Fragmenta

Eusebius Myndius

Eusebius Myndius.Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

54. Ἀνὴρ ἀνυποίστους καὶ ἀγρίας καὶ ἀμέτρους ζητέων τὰς τιμωρίας, καὶ τῇσι κατὰ νόμον οὐκ ἀρκεόμενος, θυμῷ ἀλόγῳ ξυγχωρέων, καὶ γυναικηΐως ἐμπικραινόμενος, οὐκ αἰσθάνεται ἔξω τῆς δίκης ἐς τὸ ὁμογενὲς ἐξυβρίζων. Ἀγνοέει δὲ τὸ μέγιστον καὶ τόπερ χρὴ εἰδέναι πάντα τὸν μέλλοντα ἀνθρώπου καταδικᾶν, ὅτι καὶ ὁ θάνατος αὐτὸς παρὰ τῶν πρώτως δικαιωσάντων οὐκ ὥς τι κακὸν ἐπετιμήθη, ἀλλ’ ὥς ἔσχατον καὶ ἐν φαρμάκου λόγῳ κατὰ τῶν οὐ δυναμένων

τῆς κακίης ἐλευθερωθῆναι, ὅκως, ἐπειδὴ οὐκ οΐά τε ἦν ἄλλως, τούτῳ γῶν τῷ τρόπῳ ἀπολυθέντες τοῦ ἐνθαῦτα δεσμοῦ αὐτῆς πορίσωνται φυγήν.

55. Ἄνθρωποι ἰσχὺν μὲν καὶ ώμην καὶ τάχος μοῦνα ἀσκέοντες, καὶ ὅκως, ταῦτα ἔχοντες, ἀπὸ τούτων μούνων εὐδοκιμέωσι ἐσπουδακότες, περὶ δὲ τοῦ τῆς ψυχῆς ἐπιμέλεσθαι οὐ καταγινόμενοι, ἀγνοεῦσι, τούτων μέν, ὁκόσα κοινὰ πρὸς τὰ θηρία ἔχουσι, καὶ παρὰ πολύ, ἀσθενέστερα τούτων, μόνον ἐπιμελόμενοι, τοῦ δὲ ἐν ἔωυτοῖσι θειοτάτου, καὶ κατότι αὐτοῖσι ἔστι, εἰ οἶόν τε, τοῖσι θεοῖσι ἐξομοιόεσθαι, ἀμελέοντες.