίλλου G. 18. ἀφροντησίαν G. 20. Ἱδροῦντα CA. 21. ἦς om. G. Λογγοβαρδίας P. 22. ἐκεῖθεν : πέραν A.)λιμένα τοῦ Bρεντησίου κατέλαβε, κἀκεῖσε τὴν τοῦ εἰς τὸ Δυρράχιον ἔλευσιν μεμαθηκώς, παραχρῆμα έν [*](V.81) τοῖς μείζοσι τῶν πλοίων πύργους δειμάμενος διὰ ξύλων, διὰ βύρσης τούτους περιέστειλε. καί πάντα τὰ πρὸς τειχομαχίαν ἐπιτήδεια ἐν ταῖς ναυσὶν εἰσαγαγὼν σπουδαίως , εἴς τε τοῖς δρόμωνας ἵππους τε καὶ ἐνόπλους ἱππέας εἰσελάσας, καἰ πάν· [*](D) τοθεν τὰ πρὸς πόλεμον ὀ·ξέως μάλα ἐξαρτήσας, διαπερᾶν ηπείγετο. ἐσκόπει γάρ , ὁπηνίκα τὸ Δυρράχιον καταλάβῃ, περιζῶσαι τοῦτο διὰ τῶν ἑλεπόλεων ἀπό τε θαλάττης κὼ πείρου , ἵν ἅμα μὲν καταπλήξῃ τοὺς ἐντός, ἅμα δὲ καὶ πανταχόθεν περιστοιχίσας αὐτούς, ἐξ ἐφόδου τὴν πόλιν αίρήσεται. θόρυβος τοίνυν ἐντεῦθεν τούς τε νησιώτας καἰ τοὺς περὶ τὴν ἠϊόνα τοῦ Δυρραχίου ταῦτα μεμαθηκότας κατέσχε πολύς. ἐπεὶ δὲ κατὰ γνώμην αὐτῷ πάντα ἤδη τετέλεσται , λύσας τὰ πρυμνήσια , τούς τε δρόμωνας καὶ τὰς τριήρεις νῆας καὶ μονήρεις κατὰ τὴν τῶν ναυτικῶν ἐμπειρίαν εἰς πολέμου [*](P. 98) σχῆμα διατυπώσας, σὺν εὐταξίᾳ τοῦ πλόος ἀπεπειρᾶτο. οὐρίου δὲ τυχὼν πνεύματος, τὴν κατὰ τὸν Αὐλῶνα περαίαν κατέλαβε , καὶ τὴν ἠϊόνα παραπλέων, ἀπῆλθε μέχρι Βοθρεντοῦ. κἀκεῖσε ἑνωθεὶς μετὰ τοῦ υἱοῦ αὐτοῦ Βαϊμούντου τοῦ προφθάσαντος περᾶσαι καὶ τὸν Αὐλῶνα ἐξ ἐφέ-
[*](1. Βρεντησίου GA, Βροντησίου C, Βρεντεσίου Ρ. 7. lege ἐξαρτύσας. 10. δὲ om. G. 11. περιστοιχίσας C, περιστοιχήσας PG. 14. γνώμην : νοῦν A. τὰ πάντα Α. ἤδη om. PG, add. CA. 17. ἀταξίᾳ CG. 18. δὲ : τε Α. 19. ᾐόνα A. διαπλέων G. ἀπῆλθε μέχρι Α , ἀπῆλθεν μέχρι χρι C, ἀπῆλθεν ἐν μέχρι PG. 20. βοθρωτοῦ A. βαϊμούνδου GA hic et infra. 21. τοῦ add. G.)δου κατασχεῖν, διχῆ τὸ ἅπαν διελὼν στράτευμα, τὸ μὶν αὐτὸς κατεῖχε, διὰ θαλάττης τὸν ἀπόπλουν ὡς πρὸς τὸ Δυρράχιον ἐθέλων ποιήσασθαι , τοῦ δὲ τὸν Βαϊμοῦντον ἄρχειν ἐπέτρεψε, διὰ ξηρᾶς μέλλοντα πρὸς τὸ Δυρράχιον ὁδεῦσαι. [*](B) καὶ δὴ τὴν Κορυφὼ διελθὼν καὶ πρὸς τὸ Δυρράχιον ἀποκλίνας, κατὰ τὸ ἀκρωτήριον Γλῶσσαν καλούμενον μεγίστῳ κλύδωνι αἴφνης περιπεπτώκει. νιφετὸς γὰρ πολὺς καὶ ἄνεμοι τῶν δρῶν κινηθέντες τὴν θάλατταν σφοδρῶς συνετάραττον. κἀντεῦθεν ἠγείρετό τε τὰ κύματα καὶ ἐπωρύετο, αἰ τε κῶπαι τῶν προσκώπων καθημένων ἐθραύοντο , τά θ' ἱστία διαβιβρώσκοντες ἦσαν οἱ ἄνεμοι, αἰ δὲ κεραῖαι συνθλώμεναι κατὰ τοῦ καταστρώματος ἔπιπτον, καὶ αὔτανδρα ἤδη τὰ σκάφῃ κατεποντίζοντο, κὰν θέρους ὥρα ἦν, τοῦ ἡλίου τὸν καρκὶνον [*](C) ἤδη παρελθόντος καὶ πρὸς τὸν λέοντα ἐπειγομένου, ὁπότε κὼ τὴν τοῦ κυνὸς ἐπιτολὴν εἶναι φασιν. ἐταράττοντο οὖν ἅπαντες ἔξαπορούμενοι, καὶ οὐκ εἶχον ὁ τι καὶ δράσαιεν, πολεμίοις τοιούτοις ἀντικαθίστασθαι μὴ δυνάμενοι. θροῦς δὲ πολύς , ῷμωζον, ἐποτνιῶντο , ἐθεοκλύτουν θεὸν σωτῆρα ἔπι. καλούμενοι, καὶ τὴν ἥπειρον θεάσασθαι ἐπηύχοντο. ὁ δὲ κλύλο δων τέως οὐκ ἐνεδίδου , μηνίοντος ὥσπερ τοῦ θεοῦ πρὸς τὸ τοῦ Ῥομπέρτου ἀκάθεκτον καὶ ὑπέρογκον φρύαγμα καὶ τὸ
[*](D)[*](4. ἐπέτρεψε Α, ἐπέτρεψεν PG. 5. δὴ om. G. 10. καθημένων Α, καθιέντων PG. τὰ δὲ G. 11. οἱ om. G. 12. καταστρώματος : στρατεύματος Α. 15. χοῦν Α. 17. δ' P, δὲ GA. 18. ᾤμοζον PG, recle Α. ἐθεοκλύτουν C. ἐθεοκλτουν PGA. θεὸν καὶ σωτῆρα G. 19. ηὔχοντο Α.)τέλος ἐκ πρώτης ἀφετηρίας οὐκ εὐτυχὲς παραδεικνύοντος ἦδη. τὰ μὶν οὖν τῶν πλοίων σὺν αὐτοῖς πλωτῆρσι κατεποντώθη , τὰ δὲ ταῖς ἀκταῖς προσαραχθέντα συνεθλάσθη. τῶν δὲ περιστελλουσὼν τοὺς πύργους βυρσῶν ὑπὸ τοῦ ὑετοῦ χαλαρωτέρων γεγονυιῶν, οἵ τε ἧλοι τῶν οἰκείων τόπων ἐξέστησαν, [*](V. 83) καὶ τὸ ἐντεῦθεν αἱ βύρσαι βάρος εἰληφυῖαι τοὺς ξυλίνους ἐκείνους πύργους ταχὺ περιέτρεψαν, καὶ καταρραγέντες τὰς ναῦς κατέδυσαν. τὸ δέ γε σκάφος, ἐν ᾦ ὁ Ῥομπέρτος ἡμίθραυστον γεγονὸς μόγις διεσώθη· διεσώθησαν δὲ καί τι- νες τῶν ὁλκάδων σὺν τοῖς πλωτῆρσι παραδόξως. πολλοὺς μὲν [*](P. 99) οὖν ἡ θάλαττα ἀποπτύσασα, οὐκ ὀλίγα δὲ βαλάντια καὶ ἄλλ’ ἄττα ἐξ ὧν τὸ ναυτικὸν τοῦ Ῥομπέρτου συνεπεφέρετο, περὶ τὴν ψάμμον κατέστρωσε. τοὺς μέντοι νεκροὺς οἱ σωθέντες περιστέλλοντες ἔθαπτον , κἀντεῦθεν πολλῆς τῆς ἐκ τούτων δυσωδίας ἐμπίμπλαντο. οὐ γὰρ ἐνῆν αὐτοῖς τοσούτους ῥᾳδίως ἐνσοριάσαι. τῶν οὖν ἐδωδίμων ἁπάντων ἀφανισθέντων, τάχα ἂν καὶ ὑπὸ λιμοῦ διεφθάρησαν οἱ τέως σωθέντες, εἰ μὴ τὰ λήϊα πάντα καὶ οἱ ἀγροὶ καὶ οἱ κῆποι τοῖς καρποῖς ἔβριθον. συνετὰ μὲν οὖν ταῦτα ἦσαν πᾶσι τοῖς φρονοῦσιν ὀρθῶς, τὸν δὲ Ῥομπέρτον [*](Β) οὐδὲν τῶν γεγονότων ἐφόβει, ἀκαταπτοήτως ἔχοντα καὶ
[*](4. ἀπὸ GA. 5. τόπων : ἁρμονιῶν A. 8. γε om. A. 9. διεσώθησαν Α, ἐσώθησαν PG. 11. οὖκ om. Α. θάλαττα C, θάλασσα PGA. ἀποπτύουσα CG, ἀποπτύσασα PA. ἄλλα τὰ libri, correxi. 12. κατέστρωσε περὶ τὴν ψάμμον G. 13. περιστείλαντες ἔθαψαν Α. 15. ἐπίπλαντο Α. lege ἐνεπίμπλαντο. ἐνσωριάσαι PG, recte CA. 16. ἐδοδίμων Ρ. πάντων Α. τάχ' ἂν Α. καὶ om. G. 19. πᾶσι add. CA.)εἰς τοσοῦτον, οἶμαι τὴν ζωὴν ἑαυτῷ διαρκέσαι ἐπευχόμενον, ἐφ’ ὅσον πρὸς οὑς ἐθέλει μάχεσθαι δύναιτο ἄν. ἔνθεν τοι καὶ· τοῦ προκειμένου σκοποῦ τῶν γεγονότων οὐδὲν ἀπεῖρξεν αὐτόν. ἀλλὰ μετὰ τῶν περισωθέντων ἦσαν γάρ τινες οἱ θεοῦ ἀμάχῳ δυνάμει τοῦ κινδύνου ῥυσθέντες) ἑβδόμην ἡμέραν εἰς τὴν Γλαβινίτζαν ἐγκαρτερήσας , ἐφ’ ᾧ αὐτὸν ἀνακτήσασθαι, διαναπαῦσαι δὲ καὶ τοὺς ἐκ τοῦ κλύδωνος τῆς θαλάττης διασωθέντας, φθάσαι δὲ καὶ τοὺς εἰς τὸ Βρεντήσιον καταλειφθέντας καὶ μὴν καὶ τοὺς ἄλλοθεν προσδοκῶ [*](C) μένους διὰ στόλου καταλαβεῖν, τούς τε πρὸ μικροῦ φθάσαντας διὰ τῆς ἠπείρου διαπεραιωθῆναι ἱππέας ἐνόπλους καὶ πεζοὺς καὶ τὸ ψιλὸν τῆς αὐτοῦ δυνάμεως, ἅπαντας συναγηοχὼς διά τε τῆς ξηρᾶς καὶ τῆς θαλάσσης, τὸ Ἰλλυρικὸν πεδιόν κατέλαβε μετὰ πασῶν τῶν αὐτοῦ δυνάμεων. συνῆν δὲ αὐτῷ καὶ ὁ ταῦτά μοι διηγούμενος Λατῖνος, ὡς ἔλεγε πρέσβυς τοῦ ἐπισκόπου Βαρέως πρὸς τὸν Ῥομπέρτον ἀποσταλείς, καὶ ὡς διεβεβαιοῦτο, σὺν τῳ Ῥομπέρτῳ τὴν τοιαύτην διέτριβε πεδιάδα. καἰ δὴ ἐντὸς τῶν ἐρειπωθέντων τειχῶν [*](D) τῆς πάλαι καλουμένης πόλεως Ἐπιδάμνου καλύβας ἐπήγνυντο, το, ἰλαδὸν τὰς δυνάμεις κατατιθέμενοι. ἐν ἐν ᾗ βασιλεύς ποτε Ἠπειρώτης Πυρρὸς Ταραντίνοις ἐνωθεῖς Ῥωμαίοις ἐν Ἀπουληΐᾳ καρτερὸν τὸν πόλεμον συνεστήσατο · καὶ ἀνδροκτασίας
[*](3. τῶν γεγονότων οm. P. 4. περισωθέντων A, σωθέντων PG. 18. ἐριπωθέντων Α. 21. Ταραντῖνος C. 22. τὸν add. Α.)ἐντεῦθεν πολλῆς γεγονυίας, ὡς ἄρδην ἅπαντας ξίφους παρανάλωμα γεγονέναι, γεγονέναι ἄνοικος πάντη καταλέλειπται. ἐν ὑσιέροις δὲ χρόνοις, ὡς Ἕλληνές φασι καὶ αὐτὰ δὴ τὰ ἐν τῇ πόλει γλυπτὰ γράμματα μαρτυροῦσιν, ὑπ’ Ἀμφίονος καὶ Ζήθου [*](Ρ. 100) ἀνοικοδομηθεῖσα εἰς ὁ νῦν ὁρᾶται σχῆμα αὐτίκα καὶ τὴν κλῆσιν μεταμείψασα Δυρράχιον προσηγόρευται. τοσαῦτα μὲν οὑν παριστορείσθω καὶ πέρι ταύτης τῆς πόλεως · καὶ ἡμῖν τὰ τοῦ τρίτου λόγον ἐνταυθοῖ συμπεπεράνθω, τὰ δ' ἐφεξῆς ὁ μετὰ τοῦτον εὐθὺς ἱστορήσειεν.
[*](1. ἐντεῦθεν Α, ἐκεῖθεν PG. ἄπαντας ἄρδην A 4. ἐπ' CG. 6. παραμείψασα G. προσαγορεύεται G. 7 παριστορείσθω C, περιϊστοείσθω PG, προσισιορείσθω A. 8, τοῦ om. G. ἐνταῦθα G. συμπεράνθω G.)Ἡ μὶν οὖν ἤπειρος τὸν Ῥομπέρτον εἶχεν έν αὐτῇ αὐ- [*](P. 102) λιζόμενον, ἑπτὰ κω δεκάτην ἄγοντος τοῦ Ἰουνίου μηνὸς τῆς
[*](V.83)[*](ΑΛΕΞΙΑΔΟΣ βιβλίον δ᾿ GA. a. ἔχοντος G,)τετάρτης ἐπινεμήσεως, μεθ’ ἱππέων καὶ πεζῶν δυνάμεων ἀριθμὸν ὑπερβαινουσῶν, καὶ φοβερὸν ἰδεῖν ἀπό τε τοῦ σχήματος ἀπό τε τῆς στρατηγικῆς καταστάσεως · ἤδη γὰρ ἁπανταχόθεν [*](P. 103) αὖθις συνήθροιστο στράτευμα· ἐν δὲ τῇ θαλάττῃ παντοῖον εἶδος πλοίων μεθ’ ἑτέρων στρατιωτῶν, ἐμπειρίαν πολλὴν τοῦ διὰ θαλάττης πολέμου ἐχόντων , τὸ ναυτικὸν αὐτοῦ διεπλωίζετο. περιστοιχισθέντες οὖν οἱ του Δυρραχίου ἐντὸς ἐξ ἑκατέρου μέρους, θαλάττης φημὶ καὶ ἠπείρου , καὶ ἀπειροπληθεῖς τὰς τοῦ Ῥομπέρτου ὁρῶντες δυνάμεις καὶ πάντα λόγον ὑπερβαινούσας, μεγίστῳ δέει συνείχοντο. ὁ δέ γε Παλαιολόγος Γεώργιος γενναῖος ὢν ἀνὴρ καὶ στρατηγικὴν [*](Β) πᾶσαν ἐξησκημένος , μυρίους δὲ πολέμους ἀγωνισάμενος κατὰ τὴν ἕω καὶ νικητὴς ἀναδειχθείς, ἀκατάπληκτος ὢν τὴν πόλιν κατωχύρου , τάς τε ἐπάλξεις κατασκευάζων κατὰ τὰς ὑποθημοσύνας τοῦ αὐτοκράτορος, καὶ λιθοβόλοις τὰ τείχη καταπυκνῶν μηχανήμασι, τούς τε ἀναπεπτωκότας τῶν στρατιωτῶν ἀνακτώμενος , καὶ σκοποὺς δι᾿ ὅλου καταστήσας τοῦ τείχους. καὶ αὐτὸς δὴ περιπολεύων διὰ πόσης νυκτὸς καὶ ἡμέρας ἐπαγρυπνεῖν τοὺς φυλάσσοντας παρεκελεύετο. τηνικαῦτα δὲ καί διὰ γραμμάτων τὴν τοῦ Ῥομπέρτου ἔφοδον ἐδήλου τῷ αὐτοκράτορι, [*](C) καὶ ὅτι τὴν πόλιν πολιορκήσων τὸ Δυρράχιον οἱ δὲ ἐντὸς ὁρῶντες τὰς ἔξωθεν ἑλεπόλεις καὶ τὸν
[*](2. an φοβερῶν? ἰδὼν G. 3. καὶ ἀπὸ τῆς G. ; γὰρ om. G. 5. παντοίων G. 6. θαλάσσης CA. 7. διεπλωΐζετο C, διεπλοΐζετο PG. vid. annotat. περιστοιχίσαντες C. 12. κατὰ : περὶ C. 13. ἀναδεχθεὶς G. 14. κατὰ : ἦν κατὰ Α. ἔνα· γρυπνεῖν G.)κατασκευασθέντα ὑπερμεγέθη μόσυνα ὑπερανεστηκότα κα; ιὐτῶν τῶν τοῦ Δυρραχίου τειχῶν , βύρσαις τε πανταχόθεν περιπεφραγμένον, καὶ τὰ λιθοβόλα μηχανήματα κατὰ κορυφὴν τούτου ἱστάμενα , τήν τε πᾶσαν περιβολὴν τῶν τειχῶν ἔξωθεν τοῦ στρατοπέδου περιζωσθεῖσαν, καὶ τοὺς ἁπανταχόθεν συρρέοντας συμμάχους πρὸς τὸν Ῥομπέρτον, καὶ τὰς παακειμένας πόλεις ἐξ ἐπιδρομῆς πορθουμένας, καἰ τὰς καλύβας ἐκεῖθεν καθεκάστην πολλαπλασιαζομένας , δέει συνείχοντο, διαγινώσκοντες ἤδη τὸν σκοπὸν τοῦ δουκὸς Ῥομπέρτου, [*](D) θὼς οὐκ ἔπι τῷ πόλεις καἰ χώρας δῃώσασθαι καὶ λείαν πολλὴν ἐκ τούτων συγκομισάμενος αὖθις εἰς Ἀπουληΐαν ἐπαναστρέψαι, ὡς ἁπανταχοῦ διεκηρυκεύετο, τὸ Ἰλλυρικὸν πεδίον κατέλαβεν, ἀλλὰ τῆς ἀρχῆς τῆς Ῥωμαίων βασιλείας ἱμειρόμενος, τὸ Δυρράχιον, ὅ φασιν, ἐκ πρώτης ἀφετηρίας πολιορκῆσαι ἠπείγετο. κελεύει τοίνυν ὁ Παλαιολόγος ἄνωθεν πυθέ- [*](Ρ. 104) σθαι, ὅτου χάριν παραγέγονεν. ὁ δέ φησιν “ὥστε τὸν τῆς [*](V. 84) βασιλείας ἔξωσθέτα Μιχαὴλ τὸν ἐμὸν κηδεστὴν εἰς τὴν ἰδίαν τιμὴν αὖθις ἀποκαταστῆσαι καὶ τὰς εἰς αὐτὸν γεγονυίας ὔβρεις ἐπε·ξελθεῖν καί τὸ ὅλον ἐκδικῆσαι αὐτόν." οἱ δέ φασι πρὸς αὐτόν, ὡς “εἰ τὸν Μιχαὴλ θεασάμενοι γνωρίσομεν προσκυνήσομέν τε εὐθὺς αὐτὸν καἰ τὴν πόλιν παραδῶμεν.’ ταῦτα ἀκούσας ὁ Ῥομπέρτος προστάσσει εὐθὺς τὸν Μιχαὴλ
[*](2. τοῦ om. CG. τε : δὲ G. πανταχοῦ CG. 5. ante τοῦ excidit διὰ. 7. καὶ τὰς καλύβας — πολλαπλασιαζομένας add. P in margine. καθεκάστην om. CG. 10. τῷ : τὸ G. 12. διεκκρυκεύετο P. 17. ἐξωθέντα A. 18. τιμὴν om. A.)λαμπρῶς ἀμφιασθέντα ὑποδειχθῆναι τοῖς τῆς πόλεως οἰκήτορσιν. ἀπαγαγόντες δὲ τὸν τοιοῦτον μετὰ λαμπρᾶς προπομπῆς, [*](Β) παντοίοις ὀργάνοις μουσικοῖς καὶ κυμβάλοις κατακτυπούμενον ὑποδεικνύουσιν. ἅμα δὲ τῷ τοῦτον θεάσασθαι , ἄνωθεν μυρίαις ὕβρεσιν ἔπλυνον, μὴ ἐπιγινώσκειν αὐτὸν ὅλως διισχυριζόμενοι. ὁ δὲ Ῥομπέρτος παρ’ οὐδὲν ταῦτα θέμενος , τοῦ προκειμένου ἔργου εἴχετο. έν ὅσῳ δὲ ταῦτα οἱ τε ἐντός, οἵ τε ἐκτὸς πρὸς ἀλλήλους ἔλεγον , ἄφνω τῆς πόλεως ἐκπηδήσαντές τινες μετὰ τῶν Λατίνων συναίρουσι πόλεμον, καὶ μερικῶς αὐτοὺς καταβλάψαντες αὖθις εἰσῆλθον εἰς τὸ Δυρράχιον. περὶ δέ γε τοῦ συνεφεπομένου μοναχοῦ τῷ Ῥομπέρτῳ διαφόρου γνώμης ἦσαν οἱ πλείους. οἱ μὲν διεκήρυττον τὸ [*](C) οἰνοχόον λέγοντες εἶναι Μιχαὴλ βασιλέως τοῦ Δούκα , οἱ δὲ αὐτὸν ἐκεῖνον διεβεβαιοῦντο τὸν αὐτοκράτορα Μιχαὴλ τὸ τοῦ βαρβάρου συμπένθερον , δι’ ὃν καὶ τὸν πολὺν ανείλετο πόλεμον, ὥς φασιν · ἔνιοι δὲ διενίσταντο ἀκριβῶς εἶδέ ὅτι σκῆψις ἦν τὸ ὅλον τοῦ Ῥομπέρτου. οὐ γὰρ αὐτόμολος εἰς αὐτὸν ἐκεῖνος ἐληλύθει, ἀλλ’ ἐπεὶ ἀπὸ ἐσχάτης πενίας καὶ τύχης ἀφανοῦς διὰ δραστηριότητα φύσεως καὶ φρονήματι ὄγκον πασῶν τῶν κατὰ τὴν Λογγιβαρδίαν πόλεων καὶ χωρῶν καὶ αὐτῆς τῆς Ἀπουληΐας ἐγκρατὴς γεγονὼς κύριον ἑαυτὸν κατέστησεν ὡς ὁ λόγος ἄνωθεν φθάσας ἱστόρησε, μετ᾿ οὐ
[*](1. ἀμφιασθῆναι καὶ CG. 2. καὶ ἀπαγαγόντες τοῦτον Α. τὸ τοιοῦτον C et in margine P, τοῦτον PGA. vid. annotat. πομπῆς A. 4. ὑποδείκνυσιν G. μυρίοις C. 5. ἐπέπλυνον CG. 7. ἐντὸς καὶ ἐκτὸς CA. 8. διέλεγον Α. 11. τοῦ om. G. 18. ἐκεῖνον CG. 19. τῆς φύσεως G. 22. ὁ om. G.)πολὺ εἰς ἔφεσιν πλειόνων ἐλθών, ὁποία ταῖς ἀκορέστοις ἐγγί- [*](D) γνεσθαι εἴωθε ψυχαῖς, τῶν κατὰ τὸ Ἰλλυρικὸν διακειμένων πόλεων δεῖν ἔγνω ἀποπειρᾶσθαι καὶ οὔτως, εἰ εὔοδα αὐτῶ τὰ πράγματα γένοιτο, τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι. κω γὰρ πᾶς φιλοχρήματος, ἐπειδὰν ἀρχῆς δράξοιτο γαγγραίνης [*](P. 105) οὐδὲν διενήνοχεν, ἥτις ἐπειδὰν σώματος ἐπιλάβοιτο, οὐδαμῶς ἵσταται, μέχρις ἂν τὸ ὅλον διαπορευομένη λυμήνηται.
Ὁ δὲ αὐτοκράτωρ πάντα διὰ γραμμάτων τοῦ Παλαιολόγου ἀναδιδαχθείς, καὶ ὅτι κατὰ τὸν Ἰούνιον μῆνα διαο περάσας ὡς ὁ λόγος φθάσας ἐδήλωσε,) καὶ τοσούτω κλύδωνι καὶ ναυαγίῳ κατασχεθεὶς καὶ οἵᾳ θεομηνίᾳ περιπεσών, οὐχ ὑπεστάλη, ἀλλὰ τὸν Αὐλῶνα μετὰ τῶν δὺν αὐτῶ συνελθόντων ἐξ ἐφόδου κατέσχε, καὶ ὅπως αὖθις ἁπανταχόθεν ἀπειροπληθεῖς δυνάμεις ἐς αὐτὸν συρρέουσι νιφάσιν ἐοικυῖαι χειμερίῃσι, καὶ οἱ κουφότεροι τὸν ψευδώνυμον ἐπ’ ἀληθείας [*](Β) Μιχαὴλ εἶναι τὸν βασιλέα πιστεύοντες προσέρχονται τῷ Ῥομπέρτῳ, [*](V. 85) ἐδεδίει πρὸς τὸ τῆς ὑποθέσεως ἀποβλέπων μέγεθος. ναὶ τὰς ὑπ᾿ αὐτὸν δυνάμις μηδὲ τὸ πολλοστὸν τῶν τοῦ Ῥομπέρτου σωζούσας κατανοῶν , δέον ἔκρινεν ἐκ τῆς ἑῴας τοὺς Τούρκους μετακαλέσασθαι , καὶ τηνικαῦτα περὶ τούτου δηλοῖ τῷ σουλτάνῳ. ἀλλὰ καὶ τοὺς Βενετίκους προσκαλεῖται δι’ ὑποσχέσεων κω δώρων , ἀφ’ ὦν, ὥς φασι, καὶ τὸ βένετον
[*](2. εἴωθε γίγνεσθαι G, εἴωθε γίνεσθαι C. τὸ om. G. κατὰ οὐδὲν C. 8. αὐτοκράτωρ : βασιλεὺς Α. γραμμάτων: γραφῶν Α. 9. ἀναδιδαχθεὶς : ἀναμαθὼν A. 16. τὸν βασιλέα εἰναι Α. 19. τοὺς add. Α. 21. σουλτὰν G.)χρῶμα ἐν ταῖς ἱππικαῖς ἁμίλλαις Ῥωμαίοις ἐξεύρηται, ) τὰ μὲν ἐπαγγειλάμενος, τὰ δὲ καὶ προτείνων ἤδη, εἰ μόνον θελήσαιεν [*](C) τὸ ναυτικὸν ἁπάσης τῆς χώρας αὐτῶν ἐξοπλίσαι καὶ τάχιον εἰς τὸ Δυρράχιον καταλαβεῖν, ἐφ’ ᾦ τοῦτο μὶν φυλάξαι, μέτα δὲ τοῦ στόλου τοῦ Ῥομπέρτου καρτερὸν συστήσασθαι πόλεμον. καὶ εἰ κατὰ τὰ διαμηνυθέντα αὐτοῖς ποιήσαιεν, εἴτε θεοῦ ἐπαρήγοντος τὴν νικῶσαν σχοῖεν , εἴτε ὁποῖα συμβαίνειν εἴωθεν,) ἡττηθεῖεν , ἐκεῖνα αὐτὰ λήψονται κατὰ τὰ ὑπεσχημένα, ὥπερ εἰ κατὰ κράτος ἐνίκησαν. ἀλλὰ καὶ ὁπόσα τῶν θελημάτων αὐτῶν μὴ ἐπισφαλῆ τῇ τῶν Ῥωμαίων ἀρχῇ εἶεν , ἀποπληρωθήσονται διὰ χρυσοβούλλων λόγων ἐμπεδωθέντα. οἱ δὲ τούτων ἀκούσαντες πάντα ὅσαπερ ἤθελον αὐθις [*](D) διὰ πρέσβεων ἐξαιτησάμενοι , τὰς ὑποσχέσεις βεβαίας λαμβάνουσι. τηνικαῦτα τοίνυν στόλον εὐτρεπίσαντες διὰ παντοίου εἴδους πλοίων , τὸν πρὸς Δυρράχιον ἀπόπλουν ἐποιοῦντο σὺν εὐταξίᾳ πολλῇ. καὶ πολλοὺς κελεύθους διανη·ξάμενοι, κατέλαβον τὸ ἐπ’ ὀνόματι τῆς ὑπεραμώμου θεοτόκου πάλαι ἀνοικοδομηθὲν τέμενος εἰς τόπον Παλλία καλούμενον ἀπέχοντα τῆς παρεμβολῆς τοῦ Ῥομπέρτου, ἔξωθεν τοῦ Δυρραχίου κειμένης, ὡσεὶ σταδίους ὀκτωκαίδεκα. θεασάμενοι δὲ τὸ ναυτικὸν [*](P. 106) τοῦ Ῥομπέρτου ἐκεῖθεν τῆς πόλεως Δυρραχίου
[*](1. ἁμίλλαις om. Α. Ῥωμαίων G. 4. εἰς om. G. 6. διαμηνυθέντα C, μηνυθέντα PG. 11. ἀποπληρωθήσεται C, ἀποπληρώσονται G, ἀποπληρωσήσονται A, 14. τοίνυν A et in margine γοῦν PG. 15. πλοίων πρὸς τὸ Δυρράχιον Α. 16. πολλοὺς: lege πελάγους. vid. anuotat. 17. ὑπεραμώμου: ὑπερα- γίας Α. 20. σταδίοις G. δὲ : καὶ G, om. Α.)εἴδει πολεμικῶν ὀργάνων περιπεφραγμένον, ἀπεδειλίασαν πρὸς τὸν πόλεμον. μεμαθηκὼς δὲ τὴν τούτων ἔλευσιν ὁ Ῥομπέρτος, πέμπει τον υιον αὐτου Βαιμουντον πρὸς αὐτοὺς μετὰ στόλου, μηνύων εὐφημῆσαι τὸν βασιλέα Μιιχαὴλ καὶ αὐτὸν τὸν Ῥαμπέρτον. οἱ δὲ εἰς νέωτα τὴν εὐφημίαν ἀνήρτων. ἑσπέρας δὲ καταλαβούσης, ἐπεὶ οὐκ ἐνῆν αὐτοῖς ταῖς ἀκταῖς προσπελάσαι, νηνεμίας οὔσης, συναρτήσαντες τὰ μείζονα τῶν πλοίων καλωδίοις τε δεσμήσαντες καὶ τὸν λεγόμενον πελαγολιμένα συναπαρτίσαντες, πύργους τε ξυλίνους ἐν τοῖς ἰστοῖς αὐτῶν οἰκοδομήσαντες, διὰ καλωδίων ἀνήγαγον ἐν αὐτοῖς [*](Β) τὰ ἑκάστῳ αὐτῶν συνεφεπόμενα μικρὰ ἀκάτια. ἐντὸς δὲ τἄν τοιούτων ἄνδρας ἐνόπλους εἰσαγαγόντες , ξύλα τε παχύτατα εἰς μέρη διατεμόντες, οὐκ εἰς πλεῖον πήχεως ἑνός , σιδηρέους ἥλους ἀυτῶν ἐμπήξαντες ἐν αὐτοῖς, τὴν τοῦ Φραγγικοῦ στόλου ἐξεδέχοντο ἔλευσιν. ἡμέρας δὲ ἤδη αὐγαζούσης , καταλαμβάνει ὁ Βαϊμοῦντος τὴν εὐφημίαν ἐξαιτούμενος. τῶν δὲ εἰς τὸν πώγωνα αὐτοῦ ἐφυβρισάντων, τοῦτο ὁ Βαϊμοῦντος μὴ ἐνεγκών, αὐτὸς πρῶτος κατ’ αὐτῶν ἐξορμήσας , τοῖς μεγί- [*](V. 86) στοις τῶν αὐτῶν πλοίων προσεπέλασεν, εἰτα καὶ ὁ λοιπὸς [*](C) στόλος. καρτεροῦ δὲ πολέμου συρραγέντος, ἔπει ὁ Βαϊμοῦντος καρτρώτερον αὐτοῖς ἐπεμάχετο, ἕν τῶν εἰρημένων ξύλωρ
[*](3. Βαϊμοῦνδον G A hic et infra. 5. ἀνήργουν A. 6. ἐνῆν : ἧν Α. 7. οὐκ οὐσης coni. Hoescliol. vid. annotal. συναρτίσαντες A. 10. ἱστίοις libri, correxit Wilken. Hist. Comn. p. πήξαντες 12. τῶν τοιούτν: τούτων G. 13. πήχεος GA 14. πήξαντες G. 16. αἰτούμενος A. 21 καρτερώτατον Α ἀπεμάχετο Α.)ἄνωθεν ῥίψαντες, εὐθὺς διέτρησαν τὴν ναῦν, ἐν ᾗ ὁ Βαϊμοῦντος ἐτύγχανεν ὤν. ὡς δὲ ἀναρροιβδήσαντος τοῦ ὕδατος καταποντίζεσθαι ἔμελλεν , οἱ μὲν ἐξερχόμενοι τῆς νεῶς, ἔξ οὗπερ ἔφυγον , εἰς τοῦτ’ αὐτὸ ἐνέπιπτον καὶ ἐβυθίζοντο , οἱ δὲ μετὰ τῶν Βενετίκων μαχόμενοι ἀνῃρέθησαν· ἐκεῖνος δὲ εἰς κίνδυνον ἤδη ἐληλακώς, εἰς έν τῶν αὐτοῦ πλοίων εἰσπηδήσας, εἰσεῖσιν. ἐπὶ πλέον δὲ θαρρήσαντες οἱ Βενέτικοι καὶ [*](D) τὴν κατ’ αὐτῶν μάχην θαρραλεώτερον συνάψαντες καὶ τελείως κατατροπωσάμενοι τούτους, ἐδίωξαν ἄχρι τῆς τοῦ Ῥομπέρτου σκηνῆς. ἅμα δὲ τῷ τῇ χέρσῳ πελάσαι , εἰσπηδήσαν- τες ἄλλον πόλεμον μετὰ τοῦ Ῥομπέρτου συνάπτουσι. τούτους θεασάμενος ὁ Παλαιολόγος, ἐξελθὼν καὶ αὐτὸς ἀπὸ τοῦ κάστρου Δυρραχίου μαχόμενος ἥν μετ᾿ αὐτῶν. καρτεροῦ γοῦν γεγονότος πολέμου καὶ μέχρι τῆς Ῥομπέρτου παρεμβολῆς φθάσαντος, ἐκεῖθεν ταύτης πολλοὶ ἐδιώχθησαν, πολλοὶ δὲ καὶ παρανάλωμα ξιφῶν γεγόνασιν. οἱ δὲ Βενέτικοι λείαν πολλὴν ἀφελόμενοι, εἰς τὰ ἴδια πλοῖα παλινοστήσαντες εἰσῄεσαν [*](P. 107) ὁ δὲ Παλαιολόγος εἰς τὸ κάστρον αὖθις εἴσεισιν. ἡμέρας γοῦν τινὰς οἱ Βενέτικοι διαναπαυσάμενοι , ἀποστέλλουσι πρὸς τὸν βασιλέα πρέσβεις διαμηνύοντες τὰ γεγονότα. ὁ δὲ φιλοφρονησάμενος αὐτούς, ὡς εἰκός, καὶ μυρίων εὐεργεσιῶν ἀξιώσας ἀπέλυσεν, ἀποστείλας μετ’ αὐτῶν χρήματα ἱκανὰ πρός τε τὸν δσῦκα Βενετίας καὶ τοὺς ὑπ’ αὐτὸν ἄρχοντας.
[*](3. ἔμελλεν Α, ἔμελλον PG, 4. οὑπερ CA , ἧσπερ P , ᾐπερ G. τοῦτο αὐτὸ Α. 5. ἀνῄρουντο Α. 6, ἐληλαχηκὼς G. 18. αὖθις A, εὐθὺς PG. 22. στείλας Α.)Ὁ δὲ Ῥομπέρτος μαχιμώτατος ὤν, δεῖν ἔγνω μὴ ἀφίστασθαι τοῦ πολέμου, ἀλλὰ καρτερῶς μάχεσθαι. χειμῶνος δὲ ὄντος οὐκ ἦν αὐτῷ τὰ πλοῖα εἰς τὴν θάλασσαν καθελκύσαι· ἀπεῖργε δὲ καὶ τοὺς ἀπὸ Λογγιβαρδίας ἐρχομενους [*](Β) καὶ τοὺς τά πρὸς χρείαν αὐτῷ ἐκεῖθεν κομίζοντας ὅ τε Ῥωμαϊκὸς καὶ ὁ τῶν Βενετίκων στόλος, τὸν ἀναμεταξὺ πορθμὸν ἐπιμελῶς τηροῦντες. ὡς δὲ τὸ ἔαρ ἤδη παρῆν καὶ ὁ θαλάτ- τιος κλύδων ἐπέπαυτο, πρῶτον μὲν οἱ Βενέτικοι λύσαντες τὰ πρυμνήσια κάτα τοῦ Ῥομπέρτου ἐξώρμησαν· ἐχομένως δὲ οτούτοις ὁ Μαύριξ μετὰ τοῦ Ῥωμαϊκοῦ ἀπέπλευσε στόλου. καὶ συναίρεται πόλεμος ἐντεῦθεν βαρύτατος, καὶ οἱ τοῦ Ῥομπέρτου τὰ νῶτα διδόασιν. εἶτα δεῖν ἔγνω ὁ Ῥομπέρτος ἅπαντα τὸν αὐτοῦ στόλον ἑλκύσαι εἰς τὴν χέρσον. οἱ δὲ νησιῶται καὶ τὰ παρὰ θάλατταν τῆς ἡπείρου πολίχνια καὶ ὁπόσοι ἄλλοι [*](C) φόρους παρεῖχον τῷ Ῥομπέρτῳ, τεθαρρηκότες διὰ τὰ συμπεσόντα αὐτῷ, οὐχ ἑτοίμως τὰ ἐπιτεθέντα βάρη ἐδίδουν, τὴν αὐτοῦ κατὰ θάλατταν μαθόντες ἧτταν. δεῖν οὖν οὖν ἔγνω πλείονι περιεργίᾳ πολέμου χρήσασθαι καὶ διά τε καὶ ἡπείρου μάχεσθαι. ἐπεὶ δὲ οὐκ ἐνῆν τὰ κατὰ γνώμην εἰς ἔργον προάγειν, δεδιὼς τὸ ναυάγιον, ἀνέμων μεγάλων τηνικαῦτα πνεόντων, ἐγκαρτερήσας ἔπι δυσί μησὶ πρὸς τὸν
[*](3. οὐκ ἑ . . . . . . πλοῖα A an ἐνῆν? 7. τὸ om. G. 10. μάβριξ A. μετὰ Α, κατὰ PG. τοῦ om. A. 12. διδόασι καὶ περὶ τὸν γλυκὺν ποταμὸν ηὐλίσαντο. ἐπεὶ δὲ καἰ οἱ ἐκ τοῦ δυῤῥαχίου ἀπεῖργον χορταγωγίας χάριν Α. 20. προάγειν C, ἄγειν PG. 2. μησὶ δυσὶ G.)λιμένα τῆς Ἱεριχὼ ηὐτρεπίζετο, βουλόμενος ἀπό τε τῆς θα- [*](D) λάττης καὶ τῆς ἠπείρου μάχεσθαι, καὶ τὰ τῆς μάχης ἐξήρτυεν. [*](V. 87) ὁ δὲ στόλος ὅ τε Βενέτικος καὶ ὁ Ῥωμαϊκός, ὡς ἐνόν, τὸν πορθμὸν ἐτήρει, καὶ ὁπηνίκα μικρὸν ἡ θάλασσα τοῖς βουλομένοις πλεῖν νῶτα ὑπεῖχε, τοὺς ἔκειρεν πρὸς τὸν Ῥομπέρτον ἐπιχειροῦντας διαπερᾷν ἀπεῖργεν. ὡς δὲ οὐδ᾿ ἄπο τῆς ἠπείρου ῥοῦ ῥᾳδίως ἐνῆν τὰ πρὸς χρείαν κομίζεσθαι περὶ τὸν Γλυκὺν ποταμὸν αὐλιζομένοις αὐτοῖς, τῶν ἐκ τοῦ Δυρραχίου ἀπειργόντων τοὺς χορταγωγίας χάριν ἢ συγκομιδῆς ἑτέρῳ [*](P. 108) ἐξιόντας τῆς τοῦ Ῥομπέρτου ταφρείας, λιμώττειν ἐντεῦθεν τούτοις συνέβαινεν ἀλλὰ καὶ τὸ ἄηθες τοῦ τόπου μεγάλως αὐτοὺς ἐλυμαίνετο. διὰ παραδρομῆς τοίνυν μηνῶν τριῶν ὡς λέγεται, φθορὰ γέγονεν ἀνδρῶν εἰς χιλιάδας δέκα συμποσουμένων. ἡ δὲ νόσος αὕτη καὶ τὰς μετὰ τοῦ Ῥομπέρτου ἱππικὰς δυνάμεις καταλαβοῦσα, πολλοὺς διέφθειρεν. ἀπὸ μὲν γὰρ τῶν ἱππέων κόμητες καὶ λογάδες ἀλκιμώτατοι ἄνδρες μέχρι τῶν πεντακοσίων νόσου καὶ λιμοῦ παρανάλωμα γεγόνασι, τῆς δὲ χθαμαλωτέρας τύχης ἱππεὶς ἀναρίθμητοι. τῶν δὲ πλοίων αὐτοῦ εἰς τὸν Γλυκὺν ἐνορμισθέν- [*](Β) των ποταμόν, ὡς εἴρηται, τούτου ὀλιγωθέντος διὰ τὴν ἀνυδρίαν, ἤδη μετὰ τὸν χειμῶνα καἰ τὸ ἐπιγεγονὸς ἔαρ τοῦ
[*](3. τε om. CG. 6. διαπερᾷν ἀπεῖργεν δὲ P, διαπερᾷν. δὲ G, recte C. 7. περὶ: πρὸς CG. 9. συγκομιδῆς καὶ τέρας χρείας ἐξιόντας Α. 10. τοῦ om. Α. ταφρίας A. 12. τριῶν μηνῶν A. 13. ποσουμένων CAG. 15. πολλὰς A. 16. μὶν om. A. 19. τὸ δὲ πλοῖον αὐτῶν A. Γλυκὴν P. ἐνορμισθέντες A. 21. μετὰ τὸν — ὁπόσον ταῖς om. CG.)ρέους θερμότερον ἐπιβάλλοντος, καἰ μηδ’ ὁπόσον ταῖς χαράδραις εἴωθε καταρρεῖν ὕδωρ ἔχοντος, ἐν ἀμηχανίᾳ ἠν, μὴ δυνάμενος αὖθις αὐτὰ εἰς τὴν θάλασσαν ἑλκύσαι. ἀλλ’ οἶα μηχανικώτατος ὢν καὶ βαθύνους ἀνήρ, πασσάλους ἑκατέρωθεν ἐκέλευε πήγνυσθαι τοῦ ποταμοῦ, παμμεγέθη δὲ τοὺτους διὰ λύγων πυκνῶν, εἶτα δένδρη παμμεγέθη κόπτοντας ῥιζόθεν ὄπισθεν αὐτῶν καταστρωννύειν, ψάμμον ἐπιπάττοντας ἄνωθεν, ὡς εἰς ἕνα τὸ ὕδωρ συλλείβεσθαι τόπον, ὥσπερ εἰς διώρυχα μίαν τὴν ἐκ τῶν πασσάλων γεγοο νυῖαν συναθροιζόμενον. καὶ κατὰ μικρὸν ἀναλιμνάζον τὸ [*](C) ὕδωρ τὴν κρηπῖδα πᾶσαν ἐπλήρου τοῦ ποταμοῦ καὶ εἰς βάθος ἀξιόλογον ἤρχετο, ἕως τὰς ναῦς ἀνεκούφισε καἰ τὰς τέως ἐρηρεισμένας νῆας τῇ γῇ ἀνέσχε τε καὶ ἀκρόπλους ἐποίησε. καὶ τὸ ἀπὸ τοῦδε εὐπλοΐας ἐπιδραξάμενα τὰ πλοῖα, εὐκόλως πρὸς τὴν θάλασσαν εἱλκύσθησαν.
Μεμαθηκὼς δὲ τὰ κατὰ τὸν Ῥομπέρτον ὁ αὐτοκράτωρ, παραχρῆμα διὰ γραφῆς τῷ Πακουριανῷ τὴν αὐτοῦ ἀκάθεκτον ὁρμὴν παρίστησι καὶ ὅπως τὸν Αὐλῶνα κατέλαβε, μὴ πεφροντικὼς ὅλως τῶν συμπεσόντων αὐτῷ δεινῶν κατ’ ἤπειρόν [*](D) τε καὶ θάλατταν μήτε τῆς ἥττης ἐκείνης, ἣν ἐκ πρώτης, ὅ φασιν, ἀφετηρίας ἐπεπόνθει· καὶ ὡς χρὴ μὴ μέλλειν, ἀλλὰ θᾶττον τἀς δυνάμεις ἐπισυναγαγόντα ἑνωθῆναί
[*](6. δένδρα Α. 7. ὄπισθεν — τόπον om. CG. 9. post γεγονυῖαν add. G ὡς εἰς ἵνα τὸ ὕδωρ συλλείβεσθαι τόπον. 13. νῆας om. A. 14. εὐπλοίας Α. 16. τὸν add. CA. 18. κατελάβετο G. 19. αὐτῷ add. CG. 20. τῆς om. G.)οἱ. ταῦτα μὲν οὖν πρὸς τὸν Πακουριανόν. αὐτὸς δὲ παραυτίκα ἔξεισι τῆς Κωνσταντίνου εἰς μῆνα Αὔγουστον τῆς τεταρ- [*](P. 109) της ἐπινεμήσεως, τὸν Ἰσαάκιον εἰς τὴν μεγαλόπολιν κατλιπών, ἐφ’ ᾧ τὰ κάτα τὴν πόλιν ἑδράζεσθαι, καὶ εἴπου τινὲς λόγοι ἀπᾴδοντες ἐξ ἐχθρῶν ἐξακούοιντο, ὁποῖα εἴωθεν, αὐτον διασκεδάζειν τε καὶ φρουρεῖν τὰ βασίλεια καἰ τὴν πό- [*](V. 88) λιν, ἅμα καἰ τὸ τῶν γυναικῶν φιλοπενθὲς ἀνακτώμενον τὸ δέ γε εἰς τὴν μητέρα ἧκον, οὐδεμιᾶς, ὡς οἶμαι, βοηθείας ἐδεῖτο, ῥωμαλαιοτάτης καθισταμένης ἐκείνης καὶ ἄλλως μεταχειρίζεσθαι τὰ πράγματα δεξιωτάτης. τοιγαροῦν τὸ γράμμα ὁ Πακουριανὸς ἀνελίξας, τηνικαῦτα ὑποστράτηγον προχειρίζεται Νικόλαον τὸν Βρανᾶν, ἄνδρα γενναῖον καὶ πολλὴν ἐμ- [*](Β) πειρίαν ἔχοντα περὶ τὰ πολεμικά· ὁ δὲ μετὰ τοῦ ὁπλιτικοῦ παντὸς καὶ τῶν μείζονος τύχης τῆς Ὀρεστιάδος σπουδαίως ἔξεισιν, ἑνωθῆναι τῷ βασιλεῖ ἐπειγόμενος. ἐφθακὼς δὲ καἰ ὁ αὐτοκράτωρ εὐθὺς εἰς πολέμου σχῆμα τὸ ὁπλιτικὸν ἅπαν κατέστησεν, ἡγεμόνας τῶν λογάδων ἐπιστήσας ἄνδρας γενναιοτάτους, παρακελευσάμενος οὕτω τῆς ὁδοιπορίας ἔχεσθαι, οὑπερ ὁ τόπος αὐτοῖς τοῦτο δίδωσιν, ἵνα τὸ σχῆμα τῆς παρατάξεως διαγνόντες καὶ τὸν ἔδιον ἕκαστος γνωρίσας τόπον, ἐν τῷ καιρῷ τῆς μάχης ἀσύγχυτοι μένωσι, καὶ μὴ ῥαδίως μεταφέροιντο καὶ ὡς ἔτυχεν. ἐξῆρχε μὲν οὖν τοῦ τῶν ἐἐξκου-
[*](1. παραυτίκα CA, αὐτίκα PG. 3. τετάρτης ἐπινεμήσεως . καὶ τὰ ταγματα συναθροίσας καὶ καταστήσας, πανστρατὶ κάτα τοῦ ῥομπέρτου ἐξώρμησε A. 5. ἐπᾴδοντες CG. ἐπακούοιντο G. 7. ἄμα δὲ καὶ G. 9. lege ῥωμαλεωτάτης. 18. παρακελευόμενος CG. 22, ἐξουβιτῶν libri, correxit Ducaug, Gloss. Ι. p. 404.)βίτων τάγματος Κωνσταντῖνος ὁ Ὦπος, τῶν Μακεδόνων ὁ [*](C) - Ἀντίοχος, τῶν Θετταλῶν δὲ Ἀλέξανδρος ὁ Καβασίλας, ὁ δέ γε Τατίκιος καὶ μέγας τῷ τότε πριμικήριος τῶν περὶ τὴν Ἀχριδὼ οἰκούντων Γούρκων ἡγεμόνευε, γενναιότατος ὢν καὶ ἀκατάπληκτος ἐν μάχαις, οὐκ ἐλευθέρας μὲν ὢν τύχης ἐκ προγόνων· καὶ γὰρ ὁ πατὴρ αὐτοῦ Σαρακηνὸς ὢν ἐκ· προνομῆς περιῆλθε τῷ πρὸς πατρὸς ἐμῷ πάππῳ Ἰωάννῃ τῷ Κομνηνῷ. τῶν δέ γε Μανιχαίων πρὸς τοῖς ὀκτακοσίοις εἰς δισχιλίους ποσουμένων ἡγεμόνες ἦσαν ὁ Ξαντᾶς καὶ ὁ Κουλέων, τῆς αὐτῆς αἱρέσεως καὶ οὗτοι· ἄνδρες ἅπαντες οὗτοι μαχιμώτατοι καὶ αἵματος ἀπογεύσασθαι τῶν ἐχθρῶν καιροῦ καλοῦντος ἑτοιμότατοι, καὶ πρός γε ἔτι καὶ ἰταμοὶ καἰ ἀναίσχυντοι· [*](D) τῶν δέ γε οἰκειοτέρων αὐτῷ (βεστιαρίτας ἡ καλεῖ,) καὶ τῶν Φραγγικῶν ταγμάτων ὁ Πανουκωμίτης καὶ Κωνσταντῖνος ὁ Οὐμπερτόπουλος, ἐκ γένους τὴν ἐπωνυμίαν λαχών. οὕτως οὖν τὰ τάγματα καταστήσας, πανστρατὶ στρατὶ κατὰ τοῦ Ῥομπέρτου ἐξώρμησε. συναντήσας δέ τινι ἐκεῖθεν ἐξερχομένῳ, περὶ τῶν κατὰ τὸ Δυρράχιον πυθόμενος σαφέστερον ἐμεμαθήκει, ὅτι ὁ Ῥομπέτος κινήσας πάντα
[*](P. 110)[*](2. Θετταλῶν δὲ Ἀνδρόνικος ἡ Ἀλέξανδρος PG, Ἀνδρ. ἢ om. F, om. C. 3. τὴν FP, τῶν G. Ἀχριδὼ FC, Ἀχριδῶν PO 5. μὲν: δὲ τας teru(??) καῶν τῆς F. 15. Ουμπερτοπολος PG, recte C. 16. λαβων PG, λαχὼν FC. 18. ἐρχομένῳ A. 19. μεμαθήκει A. νικήσας PG, κινήσας FA et lu margiue Ρ.)τὰ πρὸς τειχομαχίαν ἐπιτήδεια ὄργανα τοῖς τείχεσι προσεπέλασεν. ὁ δὲ Παλαιολόγος Γεώργιος διὰ πάσης νυκτὸς καὶ ἡμέρας πρὸς τὰς ἔξωθεν ἐλεπόλεις καἰ τὰ μηχανήματα ἀντικαθιστάμενος καὶ ἀπαγορεύσας ἤδη καὶ τὰς πύλας ἀναπετάσας καὶ ἐξελθὼν μετ’ αὐτὸν καρτερὸν συνεστήσατο πόλεμον. καὶ καιρίως ἐν διαφόροις τοῦ σώματος τόποις ἐπλήγη, καὶ μᾶλλον περὶ τòν κρόταφον, βέλους διελθόντος. ὁ βιαζόμενος ἐξελεῖν καὶ μὴ δυνηθεὶς, μετακαλεσάμενός τινα τῶν ἐμπείρων, περιεῖλε τὰ ἄκρα, τόν τε στύρακά φημι καὶ οὑ [*](B) τὸ βέλος πτερύσσεται, τὸ δ’ ἐπίλοιπον μέρος τῷ τόπῳ τῆς πληγῆς ἐναπέμεινε. δεσμήσας δὲ τὴν κεφαλήν ὡς ὁ καιρὸς ἐνεδίδου, αὖθις ἐς μέσους τοὺς ἐναντίους ἑαυτὸν ὠθήσας, μαχόμενος μέχρι δείλης ἑσπέρας ἀκλόνητος ἕστατο. ταῦτα ἀκηκοὼς ὁ βασιλεὺς καὶ διαγνοὺς ἀρωγῆς ταχείας τοῦτον δεῖσθαι, ἐπέτεινε τὴν ὁδοιπορίαν. καταλαβὼν δὲ τὴν Θεσσαλονικήν, διὰ πολλῶν ἐπὶ πλέον τὰ κατὰ τὸν Ῥομπέτον ἐβε- [*](V. 89) βαιοῦτο. καὶ γὰρ ἕτοιμος ὢν ὁ Ῥομπέτος καὶ γενναίους μὲν παρετοιμάσας στρατιώτας, πολλὴν δὲ καὶ ὕλην κατὰ τὴν πεδιάδα συναθροίσας τοῦ Δυρραχίου, τὴν παρεμβολὴν κατέ- [*](C) θετο ὡσεὶ τόξου βολὴν τῶν τειχῶν τούτου ἀπέχουσαν· πολ-
[*](2. Γεώργιος om. Α. 3. τὰς: τὰ A. ἔξωθεν om. G. τὰ om. G. 4. ἤδη καὶ om. Α. 5. αὐτὸν P, αὐτῶν CG. lege αὐτοῦ. συνέστησε C, ἐνεστήσατο G. ἁ. μεταπεμψάμενος A. 11. δὲ: οὖν Α. 12. ἐδίδου CG, alteniin PA. καὶ αὖθις coni. Hoeschel. 15. ἐπέτεινε CA, ἐπιτείνει G, ἐπέτειγε P. 16. τὰ κάτα τὸν Ρομπ. ἐπὶ πλέον P, altero oriliae AG. 18. μὶν CG, μὴν P.)Λάς μέντοι ὦν ὑπ᾿ αὐτὸν δυνάμεις καὶ πέρι τὰ ἄρη καὶ τὰ τέμπη καὶ τοὺς βουνοὺς κατέθετο. ἀλλὰ καὶ τὴν τοῦ Παλαιολόγου ἐπιμέλειαν ἐκ πολλῶν κατεμάνθανε. ἤδη γὰρ ὁ Παλαιολόγος ἐμπρῆσαι διανοούμενος τὸν ἑτοιμασθέντα παρὰ Ῥομπέρτου μόσυνα, καὶ τοῖς τείχεσιν ἐπιθεὶς νάφθαν καὶ πίσσαν ἴω ξηρῶν ξύλων σχίδακας καὶ λιθοβόλα ὄργανα, τὴν τοῦ πολέμου συμβολὴν ἐκαραδόκει. προσδόκιμον δὲ τὸν Ῥομπέρτον ἔχων ἐς νέωτα, ὅν προφθάσας ἡτοίμασεν ἐντὸς ξύλινον πύργον κατευθὺ τοῦ ἔξωθεν ἐρχομένου πύργον καταστήσας δι’ ὅλης νυκτὸς δοκιμασίαν ἐπεποίητο τοῦ ἄνωθεν τούτου [*](D) δοκοῦ, ἒν προβάλλεσθαι ἔμελλον κατὰ τῶν θυρέτρων τοῦ μόσυνος τοῦ ἔξωθεν ἐνηνεγμένου, εἰ ῥᾷστά τε κινοῖτο καὶ ἀντιπρόσωπος ἀντιπίπτων ταῖς θύραις οὐκ εὐκόλως ἀνοίγνυσθαι ξυγχωρήσειεν. διαγνοὺς δὲ ὡς εὐπετῶς τὸ ξύλον ὐθεῖται καὶ εὐστοχήκει τοῦ πράγματος, ἀπεθάρρησεν ἤδη πρὸς τὸν ἐλπιζόμενον πόλεμον. τῇ μετ’ αὐτὴν δὲ σιδηροφορῆσαι κελεύσαντος τοῦ ῾Ρομπέρτου ἅπαντας καὶ ἐντὸς τοῦ πύργου τε καὶ ἱππεῖς ὁπλοφόρους ὡσεὶ πεντακοσίους εἰσαγα- [*](P. 111) γόντος, ἐπεὶ τῷ τείχει τοῦτον προσπελάσαντες ἤδη τὴν ἄνωθεν οὖσαν θύραν ἀναπεταννύειν ἠπείγοντο, ὡς γεφύρᾳ ταύτῃ χρησόμενοι πρὸς τὴν τοῦ κάστρου εἰσέλευσιν, ὁ Παλαιολόγος
[*](1. ὑπ᾿ : ἐπ᾿ G. καὶ περὶ τὰ τέμπη G. 6. πίδακας G. 7. συμπλοκὴν CG. 10. ἐξεπεποίητο G, 12. ἐνηγελμένου P. 15. ἡστοχήκει C. 16. τῇ: τὴν Α. 17. τοῦ ξυλίνου πύργου A. 19. ἐπεὶ Α, ἐπὶ PG. 20. ἀναπεταγύειν PG, recte CA. 21. χρησάμενοι CG. τὴν om. P. ἀντικάστρου C, ἀωτικάῥῥου G.)ἐντὸς τὸ παμμέγεθες ξύλον τηνικαῦτα ὤθησας δι’ ὧν φθάσας προκατεσκεύασε μηχανῶν καὶ ἀνδρῶν πολλῶν καὶ γενναίων, ἄπρακτον τὴν τοῦ ῾Ρομπέρτου μηχανὴν ἐποίησε, τοῦ τὸ παράπαν μὴ συγχωροῦντος ἀνεῳχθῆναι τὴν θύραν. εἶτα [*](Β) βάλλων τοὺς ἄνωθεν τοῦ πύργου ἱσταμένους Κελτοὺς συνεχῶς οὐκ ἀνίει· οἱ δὲ τὰς βολὰς μὴ φέροντες ἐκρύπτοντο. κελεύει τοίνυν ἐμπρησθῆναι τὸν πύργον καὶ οὔπω πᾶν εἴρητο ἔπος, καὶ εὐθὺς ἔργον ἡ τοῦ πύργου πυρκαϊὰ ἐγένετο. καὶ οἱ μὶν ἄνωθεν ἐκρημνίζοντο, οἱ δὲ κάτωθεν ἀνοίξαντες τὴν περιπέζιον τοῦ πύργου θύραν ἔφευγον. τούτους δὲ φεύγοντας γοντας ὁρῶν ὁ Παλαιολόγος, τηνικαῦτα γενναίους ἄνδρας ὁπλοφόρους ἐξάγει διὰ τῆς πυλίδος τοῦ κάστρου καὶ ἑτέρους μετὰ ἀξινῶν, ὡς ἂν δι᾿ ἀυτῶν ὁ ξύλινος πύργος ἀφανισθῇ. [*](C) καὶ οὐδὲ τούτου ἠστοχήκει, ἀλλὰ τοῦ πύργου τὰ μὲν ἄνωθεν ἐμπρήσας, τὰ δὲ κάτωθεν διά τινων λαξευτηρίων ὀργάνων ποδοκοπήσας τελείως ἠφάνισεν.
Ἐπεὶ δὲ ὁ ταῦτα διηγησόμενος ἔλεγεν, ὡς ὁ Ῥομπέρτος αὖθις ἕτερον κατασκευάζειν μόσυνα ἠπείγετο, παρόμοιον τῷ προκατασκευασθέντι, καὶ ἑλεπόλεις κατὰ τοῦ Δυρραχίου ἡτοίμαζε, διαγνοὺς ὁ βασιλεὺς ἀρωγῆς τοὺς έν τῶν Δυρραχίῳ ταχείας δεῖσθαι, καταστήσας τὰς ἰδίας δυνάμεις, [*](V. 90) τῆς πρὸς τὸ Δυρράχιον ὁδοῦ εἴχετο. καταλαβὼν οὖν ἐκεῖσε
[*](5. συνεχῶς om. Α. 8. καὶ om. A. ἔργον C, ἔργου P, ἔριον G, om. Α. 13. ξύλινος om. C. 14. τοῦ μὲν πύργου G. 15. κάτωθεν Α, κάτω PG. 17. ὁ CG, ὡς P 18. μόσυνον CG. ἠπείγετο P, ἐπεχείρει GG. 21. ταχείας C, ταχύ PG. 22. ἐκεῖθεν C.)καἰ τάφρον ποιήσας καὶ τὰ στρατεύματα καταθεὶς εἰς τὸν [*](D) λεγόμενον Χαρζάνην ποταμόν, εὐθὺς διὰ τινων ἀποστείλας ἠρώτα τὸν ῾Ρομπέρτον, ὅτου ὁ σκοός; ἐκεῖθεν ποταμόν ἔρχεται εἰς τὸ ἐπ᾿ ὀνόματι τοῦ ἐν ἱεράρχαις μεγίστου Νικολάου ἱδρυμένον τέμενος, τέσσαρας σταδίους τοῦ Δυρραχίου ἀπέχον, καὶ τὴν τοῦ τόπου διεσκοπεῖτο θέσιν, ὥστε τὸν ἐπικαιρότατον τόπον, ὅποι χρὴ τὰς φάλαγγας έν καιρῷ μάχης καταστήστασθαι, προκαταλαβεῖν. πεντεκαιδεκάτη δ’ ἥν τηνικαῦτα τοῦ Ὀκτωβρίου μηνός. αὐχὴν δὲ ἥν ἀπὸ Δαλματίας διήκων πρὸς θάλασσαν, ἀποτελευτῶν εἰς ἀχρωτήριόν τι ὅπερ οἶον χερρόνησός ἐστιν ἐν ᾦ καὶ τὸ [*](P. 112) ἤδη ῥηθὲν ᾠκοδόμηται τέμενος. ἠρέμα δὲ τὸ τοῦ αὐχένος πρανὲς συμβάλλον τῇ πεδιάδι πρὸς τὸ Δυρράχιον ἀπονενευκός, ἐξ εὐωνύμου μὲν τὴν θάλασσαν, δεξιόθεν δὲ ὄρος ὑψηλὸν καὶ ὑπερκείμενον ἔχει. ἐκεῖσε γοῦν τὸ ὁπλιτικὸν ἅπαν συναγαγὼν καὶ τὸν χάρακα πηξάμενος, τηνικαῦτα καὶ τὸν Παλαιολόγον μετεκαλεῖτο Γεώργιον. ὁ δὲ πεῖραν σχὼν τῶν τοιούτων ἐκ μακροῦ, μὴ συμφέρον τοῦτο λογιζόμενος, ἀνένευε τὴν ἐξέλευσιν, αὐτὸ τοῦτο πρὸς τὸν βασιλέα δηλώσας. ὡς 20 ὡς δ᾿ αὖθις ὁ βασιλεὺς ἐπιμελέστερον τοῦτον [*](B) φησιν “ἐμοὶ λίαν ὀλέθριον δοκεῖ πολιορκουμένου τοῦ κάστρου ἐξελθεῖν, καἰ εἰ μὴ τὸν δακτύλιον τῆς χειρὸς τῆς σῆς βασιλείας θεάσομαι, οὐκ ἐξελεύσομαι." ἀποσταλέντα δὲ τοῦτον
[*](5. ἱδρυμένον om. C. 7. τόπον om. G. 9. δὲ G. 10. πρὸς C, εἰς PG. 11. οἶον om. CG, 13. συμβάλλων P. 16. καὶ altorum om. GA. 18. ante ἀνένευε adcl. τηνικαῦτα A.)θεασάμενος, τηνικαῦτα φοιτᾷ πρὸς τὸν βασιλέα μετὰ πολεμικῶν μικῶν νηῶν. ὁ δὲ βασιλεὺς τοῦτον ἰδών τὰ κατὰ τὸν Ῥομπέρτον αὐτοῦ ἐπυνθάνετο. τούτου δὲ πάντα αὐτῷ διασαφήσαντος, ἠρώτα εἰ χρὴ τὸν μετ’ αὐτοῦ ἀποθαρρῆσαι πόλεμον. ὁ δὲ πρὸς τοῦτον ἀνένευε τέως. ἀλλὰ καί τινες τῶν περὶ τὰ [*](C) πολεμικὰ πεῖραν ἐκ μακροῦ χρόνου ἐσχηκότων ἐπιμελῶς τοῦτον ἐκώλυον, συμβουλευόμενοι καρτερῆσαι δι’ ἀκροβολισμῶν σπεῦσαι στενοχωρῆσαι τὸν ῾Ρομέρτον, μὴ τῶν ὑπ’ αὐτὸν χορταγωγίας χάριν ἢ προνομῆς τῆς ἰδίας παρεμβολῆς ἐξιέναι, τοῦτο δὲ καὶ τῷ Βοδίνῳ καἰ τοῖς Δαλμάταις καὶ τοῖς λοιποῖς ἀρχηγοῖς τῶν παρακειμένων χωρῶν παρακελεύσασθαι ρακελεύσασθαι ποιεῖν, διαβεβαιούμενοι, ὡς τοῦτον τὸν τρόπον ῥᾳδίως ὁ Ῥομπέρτος ἡττηθήσεται. οἱ δὲ πλείονες τῶν νεωτέρων τοῦ στρατοῦ τὸν πόλεμον προὐτρέποντο, καὶ πάν- [*](D) των μᾶλλον Κωνστάντιος ὁ Πορφυρογέννητος καὶ Νικηφόρος ὁ Συναδηνὸς καὶ ὁ τῶν Βαράγγων ἡγεμὼν Ναμπίτης καὶ αὐτοὶ οἱ τοῦ προβεβασιλευκότος Ῥωμανοῦ τοῦ Διογενοῦς υἱεῖς, ὅ τε Λέων καὶ ὁ Νικηφόρος. ἅμα δὲ καὶ οἱ πρὸς τὸν Ῥομ- [*](P. 113) πέρτον ἀποσταλέντες ἐπανεληλυθότες, τὰ ἐκείνου πρὸς τὸν [*](V. 91) βασιλέα ἀπεστομάτιζον· ὡς “ἐγὼ μέν" φησιν “οὐδαμῶς κατὰ τῆς σῆς βασιλείας ἐξελήλυθα, ἀλλ’ ἐκδικήσων μᾶλλον
[*](1. τηνικαῦτα om. A. 3. αὐτοῦ ἐπυνθ. G, αὐτῷ P, αὐτοῦ om. A. 4. αὐτῶν P, αὐτοῦ μετὰ τούτου G. 7. καρτερῆσαι om, A. lege καὶ δι’. 8. συγχωρούμενον CG. 9. τῶν om. GA, αὐτῶν G. 15. scribendum Tidetur Κωνσταντῖνος. vid. annotat. 16. ἀμπίτης A. 17. Ῥωμαίων CG. ὒ. κατὰ τῆς σῇς βασιλείας οὐδαμῶς A. μᾶλλον om. A.)τὴν γενομένην εἰς τὸν ἐμὸν συμπένθερον ἀδικίαν. εἰ δὲ σὺ τὴν μετ’ ἐμοῦ θέλεις εἰρήνην, ἀσπάζομαι τοῦτο κάγώ, μόνον εἰ καὶ αὐτὸς τὰ μετὰ τῶν ἐμῶν δηλωθέντα σοι πρέσβεων προθυμηθῇς ἀποπληρῶσαι." ἐπεὶ δὲ ἀδύνατα παντάπασιν ἐπεξήτει κω ἐπιβλαβῆ τῇ Ῥωμαίων ἀρχῇ, ὑπισχνούμενος ἅμα, εἰ τεύξεται τῶν πὰρ αὐτοῦ ζητουμένων, καὶ αὐτὴν τὴν Λογιβαρδίαν ὡς ἀπὸ τοῦ βασιλέως λογίσασθαι; καὶ βοηθεῖν ὁπηνίκα χρεία ἐστιν· τὰ δὲ σκῆψις ἦν, ἵνα δόξῃ δι’ ὦν μὲν [*](B) αἰτεῖται, αὐτὸς τὴν εἰρήνην θέλειν, ἀδύνατα δὲ λέγων καὶ μὴ τυγχάνων, τῆς μάχης ἀνθέ·ξεται, εἶτα τὴν τῆς μάχης αἰτίαν τῷ Βασιλεὶ Ῥωμαίων προστρίψειεν· διὰ τοῦτο οὐδὲ πρὸς συμβιβάσεις ἤθελον ἀπονεῦσαι. ἀτελέστατα γοῦν αἰτησάμενος καὶ μὴ τυχών, συγκαλεσάμενος πάντας τοὺς κόμητάς φησι πρὸς αὐτούς· “οἴδατε τὴν παρὰ τοῦ βασιλέως Νικηφόρου τοῦ Βοτανειάτου γεγονυῖαν ἀδικίαν εἰς τὸν ἐμὸν συμπένθερον, καὶ τὴν ἀτιμίαν ἣν ἡ ἐμὴ θυγάτηρ Ἑλένη ἐπεπόνθει τῆς βασιλείας σιλείας σὺν αὐτῷ ἐξωσθεῖσα. τοῦτο δὲ μὴ φέροντες, εἰς ἐκδίκησιν τούτων κατὰ τοῦ Βοτανειάτου τῆς χώρας ἡμῶν ἐξεληλύθειμεν· [*](C) ἐκείνου δὲ τῆς ἀρχῆς παραλυθέντος, νῦν πρὸς βασιλέα ἔχομεν νέον κὼ στρατιώτην γενναῖον. ὑπὲρ τὸν χρó-
[*](2. ἐμοῦ: αὐτοῦ C. τοῦτο νῦν G, νῦν τοῦτο C, νῦν om. PA. 4. δὲ οἱ P. παντάπασιν ἀδύνατα G. 9. αὐτὸς add. C et in margine P. 10. τὴν αἰτίαν τῆς μάχης G. 11. διὰ τοῦτο — ἀπονεῦσαι om. C. 12. ἤθελεν G. ἀτελέστατα A, ἀτέλεστα PG. 13. πάντας τοὺς κόμητας συγκαλεσάμενος PG, altero ordine Α. 15. Βοτανειάτου τοῦ Νικηφόρου PG, recte A. 17. ἐξωσθεῖσα AG, ἐξεωθεῖσα C, ἐξεωσθεῖσα P. 19. πρὸς om. G.)vov αὐτοῦ πείραν τῆς στρατιωτικῆς ἐπιστήμης ἐσχηκότα, καὶ οὐ χρὴ ὡς ἔτυχε τὸν μετ’ αὐτοῦ ἀναδέξασθαι πόλεμον. ὅπου γὰρ πολυαρχία, ἐκεῖ καὶ σύγχυσις, τῆς διαφόρου γνώμης τῶν πολλῶν ταύτην εἰσαγούσης. λοιπὸν χρὴ ἑνός τινος ἡμῶν τοὺς λοιποὺς ἐπακούειν, κἀκεῖνον μὲν τὴν ἔξ ἁπάντων βουλὴν ἐπιζητεῖν καὶ μὴ τοῖς οἰκείοις λογισμοῖς ἀπεεριμερίμνως χρᾶσθαι. καὶ ὡς ἔτυχέ, τοὺς δέ γε λοιποὺς τὸ δοκοῦν αὐτοῖς μετ’ εὐ- [*](D) θύτητος λέγειν πρὸς αὐτόν, ἑπομένους ἅμ. τῇ τοῦ προκριθέντος βουλῇ. καὶ ἰδοὺ ἐγὼ εἶς ἔξ ἁπάντων ἕτοιμος ὢν ὑπείκειν, ᾦ ἂν πάντες προκκρίνητε." πάντες οὖν τὴν βουλὴν ταύτην ἐπαινέσαντες καὶ καλῶς λέγειν τὸν Ῥομπέρτον φάμενοι, τηνικαῦτα αὐτῷ τῶν πρωτείων παρακεχωρήκασιν ἅπαντες εἰς τοῦτο ὁμογνωμονήσαντες. ὁ δὲ ἀκκιζόμενος οἷον ἀνε- [*](P. 114) βάλλετο τέως τὴν ἐγχείρησιν· οἱ δὲ μᾶλλον ἐπέκειντο τοῦτο αὐτὸν αἰτοῦντες. ὑπείξας οὖν τῷ φαινομένῳ ταῖς αὐτῶν παρακλήσεσι, κἄν τούτῳ ὠδίνων ἐκ μακροῦ, λόγους ἐκ λόγων περιέπλεκε, καὶ αἰτίας αἰτίαις συνείρων εὐφυῶς, εἰς ὅπερ ἱμείρετο, ἄκων ἐδόκει τοῖς μὴ εἰς νοῦν βάπτουσιν ἔρχεσθαι. λοιπόν φησι πρὸς αὐτούς· “ἀκούσατε τῆς ἐμῆς βουλῆς, κόμητες καὶ τὸ λοιπὸν τοῦ στρατοῦ. ἐπεὶ τὰς σφῶν πατρίδας καταλελοιπότες ἐνταυθοῖ παρεγενόμεθα, καὶ ἡ προκειμένη μά-
[*](2. μετ’: κὰτ Α. 4. τινος ἡμῶν: τῶν ἐφ᾿ ἡμῶν CG. τούς λοιποὺς om. P, 5. ὑπακούειν G. 7. ὡς ἔτυχε: ἀσυμβούλως CG. 10. πάντες: ταύτην οὖν τ. β. ἐπαινέσαντες CG. 13. ἀκιζόμενος C. 15. αὐτὸν: αὐτὸ CG. 16. τούτῳ: lege τοῦτο. vid. unnotat. 18. βάλλουσιν G.)χη πρὸς ἀνδρικώτατον βασιλέα ἐστιν καὶ αρτι μὲν [*](V. 92) τῆς βασιλείας οἴακας ἀναδεξάμενον, πολλοὺς δὲ πολέμους ἐπὶ [*](B) τῶν πρὸ αὐτοῦ βεβασιλευκότων νενικηκότα καὶ μεγίστους ἀποστάτας δορυαλώτους αὐτοῖς προσενηνοχότα, ὁλοψύχως χρὴ τῆς μάχης ἀνθέξεσθαι. καὶ εἰ τὴν νικῶσαν ἡμίν ἐπιψηφιεῖται θεὸς, οὐκέτι χρημάτων ἐν χρείᾳ ἐσόμεθα. χρὴ τοιγαροῦν τὰς μὲν σκευὰς ἁπάσας ἐμπρῆσαι, τὰς δὲ ὁλκάδας διατρήσαντας κατὰ τοῦ πελάγους ἀφεῖναι, καὶ οὕτω τὴν μετ’ αὐτοῦ ἀναδέξασθαι μάχην, ὡς τηνικαῦτα γεννηθέντας καὶ τεθνηξομένους." ἐπὶ τούτοις κατένευσαν ἅπαντες.
Ἀλλὰ τοιαῦτα μὲν τὰ τοῦ Ῥομπέρτου διανοήματα τε καὶ βουλεύματα· ἄλλα ταὐτὰ τοῦ αὐτοκράτορος ποικιλώτερά τε καὶ ὄξύτερα. συνεῖχον δ’ ὅμως οἱ δημαγωγοὶ ἄμφω [*](C) τὰ στρατεύματα, στρατηγίας καὶ δημαγωγίας πέρι βουλευόμενοι, νοι, ὅπως μετ’ ἐπιστήμης δημαγωγήσαιεν καὶ στρατεύσοιντο. καὶ ὁ μὲν αὐτοκράτωρ αἴφνης νυκτὸς ἐξ ἑκατέρου μέρους ἐπιπεσεῖν τῇ τοῦ Ῥομπέρτου παρεμβολῇ σκεπτόμενος, τὸ μὲν ἐθνικὸν ἅπαν στράτευμα ἀπὸ τοῦ ὄπισθεν μέρους ἐπέτρεψε προσβαλεῖν διὰ τῶν ἁλυκῶν διελθόντας, καὶ πλείονα τὴν ὁδοιπορίαν ἀναδέξασθαι αὐτοὺς διὰ τὸ ἀνύποπτον οὐκ ἀπηνήνα-
[*](1. βασιλέα C, βασιλέων PG. 5. ἀνθέξεσθαι CAG, ἀνθέξασθαι P. 6. ὁ θεὸς PG, θεὸς CA. 8. αὐτῷ P, αὐτοῦ CGA. 11. τὰ oni. G. 12, τε om. G. ἀλλ᾿ αὐτὰ G, ἄλλα ἄλλα οὑν τὰ A, ἀλλά δ᾿ αὐτὰ C. ἄλλα ἄλλα δ᾿ αῦ τὰ 14. πέρι oni. G. 15. καταστρατεύσοιντο G. 16. ἐπιπεσεῖν C, ἐπεισπεσεῖν GPA. 18. ἅπαν om. C. ὄπισθε Α. ἐΝέτρεψε Α, ἐπέτρεψεν PG. 19 προσβάλλειν τῷ Ῥομπέρτῳ A. ἁλικῶν AG. διελθὼν G.)το· αὐτὸς δὲ ἀπὸ τῶν ἔμπροσθεν, ὁπηνίκα πώη ἐφθακότας τοὺς ἀποσταλέντας, ἠβούλετο προσβαλεῖν τῷ ῾Ρομπέρτῳ. ὅς κενὰς τὰς σκηνὰς καταλιπὼν καὶ νυκτὸς διὰ τῆς γεφύρας διελη- [*](D) λυθώς, (ὀγδὸν δ᾿ ἦν πρὸς τῇ δεκάτη τοῦ παριππεύοντος μηνὸς Ὀκτωβρίου ἐπινεμήσεως πέμπτης,) τὸ παρὰ τὴν θάλατταν τὰν ἐπ᾿ ὀνόματι τοῦ μάρτυρος Θεοδώρου πάλαι ἀνοικοδομηθὲν τέμενος κατέλαβε μετὰ παντὸς τοῦ στρατεύματος. καὶ δι᾿ ὅλης νυκτὸς τὸ θεῖον ἔξευμενιζόμενοι, τῶν ἀχράντων καὶ θείων μυστηρίων μετελάμβανον. εἶτα τὰς ἰδίας καταστήσας φάλαγγας, τὴν μέσην εἶχε τοῦ συντάγματος χώραν, τὸ δέ γε [*](P. 115) πρὸς θάλατταν κέρας τῷ Ἀμικέτῃ ἐπέτρεψε κόμητι, (κόμης δὲ οὗτος τῶν ἐπιφανῶν, γενναῖος καὶ χεῖρα καἰ γνώμην,) θάτερον δὲ τῷ υἱῷ αὐτοῦ Βαϊμούντῳ, τὴν ἐπίκλησιν Σανίσκῳ. τούτων ὁ αὐτοκράτωρ αἰσθόμενος, δεινὸς ὢν τὸ συνοῖσον ἐν ὀξείᾳ εὑρηκέναι ῥοπῇ, μεθαρμοσάμενος ἑαυτὸν πρὸς τὸ συμπεσόν, αὐτοῦ που κατὰ τὸ πρανὲς παρὰ τὴν θάλασσαν τὰς παρατάξεις κατέστησε. καὶ διελὼν τὰ στρατεύματα, τοὺς μὲν ἐπὶ τὰς σκηνὰς τοῦ ῥομπέρτου ἀπερχομένους βαρβάρους τῆς ὁρμῆς οὐκ ἀνέκοψε, τοὺς δὲ ἐπὶ τῶν ὤμων τὰ ἑτερόκοπα [*](B) φέροντας ξίφη παρακατασχὼν μετὰ τοῦ σφῶν ἀρχηγοῦ τοῦ Ναμπίτου, ἀποβάντας τῶν ἵππων, ἔμπροσθεν ἐκ μικροῦ δια-
[*](1. πεφθακότας A. 3. ἐληλυθώς CG, διεληλυθὼς AP, 4. παριππεύοντος om. G. 5. Ὀκτωβρίου μηνὸς G. 7. μετὰ: κατὰ P. 10. εἵλετο PG, εἴχετο CA, εἶχε P in niargiue. 11. Ἀμικέτῃ C constanter, Ἀμηκέτῃ PA. κόμητι om. C. 12. καὶ γενναῖος G. 16. θάλατταν G, παρὰ θαλάττης C. 17, διελθὼν C.)στήματος προπορεύεσθαι στοιχηδὸν ἐπέτρεψε· τοῦτο δὲ γένος ἀσπιδοφόρον ξύμπαντες. τὸ δὲ λοιπὸν τοῦ στρατεύματος εἰς φάλαγγας διελών, αὐτὸς μὶν τὸ μεσαίτατον εἶχε τῆς παρατάξεως, δεξιόθεν τὸν καὶ ἐξ εὐωνύμου φαλαγγάρχας τὸν καίσαρα Νικηφόρον τὸν Μελισσηνὸν ἐπέστησε καὶ τὸν καλούμενον Πακουριανὸν καὶ μέγαν δομέστικον. τὸ δὲ μεσαίτατον αὐτοῦ τε καὶ τῶν πεζῇ βαδιζόντων βαρβάρων ἱκανοὺς εἶχε στρατιώτας τῆς τοξείας εἰδήμονας, οὑς κατὰ τοῦ ῥομπέρτου προεκπέμπειν ηβούλετο, ἐπιτρέψας τῷ Ναμπίτῃ, ὁπηνίκα βούλιντο [*](C) πρὸς Κελτοὺς ἐξιππάσασθαι καὶ αὖθις ὑποστρέφειν, χώραν αὐτοῖς ἐξ ἐφόδου διδόναι ἐφ᾿ ἑκάτερα σχιζομένους, εἶτα αὖθις συνεχίζεσθαι καὶ συνησπικότας πορεύεσθαι. οὕτω γοῦν τὸ ἅπαν διατυπώσας στράτευμα, αὐτὸς μὶν κατὰ [*](V. 93) μέτωπον ἵετο τῶν Κελτικῶν στρατευμάτων, τὴν ἠϊόνα παραθέων· οἱ δὲ ἀποσταλέντες βάρβαροι τὰς ἁλυκὰς διεληλυθότες, ἐπεὶ καὶ οἱ ἐντὸς τοῦ Δυρραχίου τὰς πύλας ἀνεπέτασαν, ωὐτὸ αὐτοῖς τοῦ αὐτοκράτορος ἐπισκήψαντος, ἐν ταὐτῶ ταῖς Κελτικαῖς σκηναῖς προσέβαλλον. κατ’ ἀλλήλων δὲ τῶν δημαγωγῶν [*](D) ἐρχομένων, ἀποσπάδας ἀποστέλλων ὁ ῥομπέρτος ἱππασίας ἐκέλευε ποιεῖσθαι, εἴ που ἐκεῖθεν ὑποσῦραί τινας δυνηθεῖεν τοῦ Ῥωμαϊκοῦ στρατεύματος. ἀλλ᾿ ὁ βασιλεὺς πρὸς τοῦτο ἀνεπεπτώκει· ἔπεμπε δὲ μᾶλλον καὶ συχνοὺς τοὺς ἀν-
[*](2. ἀσπιδοφόρων G. ἅπαντες CG. τοῦ δὲ στρατεύματος τὸ λοιπὸν GA. 7. τὸν P. ἀμπίτῃ G. 13. αὐτοῖς CG. 14. ἵετο G. Κελτῶν G. ᾐόνα A. παραθεόντων coni. Iloesciiei. 15. ἅλικας G, ἀκτὰς A. 18. προσέβαλλον C, προσέβαλον PG. 22. τοὺς add. G.)τικαταστησαμένους αὐτοῖς πελταστάς. ἀκροβολισμοῖς οὖν μετρίοις ἀμφοτέρων κατ᾿ ἀλλήλων χρησαμένων, ἐπεὶ καὶ ὁ ῾Ρομπέρτος ἠρέμα τούτοις εἵπετο καὶ τὸ μεταίχμιον ἤδη ἀπεστενοῦτο διάστημα, τῆς φάλαγγος τοῦ Ἀμικέτου προεκδραμόντες πεζοὶ καὶ ἱππεῖς περὶ τὸ ἄκρον τῆς παρατάξεως τῆς τοῦ Ναμπίτου [*](P. 116) προσέβαλλον. γενναιότερον δ᾿ αὐτῶν ἀντικαταστάντων, παλίνορσοι γεγόνασιν, ἐπεὶ οὐ πάντες λογάδες ἦσαν, καὶ τῇ θαλάσσῃ ἑαυτοὺς ἐπιρρίψαντες ἄχρι τοῦ τραχήλου, ταῖς νηυσὶ τοῦ ῾Ρωμαϊκοῦ καὶ Βεωετικοῦ στόλου πελάζοντες, ἐκεῖθεν ᾐτοῦντο τὴν σωτηρίαν, καὶ παρ’ ἐκείνων οὐ προσεδέχοντο. ἡ δέ γε Γαΐτα, ὡς λόγος τίς φησιν, ἡ τοῦ Ῥομπέρτου σύνευνος αὐτῷ συστρατευομένη, Παλλὰς ἄλλη κἂν μὴ Ἀθήνη, θεασαμένη τοὺς φεύγοντας, δριμὺ τούτοις ἐνατενίσασα, κατ᾿ αὐτῶν μεγίστην ἀφιεῖσα φωνήν, μονονοὺ τὸ Ὁμηρικὸν ἔπος τῇ ἰδίᾳ διαλέκτῳ λέγειν ἐῴκει “μέχρι πόσου φεύξεσθε; στἧτε, [*](B) ἀνερες ἔστε.” ὡς δὲ ἔτι φεύγοντας τούτους ἑώρα, δόρυ μακρὸν ἐναγκαλισαμένη, ὅλους ῥυτῆρας ἐνδοῦσα κατὰ τῶν φευγόντων ἴεται. τοῦτο θεασάμενοι καὶ ἑαυτῶν γεγονότες, αὖθις πρὸς μάχην ἑαυτοὺς ἀνεκαλέσαντο. ἐπεὶ δὲ οἱ πελεκυφόροι καὶ αὐτὸς ὁ τούτων ἀρχηρὸς ὁ Ναμπίτης δι’ ἀπειρίαν καὶ
[*](1. ἀκροβολισμοὺς μετρίους C. 6. ἀποκαταστάντων A. 7. τῇ add. A. 8. τοῦ om. A. 13. τούτοις A, τούτους PG. ἐνατενίζουσα CG, ἐνητένιζε A. 14. ἀφεῖσα P, ἀφιεῖσα CAG. ἔπος om. GA. 16. ἐστὲ libri, correxi. τούτους φεύγοντας A. 18 ἵεται G. 19. αὐτοὺς G. ἐπειδὴ C. πελεκυφόροι G. πελεκοφόροι PA. 20. αὐτὸς om. A. ἐμπειριαν CG.)θερμότητα ὀξύτερον βεβαδικότες, ἰκανὸν τῆς Ῥωμαϊκῆς παρα(??)ξεως ἀπέστησαν, βεβαδικότες, συμβαλεῖν ἐν ἴσῳ θυμῷ τοῖς Κελτοῖς, (καὶ γὰρ οὐχ ἧττον ἐκείνων πέρι τὰς μάχας ὑτοι ἐκθυμότεροί εἰσιν καὶ τῶν Κελτῶν ἐν τούτῳ τῷ μέρει μὴ ἀποδέοντες,) κεκοπιακότας τούτους ἤδη καὶ ἀσθμαίνοντας ὁ Ῥομπέρτος θεασάμενος, καὶ τοῦτο ἀπὸ τε τῆς ὀξείας κινήσεως, τοῦ τε διαστήματος βεβαιωθεὶς κω τοῦ ἄχθους τῶν [*](C) ὅπλων, τινὰς τῶν τούτου πεζῶν ἐπέσκηψε κὰτ· αὐτῶν εἰσπηδῆσαι. δὲ προκεκμηκότες ἤδη, μαλακώτεροι τῶν Κελτῶν ραίνοντο. πίπτει γοῦν τὸ τηνικαῦτα τὸ βάρβαρον ἅπαν, καὶ τόσοι τούτων ἐσώθησαν, πέρι τὸ τέμενος τοῦ ἀρχιστρατήγου Μιχαὴλ προσπεφευγότες, οἱ μὲν καἰ ὁπόσους ἐξεχώρει τὸ τέμενος ἔντος, εἰσῄεσαν, οἱ δὲ ἄνωθεν τοῦ τεμένους ἀνελθόντες εἱστήκεσαν, τὴν σωτηρίαν, ὡς ᾤοντο, ἐκεῖθεν πραγματευσάμενοι. οἱ δὲ Λατῖνοι πῦρ κατ’ αὐτῶν ἀφέντες, σὺν τῷ τεμένει πάντας κατέκαυσαν. τὸ δέ γε λοιπὸν τῆς Ῥωμαϊκῆς φάλαγγος καρτερῶς πρὸς αὐτοὺς ἀπεμάχοντο. ὁ δὲ [*](D) ῥομπέρτος καθάπερ τις πτερωτὸς ἱππότης σὺν ταῖς λοιπαῖς δυνάμεσι ἐλᾷ κατὰ τῆς ῥωμαϊκῆς φάλαγγος καὶ ὠθεῖται ταύτην καὶ εἰς μέρη πολλὰ διασπᾷ. ἐντεῦθεν οἱ μὶν τῶν ἀντικειμένων έν αὐτῷ τῷ πολέμῳ μαχόμενοι πίπτουσιν, οἱ δὲ φυγῇ τὴν ἑαυτῶν ἐπραγματεύσαντο σωτηρίαν. ὁ δέ γε βασιλεὺς Ἀλέξιος καθάπερ τις πύργος ἀκλόνητος ἔμενε, κἂν
[*](V. 94)[*](2. ξυμβαλεῖν P, alterum CAG. 4. τῷ: τὸ Ρ. S. τούτου add. AG. 10. τὸ prius aild. A. 13. ἀνωτέρω A. 14. εἱστήκησαν PG, recte A. πραγματευσόμενοι PA, alterum CG. 19. κατὰ τῆς Πωμαϊκῆς ἐλᾷ omisso φάλαγγος PG, rccte A. 22. γε add. A.)πολλοὺς τῶν μετ’ αὐτοῦ ἀποβεβλήκει ἀνδρῶν καὶ γένει καὶ πείρᾳ στρατιωτικῇ διαφερόντων. πεπτώκει γὰρ τὸ τηνικαῦτα ὁ Κωνστάντιος υἱὸς μὲν τοῦ προβεβασιλευκότος Κωνσταντί- [*](P. 117) νου τοῦ Δούκα, οὐκ ἰδιωτεύοντος αὐτοῦ εντι ἀποτεχθείς, ἀλλ᾿ ἐν πορφύρᾳ καἰ γεννηθεὶς καὶ τραφεὶς καὶ ταινίας τῷ τότε καιρῷ βασιλικῆς παρὰ τοῦ πατρὸς ἀξιωθείς· κω ὁ Νικηφόρος μὲν τὴν κλῆσιν, Συναδηνὸς δὲ τὴν ἐπίκλησιν Καλούμενος, ἀνὴρ γενναῖος καὶ ὡραιότατος καὶ σφαδάζων πάντων ὑπερτερῆσαι κατὰ τὴν ἡμέραν ἐκείνην μαχόμενος· μεθ’ ὂν ὁ ἤδη ῥηθεὶς κωνστάντιος πέρι κήδους ἔπι τῇ ἴδια ἀδελφῇ πολλάκις ὡμίλει· νᾶι μὴν καἰ ὁ τοῦ Παλαιολόγου πατὴρ Νικηφόρος καὶ ἕτεροι τῶν ἐπιφανῶν· πλήττεται γὰρ καὶ ὁ Ζαχαρίας καιρίαν κατὰ τοῦ στέρνου καὶ τὴν ψυχὴν ἅμα τῇ πληγῇ ἐπαφίησι, καὶ ὁ Ἀσπιέτης καὶ πολλοὶ τῶν λογάδων. [*](B) τῆς δὲ μάχης μὴ διαλυομένης, ἐπεὶ τὸν βασιλέα ἑώρων ἔτι ἀντικαθιστάμενον, ἀποκριθέντες τινὲς τῶν Λατίνων τρεῖς, ἀφ’ ὦν εἶς ὁ ἤδη ῥηθεὶς Ἀμικέτης ἢν, ὁ δὲ ἕτερος Πέτρος ὁ τοῦ Ἀλίφα, ὡς αὐτὸς ἐκεῖνος ἔλεγεν, ὁ δὲ τρίτος κατ’ οὐδὲν τούτων ἐλάττων, ὅλους ῥυτῆρας ἐνδόντες τοῖς ἵπποις, δόρατα μακρὰ ἐναγκαλισάμενοι, κατ’ αὐτοῦ ἵενται. καἰ ὁ μὲν Ἀμι-
[*](2. πεπτώκει Α, πέπτωκε Ρ, πεπτώκασι G. τὸ add. Α. 3. ὁ om. A. Κωνσταντῖνος hic et mox Wilken. Hist. comn. p. 175. ὁ υἱὸς τοῦ προβασιλ. κωνσταντ. τοῦ δουκα, ὁ ἐν πρφύρᾳ γεννηθεὶς A. 6. ὁ om. CG. 8. καὶ ὡραιότατος om. CG. 11. ὁ τοῦ παλαιολόγου υἱὸς νικόλαος καὶ ὁ ἀμπίτης καὶ πολλοὶ τῶν λογάδων Α 13. Ζαχίας G. 14 Ασπιέτης C, Ασπέτης P, Ἀσπιώτης G. 17. εἷς om. G. ἕτερος add. Α. ὁ ante τοῦ add. A. 20. ἵενται G.)Ἴης διημαρτήκει τοῦ βασιλέως, μικρὸν παρεκκλίναντος τοῦ τπου· τοῦ δ᾿ τονώσας δόρυ διὰ τοῦ ξίφους ὁ βασιλεὺς ἀπωσάμενος καὶ τονώσας τὴν χεῖρα, παίει τοῦτον κατὰ τὴν κλεῖδα ὦί τὴν χεῖρα τοῦ λοιποῦ ἀποτέμνει σώματος. ὁ δέ γε τρίτος πλήττει τοῦτον εὐθὺς κατὰ τὸ μέτωπον, ὁ δὲ φρενήρης [*](C) τε ὢν καὶ ἑδραῖος τὸν νοῦν, μηδὲν ὅλως συγχυθείς, γοργότητι γνώμης ἐν ἀσκέπτῳ χρόνῳ τὸ δέον σύνεις, ὕπτιον ἅμα τῇ πληγῇ ἑαυτὸν ὡς ἐπ’ οὐρὰν τοῦ ἵππου ἔθετο. καὶ εὐθὺς τὸν χρῶτα τοῦ σώματος μικρὸν παραξέσασα ἡ τοῦ ξίρους ἀκμή, περὶ τὴν ἀκωκὴν παραποδισθεῖσα τῆς κόρυθος καὶ τὸν συνέχοντα ταύτην ὑπὸ τὴν γένυν ἱμάντα διασπάσασα, ὦσε ταύτην εἰς γῆν. τηνικαῦτα δὲ ὁ μὲν Κελτὸς ἐκεῖνος πααθέει, ὂν ᾤετο κατακρημνίσαι τοῦ ἵππου, ὁ δ’ εὐθὺς ὀρθωθείς, ἐπὶ τῆς ἐφεστρίδος ἑδραῖος ἐκάθητο, μηδὲν τῶν ὅπλων ἰποβαλών. ἀλλὰ καὶ γυμνὸν τὸ ξίφος κατέχων τῇ δεξιᾶ, [*](D) τῷ δὲ λύθρῳ τοῦ ἰδίου πεφοινιγμένος αἵματος, καὶ τὴν κεφαλὴν ἀπερικάλυπτον ἔχων καἰ τὴν πυρσὴν καὶ ἡλιῶσαν κόμην περιπλανωμένην ταῖς ὄψεσι καὶ διοχλοῦσαν αὐτόν· ὁ γὰρ ιπος ταραττόμενος καὶ ἀποπτύων τοὺς χαλινοὺς φριμάσσων, ὢν, ἀτακτότερον ἐμπίπτειν τῷ προσώπῳ τοὺς βοστρύχους παρεσκεύαζεν· ἀλλὰ καὶ ὣς ἑαυτὸν ἀνακαλεσάμενος, ὡς ἐνῆν, τοῖς
[*](1. τοῦ prius: τῶν P. 5. εὐθὺς om. A. G. συσχεθεὶς γοργότητι A. 10. ἀκοὴν P, ἀκωκὴν AG. παραταθεῖσα Α. 11. ξυνέχοντα A. γένυν: ὀσφῦν A. ἐκσπάσας A. 12. ἆσε: ἀξῆκε Α. ἐς G, ἐπὶ. γῆν A. 13. δὲ Α. εὐθὺς: αὖθις G. 15. καὶ om. G. κατέχει Α. 18. πεπλανημένην G. διοκλοῦσαν P.)ἐναντίοις ἀντικαθίστατο. ἔπει δὲ κω τοὺς Τούρκους φεύγοντας ἑώρα καὶ αὐτὸν τὸν Βοδῖνον ἀπολέμητον ὥπλιστο γὰρ καὶ οὗτος καὶ εἰς πολέμου τύπον τὸ αὐτοῦ διατυπώσας στράτευμα, κατὰ ταυτηνὶ τὴν ἡμέραν ἵστατο, ὡς [*](P. 118) ἐπαρήξων τάχα τῷ αὐτοκράτορι κατὰ τὰς πρὸς αὐτὸν γεγενημένας συνθήκας· ἐκαραδόκει δέ, ὡς ἔοικεν, ἱν., εἰ μὶν τὴν ῥοπὴν τῆς νίκης τῷ αὐτοκράτορι δοθεῖσαν γνοίη, ἐπιτεθείη καὶ αὐτὸς τοῖς Κελτοῖς, εἰ δὲ τοὐναντίον, ἀτρεμήσῃ τε καὶ ὀπισθόπους γένηται· ταῦτα διαλογιζόμενος, ὡς ἐ·ξ ὦν ἐπε- [*](V. 95) πράχει δῆλον, καὶ τὴν νικῶσαν ἀπαρτὶ τοὺς Κελτοὺς ἐγνωκὼς ἔχοντας ἄγευστος πολέμου τὸ παράπαν, οἴκαδε ἐπαναδεδραμήκει· ὁ δὲ αὐτοκράτωρ ταῦτα θεασάμενος καὶ μηδένα [*](B) τὸν αὐτῷ ἐπαμύνοντα βλέπων, τὰ μετάφρενα καὶ αὐτὸς τηνικαῦτα δίδωσι τοῖς ἐν(??)ντίοις. καὶ οὕτως ἐδίωκον οἱ Λατῖνοι τὸ Ῥωμαϊκὸν στράτενμα.
Ὁ δὲ Ῥομπέρτος καταλαβὼν τὸ τέμενος τοῦ ἁγίον Νικολάου, ὅπου καὶ ἡ βασιλικὴ σκηνὴ καὶ ἅπασα ἥ σκευὴ τοῦ Ῥωμαϊκοῦ στρατεύματος, ὁπόσους εὐσθενεῖς εἶχε, τὸν βασιλέα διώκειν ἐκπέπομφεν, αὐτοῦ που αὐτὸς ἐγκαρτερῶν, φανταζόμενος τὴν τοῦ αὐτοκράτορος κατάσχεσιν. τοιοῦτοι γὰρ λογισμοὶ τούτου τὸ ὑπέρογκον ἐξέκαιον φρόνημα. οἱ δὲ εὐψύχως μάλα τοῦτον ἐδίωκον μέχρι τόπου τινὸς παρὰ τῶν
[*](1. ἀντικαθιστᾷ A. 3. τόπον CG. 5. τὰς om. G. 11. τοῦ πολέμου G. τὸ om. G. 12. καὶ ὡς μηδένα PA, ὡς om. CG. 13. ἀπαμύνων G. 19. αὐτοὺς ἐγκαρτεροῦντας A. 22, παρὰ τῶν ἐγχωρίων : ἐγχωρίως Α.)ἐγχωρίων καλουμένου Κακὴ πλευρά. ἡ δὲ τούτου θέσις ποταμὸς [*](C) ῥέων κάτωθεν ὁ Χαρζάνης καλούμενος, ἔνθεν δὲ ὑπερκειμένη πέτρα ὑψηλή. ἀναμεταξὺ δὲ τούτων φθάνουσιν αὐτὸν οἱ διώκοντες· οἱ καὶ παίουσιν αὐτὸν κατὰ τὴν ἀριστερὰν πλευρὰν διὰ τῶν δοράτων, (ἐννέα δὲ ἦσαν ξύμπαντες,) ἐπὶ τὰ θάτερα κλίνουσι. τάχα δ’ ὂν κω ἐπεπτώκει, εἰ μὴ τὸ ξίφος, ὁ τῇ δεξιᾷ κατεῖχε χειρί ἔφθασεν ἐναπερεισθῆναι τῇ γῇ· ναὶ μὴν καὶ ἡ τοῦ μύωπος ἀκμὴ ταῦ ἀριστεροῦ ἐνὑακοῦσα τὸ ἄκρον τῆς ἐφεστρίδος, ὃ ὑπόστρωμα λέγουσιν, ἀκλινέστερον τὸν ἱππότην ἐποίει. καί αὐτὸς δὲ τῇ λαιᾷ τῆς χαίτης δραξάμενος τοῦ ἵππου, ἀνεῖχεν ἑαυτόν. βοηθεῖται [*](D) μέντοι ἐκ θείας τινὸς δυνάμεως σωτηρίαν παρ’ ἐχθρῶν αὐτῷ κομιζούσης παραδόξως. ἀναφύει γὰρ δεξιόθεν ἄλλους Κελτοὺς τὰ δόρατα πρὸς ἐκεῖνον ὀρθώσαντας· οἱ κω τὰ ἄκρα τῶν δοράτων κατὰ τὴν δεξιὰν πλευρὰν ἐμβαλόντες, ὤρθωσάν τε ἀθρόον τὸν στρατιώτην κ·αἰ εἰς τὸ μέσον κατέστησαν. καὶ ἠν ἰδεῖν θαῦμα παράδοξον. οἱ μὲν γὰρ ἐξ εὐωνύμων [*](P. 119) ἀνατρέπειν ἠπείγοντο, οἱ δὲ ἐκ τῶν δεξιῶν τὰ δόρατα τῇ πλευρᾷ πήξαντες, ὥσπερ τοῖς πρώην ἐναντιούμενοι καὶ ἀντ-
[*](1. εκαικὴ C. a. ἔνθεν δὲ: ἔνδοθεν A. 5. δ᾿ G. om. C. 6. τὰ add. A. 7. κατέσχε A. 9. λέγουσιν A, λέγουσι PG. 10. ἀκλινέστερον CA, κλινέστερον PG. 11. δραξάμενος τοῦ ἵππου AG, τοῦ ἵ. δραξάμενος P. 12 μέντοι μὶν CG, παρ’: ἐξ CG. 13. κομιζούσης αὐτέ G. ἀνεφίει G, ἀνεφύει A, ἀναφύει P. γὰρ: μὶν A. 15. ἐκβαλόντες G. 16. ἀθρόως C. 19. τοῖς πρώην: αὐτοῖς πάλιν A. ἀντερείδοντες — δόρατα: ἀντιβάλλοντες δεξιόθεν τὰ δόρατα Α.)ρείδοντες δόρασι δόρατα, ἐπ’ ὀρθοῦ σχήματος τὸν βασιλέα ἐποίησαν. ἑδράσαντος δὲ ἑαυτὸν γενναιότερον καί συσφίγξαντος περιβάδην τὸν ἵππον ὁμοῦ καὶ τὴν ἐφεστρίδα, τηνικαῦτα γίνεταί τι τῆς γενναιότητος ἐκείνου τεκμήριον. ὁ γὰρ ἵππος ἄλλως μὲν καὶ θερμότατος ὢν καἰ ὑγροσκελής, ἄλλως δὲ καὶ [*](B) ἀθλητικώτατος καἰ πολεμικός, (ἔφθη γὰρ ὅπου τοῦτον τοῦ Βρυεννίου μετὰ τῆς ἐρυθροβαφοῦς ἐφεστρίδος, ὁπότε τοῦτον εἷλεν ἐν τῷ καιρῷ τῆς μάχης, βασιλεύοντος ἴν Νικηφόρου τοῦ Βοτανειάτον,) τὸ δὲ ὅλον εἰπεῖν, ὑπὸ θείας προνοίας ἐμπνευσθείς, πάλλεταί τε εὐθὺς καὶ διαέριος γίνεται καὶ ἐπ' ἄκρου τῆς εἰρημένης πέτρας ἐφίσταται, ὥσπερ ὑπόπτερος κουφισθεὶς καί, τοῦτο δὴ τὸ τοῦ μύθου, Πεγάσου πτερὰ λαβών· Σγουρίτζην τουτονὶ τὸν ἵππον ὁ Βρυέννιος [*](C) ὠνόμαζεν. τὰ δὲ τῶν βαρβάρων δόρατα, ὥσπερ κενεμβατήσαντα τὰ μὲν καὶ τῶν χειρῶν τούτων ἐξέπεσον. τὰ δὲ διαπεπαρμένα τοῖς μέρεσι τοῦ ἐσθήματος τοῦ βασιλέως ἐναπομείναντα, μετεωρισθέντα τῷ ἵππῳ συνηκολούθησαν. ὁ δὲ [*](V. 96) εὐθὺς ἀποκόπτει τὰ ἐπαγόμενα δόρατα. καὶ οὔτε τεθορύβηται τὴν ψυχὴν έν τοσούτοις δεινοῖς καταστάς, οὔτε συνεθολώθη τοὺς λογισμούς, ἀλλὰ ταχὺ τοῦ συνοίσοντος γίνεται καὶ τὸ παράδοξον ἐκ μέσου αὐτῶν ποιεῖται. οἱ δέ γε Κελτοὶ
[*](2. ἑδράσαντες G. ἑαυτὸν: αὐτοῦ Α. 4. τι om CAG. 5. καἰ tertium add. AG. 9. τοῦ Βοταν. Νικηφορου G, τοῦ Βοτανιάτου omisso Νικηφόρου A 10. ὑπάλλεταί AG. lege ὑφάλλεται. 12. τὸ: τὰ G. τοὕ μύθου A, τῶν μύθων PG. 13 τὸν ἵππον ὠνόμαζον A, ὠνόμαζεν ὁ Βρυέννιος G. 15 καὶ om. A. 16. μέλεσι τοῦ βασιλέως AG. 19. τοιούτοις G. 21. αὐτῶν AG, ἑαυτὸν P.)κεχηνότες εἱστήκεσαν, τὸ γεγονὸς ἐκπληττόμενοι· καὶ γὰρ ἦν ἐκπλήξεως ἄξιον· θεασάμενοι δὲ τοῦτον ἐφ’ ἑτέραν καὶ αὖθις ἐδίωκον. ὁ δὲ ἐπὶ πολὺ νῶτα τοῖς μεταδιώκουσι στρατιώταις διδούς, στρέψας τόν χαλινόν καὶ συναντήσας ἑνἰ τῶν διωκόντων, διελαύνει τὸ δόρυ τοῖς στέρνοις. [*](D) ὁ δὲ τηνικαῦτα εἰς γῆν ὕπτιος ἔκειτο. ὁ δὲ βασιλεὺς αὖθις τὰς ἤνιάς στρέψας, εἴχετο τῆς προτέρας ὁδοῦ. συναντᾷ τοίνυν ἀπὸ τῶν ἔμπροσθεν διωκόντων τὰς Ῥωμαϊκὰς δυνάμεις Κελτοῖς οὐκ ὀλίγοις· οἱ δὲ πόρρωθεν τοῦτον θεασάμενοι, συνησπικότες ἔστησαν, τούς τε ἵππους ἀναψῦξαι βουλόμενοι, ἅμα δὲ καὶ ζωγρῆσαι τοῦτον ἐθέλοντες κἀντεῦθεν ὥσπερ τι λάφυρον τῷ Ῥομπέρτῳ κομίσαι. ὁ δὲ ἅμα μὲν τοὺς ὄπισθεν φεύγων διώκοντας καἰ τοὺς ἔμπροσθεν θεασάμενος, ἀπεγνώκει τὰς σωζούσας ἐλπίδας. συλλεξάμενος δὲ ἑαυτόν ἐπεὶ [*](P. 120) τῶν ἄλλων μέσον τινὰ ἐθεάσατο, ἀπό τε τοῦ σώματος καὶ τῆς τῶν ὅπλων ἀποπαλλομένης αἴγλης τὸν Ῥομπέρτον εἶναι νομίσας, καταστήσας τὸν ἵππον, κατ' αὐτοῦ φέρεται· κἀκεῖνος δ’ ἐκεῖθεν, πρὸς αὐτὸν τὸ δόρυ εὐθύνας. καὶ μέντοι γε καὶ συνελάσαντες ἄμφω κατὰ τὸ μεταίχμιον, κατ’ ἀλλήλων ἴενται. ται. πρότερος δὲ ὁ αὐτοκράτωρ διιθύνας τὴν χεῖρα, πώει τοῦτον διὰ τοῦ δόρατος· τὸ δὲ αὐτόθεν διὰ τῶν μαζῶν εἰς
[*](1. ειστήκεσαν A, εἱστήκησαν PG. 3. τὸ πολὺ A. 4. τοὺς χαλινοὺς AG. 6. αὖθις: εὐθὺς G. 11. καντευθεν: καὶ A. 13. διώκοντας φεύγων A. 14. ἐπεὶ Α, ἰπὶ PG. 17. φέρεται : φαίνεται Α. 18. τὸ δόρυ om. Α. γε om. Α. 19. μεταίχμιον AG, μεσαίχμιον P. ἵενται P, recte AG. 20 πρότερος Α, πρότερον PG.)τὰ μετάφρενα διεκβάλλεται. καὶ τόν μὲν βάρβαρον αὐτίκα [*](Β) εἶχεν ἡ γῆ· εὐθὺς δὲ τοῦτον ἀφῆκε καὶ ἥ ψυχή, τῆς τρώσεως καιρίας γεγενημένης. καὶ τοῦ λοιποῦ ὁ βασιλεύς, διασχισθείσης τῆς φάλαγγος, διὰ μέσων αὐτῶν ἔξιππάσατο, ἄδειαν ἑαυτῷ ἐφευράμενος τὴν σφαγὴν τοῦ βαρβάρου τούτου. οἱ δ’ εὐθὺς τὸν τρωθέντα εἰς γῆν ἐρριμμένον θεασάμενοι, περιχυθέντες τῷ κειμένῳ, περὶ αὐτὸν διεπονοῦντο. καὶ οἱ ὄπισθεν δὲ τὸν βασιλέα διώκοντες τούτους θεασόμενοι, ἀποβάντες τῶν ἵππων καὶ γνωρίσαντες τὸν ἄνδρα, ἐκόπτοντο ὀλολύζοντες. ἀλλ’ ὁ Ῥομπέρτος μὲν οὐκ ἦν, ἕτερος δὲ τῶν ἐπιφανῶν καὶ ὁ τούτου δεύτερος. τούτων δὲ ἀσχολουμένων, ὁ βασιλεὺς ἐπὶ τὰ πρόσω τὴν πορείαν ἐπεποίητο.
[*](C)Ἀλλ' ἔγωγε μεταξὺ τῶν λόγων ἐπελαθόμην τὸ μὲν διὰ τὴν φύσιν τῆς ἱστορίας, τὸ δὲ καὶ διὰ τὴν τῶν πραγμάτων ὑπερβολήν, ὅτι πατρὸς κατορθώματα γράφοιμι. μηδὲ γὰρ βουλομένη τὴν ἱστορίαν ὕποπτον θεῖναι, πολλάκις παρατρέχω τὰ τοῦ πατρός, μήτε αὐξάνουσα, μήτε πλάτος περιτιθεῖσα. εἴθε γὰρ ἐλευθέρα ἦν τοῦ πάθους τούτου τοῦ πατρικοῦ καὶ ἀπόλυτος, ἵνα καθάπερ ὕλης ἀμφιλαφοῦς δραξαμένη, τὴν σοβάδα γλῶσσαν ἐνεδειξάμην, ὁπόσην ἔχει περὶ
[*](2. εἶχε γῆ A, εἶχεν γῆ P, εἶχε ἡ γῆ G. δὲ A, γάρ PG. ἀφῆκεν ἡ G, ἀφῆκεν καὶ ἡ P, recte A. 3. ὁ βασιλεὺς τοῦ λοιποῦ G. 5. ἑαυτῷ Α, αὑτῷ PG. τούτου om. A. 6. δὲ G. 7. διαχυθέντες Α. τῷ add. Α. διεπονοῦντο: κατεθρηνοῦντο A. ἀλλὰ καὶ Α. 8. δὲ add. C. la. πεποίητο Α. 14. καὶ om. CG, 16. μετατρέχω CG. 17 πλάτος : πάλιν CG. περιτιθεῖσα C, περιτεθεῖσα PG.)καλὰ τὴν οἰκείωσιν. ἐπηλυγάζει δέ μου τὸ πρόθυμον ἥ φυσικὴ [*](D) στοργή, μή πως δόξαιμι τοῖς πολλοῖς ὑπὸ προθυμίας [*](V. 97) τοῦ λέγειν περὶ τῶν κατ’ ἐμαυτήν, τερατολογίας παρέχειν ὑπόληψιν. καὶ γὰρ ἂν πολλαχοῦ τῶν κατορθωμάτων τῶν πατρικῶν μεμνημένη, καὶ τὴν ψυχὴν αὐτὴν ἀπεστάλαξα, ξυγγράφουσά τε καὶ διηγουμένη, έν ὁπόσοις κακοῖς περιπέπτωκε, [*](P. 121) καὶ ἀλλ’ ἄνευ μονῳδίας καὶ θρήνου τὸν τόπον παρῆλθον. ἀλλ' ἵνα μὴ ῥητορεία κομψή τις ᾖ κατὰ τὸ μέρος ἐκεῖνο τῆς ἱστορίας, ὥσπερ τις ἀπαθὴς ἀδάμας κὼ λίθος, παρατρέχω τὰς εἰμι χείρων μου ξυμφοράς. ἅπερ ἔδει κἀμὲ καθάπερ ἐκεῖνον τὸν Ὁμηρικὸν νεανίσκον εἰς ὅρκον προφέρειν (οὐδὲ καὶ εἰμι χείρων ἐκείνου τοῦ λέγοντος “οὐ μὰ Ζῆν', Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμεῖο") πρὸς τὸ εἶναι καὶ λέγεσθαι φιλοπάτωρ. ἀλλὰ τὸ μὲν πάθος τὸ πατρικὸν ἐμοὶ μόνῃ καταλελείφθω καὶ θαυμάζειν καὶ ὀλοφύρεσθαι τὰ δὲ τῆς ἱστορίας [*](B) ἐχέσθω. μετὰ ταῦτα οἱ μὲν Κελτοὶ τῆς πρὸς τὸν Ῥομπέρτον ὁδοῦ φερούσης εἴχοντο. ὁ δὲ κενοὺς τούτους θεασάμενος, πυθόμενός τε τὰ τούτοις συμπεσόντα, πάντας μὲν μεγάλως κατῃτιᾶτο, ἕνα δὲ τούτων ἔκκριτον καὶ μαστίζειν ἠπείλει, ἄνανδρόν τε ἀποκαλῶν κω ἀπειροπόλεμον· καί ὅτι μὴ καὶ αὐτὸς ἐπὶ τῆς πέτρας μετὰ τοῦ ἵππου ἀνέθορε, καὶ τὸν
[*](1. ἐπηλυγάζει C, ἐπιλυγάζει PG. 5. ἀπεστάλαξα C, ἐπεστάξα PG. 6 πόσοις CG. κακοῖς C et in margine P, καιροῖς PG. 8. ἵνα ἡ τορεία G. ἐκεῖνο om. G. 10. μου om. C. 17. θεασάμενός τε καὶ τὰ συμπεσόντα A. 19. ᾐτιᾀτο μὶν πανίας μεγάλως Α. τῶν τούτων Α. 21, τὴν πέτραν Α.)τυ
βασιλέα Ἀλέξιον ἥ κρούσας ἀνεῖλεν ἢ δραξάμενος ζῶντα ἤγαγε, τὰ πάνδεινα πάσχειν ᾤετο. ἦν γὰρ Ῥομπέρτος οὗτος [*](C) τἀλλα μὲν εὐψυχότατός τε καὶ φιλοκινδυνότατος, πικρίας δὲ ὅλος ἆνθρωπος, καὶ ἐν ῥισὶν ἐπικαθήμενον ἔχων τὸν χόλον κα τὴν καρδίαν μεστὴν θυμοῦ καὶ ὀργῆς ἔμπλεων, καὶ οὕτως ἔχων πέρι τοὺς πολεμίους, ὡς ἡ τὸν ἀντικαθιστάμενον διαπεῖραι τῷ δόρατι, ἡ ἑαυτὸν διαχρήσασθαι, παρὰ τὸν Μοιραῖόν, φησι, κλωστῆρα ἀπαλλαττόμενος. ὁ μέντοι στρατιώτης ἐκεῖνος, ὃν ὑπ’ αἰτίαν ὁ Ῥομπέρτος ἦγε, τό τε ἀνεπίβατον καὶ ὀξὺ τῆς πέτρας μάλα σαφῶς διηγεῖτο, καὶ ὅτι εἰς τὸ μετεωρότατον ὁ τόπος ἐπῆρτο καὶ ὡς ἡ πέτρα ὀξεῖα ἦν καὶ ἀκροσφαλής, καἰ ὡς οὐδένα οὐ πεζόν, οὐχ ἱππότην ἐπιβῆναι ταύτης δυνατὸν ἄνευ θείας τινὸς μηχανῆς, μὴ ὅτι γέ τινα πολεμούμενον [*](D) καὶ μαχόμενον, ἀλλ’ οὐδ’ ἄνευ πολέμου τινὸς εἶναι δυνατὸν ἀποπειρᾶσθαι τῆς πέτρας. “εἰ δέ μοί" φησι “καὶ διαπιστοίης, ἐπιχειρήσας ἢ αὐτὸς σὺ ἤ τις ἄλλος τῶν ἱπποτῶν ὁ θαρραλεώτατος, τῶν ἀμηχάνων αἰσθήσεται. εἰ δ’ οὖν, ἀλλ’ εἰ τις ἀναφανεῖται τῆς πέτρας περιγενόμενος, μὴ ὅτι γε ᾶπτερος, ἀλλὰ καὶ ὑπόπτερος ὤν, ἕτοιμος αὐτὸς πᾶν ὅ τι δεινὸν ὑποστῆναι καὶ ἀνανδρίαν κατακριθῆναι." ταῦτα εἰπὼν [*](P. 122) μετὰ θαύματος καὶ ἐκπλήξεως ὁ βάρβαρος τὸν ἐπίχολον Ῥομπερτον κατέστειλέ τε καὶ εἰς θαῦμα ἐκίνησεν ἀφέμενον
[*](1. ἀνήγαγε CG. 4, έν C, ἐπὶ PG. g. αἰτίασιν CG. 12. ἀκροσφαλὴς G, ἀκροφαλὴς P. 12. οὐχ : χχ G 15. μοί: μή A. καὶ om. AG. 16. ἢ αὐτὸς : καὶ αὐτὸς G. ἄλλος τις A. 19. ὅ τι : εντι C. 20 δεινὸν : δυνατὸν CG. ἀνανδρίαν C, ἀνανδρίας PG. 22. τε om. G.)τοῦ ὀργίζεσθαι. ὁ δὲ βασιλεὺς τοὺς ἑλιγμοὺς τῶν παρακειμένων ὀρῶν καὶ πᾶσαν τὴν δύσβατον ἀτραπὸν έν δυσὶ νυχθημέροις διεξελθών, καταλαμβάνει τὴν Ἀχρίδα. ἐν δὲ τῷ μεταξὺ τὸν Χαρζάνην διελθὼν καἰ μικρὸν πέρι τὴν καλουμένην Βαβαγορὰν ἐγκαρτερήσας, (τέμπος δ’ αὐτὴ δύσβατον ἐστι,) μήθ’ ὑπὸ τῆς ἥττης, μήθ’ ὑπὸ τῶν ἄλολων τοῦ μόθου κακῶν τὸν νοῦν συγχυθεὶς , μήθ’ ὑπὸ τῆς κατὰ τὸ μέτωπον τοῦ τραύματος ὀδύνης ὑποχαλάσας , κἀν τὰ ἐντὸς ὑπὸ τῆς [*](B) λύπης τῶν ἐν τῇ μάχη πεπτωκότων καἰ μᾶλλον τῶν γενναίως [*](V. 98) ἀγωνισαμένων ἀνδρῶν ἐξεφλέγετο· ἀλλ’ ὅμως ὅλος τῆς πόλεως ἦν Δυρραχίου καὶ ταύτης ἐμέμνητο, ἀχθόμενος ὅτι άτερ ἡγεμόνος καταλέλειπτο, τοῦ Παλαιολόγου διὰ τὴν ὀξεῖαν συμβολὴν τοῦ πολέμου μὴ δυνηθέντος ἐπαναστρέψαι. καὶ ὡς ἐνόν, τοὺς κατ’ αὐτὴν ἠσφαλίσατο καὶ τὴν τῆς ἀκροπόλεως φρουρὰν τοῖς ἐκκρίτοις Βενετίκοις τῶν ἐκεῖσε ἀποίκων ἀνέθετο, τὴν δέ γε ἐπίλοιπον πᾶσαν πόλιν τῷ ἐξ Ἀρβανῶν ὁρμωμένῳ Κομισκόρτῃ, τὰ συνοίσοντα διὰ γραμμάτων ὑποθέμενος.
[*](5. Βαρβαγορὰν G, lege αὕτη 6. τῶν acld. G. τοῦ μόθου om. CG. 9. τῇ om. G. 11. καὶ ὅτι Α. 13 ἐπαναστρέψαι μὴ δυνηθέντος Α. 14. ἐξὸν CG. τῆς om. CG. 16, Ἀβρανῶν G. 17. κομησκόρτῃ G.)