Fragmenta

Eusebius Myndius

Eusebius Myndius.Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

50. Ἄνθρωποι ἀνθρώπων ἐπὶ κατηγορίας ἀπικνέονται, οἱ μὲν ἐκ συγκειμένων ψευδέων ἐγκλημάτων, οἱ δὲ ἀληθέα κατηγορέοντες. Οἱ δ’ αὖ ἐπαινέουσι, οἱ μὲν τὰ ἐόντα μαρτυρέοντες, οἱ δὲ παρὰ τὸ ἀληθὲς χαριζόμενοι. Ἄριστον ὠν ἐν τοῖσι τοιούτοισι καὶ ἰδιώτῃ καὶ ἄρχοντι, μήτε αὐτὸν πιστεύειν αὐτόθεν, μήτε ἀπιστέειν παντελέως, ἐκ δὲ τῶν πρηγμάτων ἐξεταζομένων, ὅκως χρὴ περὶ αὐτῶν διανοέεσθαι, καὶ τὸ ἀτρεκὲς αὐτῶν μανθάνειν.

51. Ἀρχὴν ἔχων κόσμεε, αὐτὸς δὲ μὴ μεταβάλλεο. Οὐ γὰρ προσλελάβηκάς τι οὐκ ἐόν, οὐδὲ παυόμενος ἔλασσόν τι τῶν πρὶν μεταλαβέειν ἕξεις, εἰ πενόμενος τὴν ἀρχὴν καταθήσεαι.