Fragmenta

Eusebius Myndius

Eusebius Myndius.Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

52. Ἀρχὴν λαβὼν μὴ ἐπαίρεο, ωὑτὸς δὲ διατέλεε· οὕτω γὰρ καὶ ἀποθέμενος οὐκ ἀπαραιρῆσθαί τι τοῦ σεμνύναντός σε νομισθήσεαι.

53. Ἀνὴρ ἀγαθὸς ἔθνεός τευ ἢ πόλιος ἀρχὴν εἰληφὼς οὐκ ἕνεκα τοῦ τῶν δημοσίων χρημάτων ἀπολαύειν καὶ τοῦ δωροδοκέεσθαι καὶ τοῦ παρὰ τῶν πλουσίων χρηματίζεσθαι, ἔοικέ τεῳ ἀνδρὶ παρακαταθήκην εἰληφότι μεγάλων χρημάτων. Ὥσπερ γὰρ καὶ ἐκεῖνος οὐκ ἐπὶ τῷ κατασχέειν λαμβάνει, οὐδὲ κτῆμα ἴδιον ποιήσασθαι τὰ δοθέντα, ἀλλ’ ὥστε φυλάξαι καὶ ἀποδοῦναι σῶα τῷ παραθεμένῳ, ἐπεὰν ἀπαιτέηται, οὕτω δὲ καὶ αὐτὸν χρὴ οὐκ ἐπὶ κέρδεσι οἰκηΐοισι, ἀλλ’ ἐπὶ σωτηρίῃ καὶ φυλακῇ πάντα πρήσσειν τῶν ἀρχομένων, ὥστε αὐτοὺς τὸ ἐς ἑωυτὸν ἧκον, ἀσινέας καὶ εὐθηνέοντας ἀποδοῦναι τῷ καταπεπιστευκότι.