Fragmenta

Eusebius Myndius

Eusebius Myndius.Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

34. Ἄνθρωποι λόγων κούφων μέγα ὀδόντας ἕρκος ἐκτέαται. Ἀλλὰ γὰρ ἐπὶ παντὶ νόου χρηΐζομεν, ἐπεὶ ἐὰν οὗτος μὴ κατιθύνῃ αὐτὰ τὰ ἔπεα, πρὶν βουλευθῆναι ἐκφεύγει πολλάκις, καὶ κατηλογήσαντα τοσούτου ἕρκεος ἄκριτα προεκθρώσκει.

35. Ἀνδρὶ ἀγαθῷ εὖ πρήσσοντι φθονέων τις καὶ πατρίδι καὶ παντὶ τῷ κοινῷ καὶ ἑωυτῷ φθονέει. Ἀνὴρ ἀγαθὸς γὰρ εὖ πρήσσων πόλιος καὶ παντὸς τοῦ δυναμένου τῆς εὐμοιρίης αὐτοῦ μεταλαγχάνειν κοινὴ εὐδαιμονίη.