Fragmenta
Eusebius Myndius
Eusebius Myndius.Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
36. Φθόνος ὁ κατὰ τῶν εὐδοκιμεόντων ἐπὶ τοῖσι καλλίστοισι ἀργῶν καὶ ἀπράκτων, τῶν δὲ ἀγαθῶν καὶ οἵων τε τεκέειν τι παρ’ ἑωυτῶν χρηστὸν οὐχ ἅπτεται.
37. Ἀνὴρ πολλὰ ἔχων καὶ χρηστὰ μαθήματα, ἔπειτα γνώμῃ πονηρῇ διαχρεόμενος, καὶ μὴ βουλόμενος τοῖσι μεταποιευμένοισι ὑπὸ φθόνου μεταδιδόναι, ἔοικε ἀγγείῳ πονηρῷ, πολλὰ καὶ χρηστὰ ἔχοντι ἐν
ἑωυτῷ ἀποκείμενα, καὶ τὰ ἐνεόντα πρὶν φανῆναι διαφθείροντι.