Fragmenta
Eusebius Myndius
Eusebius Myndius.Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
48. Τοῦ ἐπιτιμᾶν τινι θανάτου ζημίην τὴν ἐξουσίην εἶναι ἡγέομαι οὐκ ἐν τῷ κύριόν τινα εἶναι τοῦ καταψηφίσασθαι, ἀλλ’ ἐν τῷ οἷόν τε εἶναι τὸν ἔχοντα τὴν ἐξουσίην ἑωυτοῦ κρατέειν. Καὶ γὰρ ἐν ἀσφαλεστάτῃ ὀφειλούσῃ εἶναι κρίσι καὶ ἐς ὁμογενέας εἴ τι ἁμαρτηθείη, οὐκ οἷά τέ ἐστι ἔτι ἀνακαλέσασθαι γινομένης τῆς ἁμαρτάδος.
49. Τὰ τοῖσι ἄλλοισι ὡς φαῦλα ἐπιτιμᾷς, ταῦτα πρότερον αὐτὸς ποιέειν φυλάσσεο.