Fragmenta

Eusebius Myndius

Eusebius Myndius.Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

38. Πατράσι παῖδας ἐπιζώειν εὐτυχές, καὶ χρὴ τοῦτο παρὰ τῆς τύχης αἰτέειν καὶ τοὺς μετὰ ταῦτα διαδεξομένους, καὶ ὅκως καὶ αὐτέων ἕκαστοι τάξι τῇ εἰρημένῃ τοὺς πρὸ ἑωυτῶν διαδεχοίατο. Κοινὴ δὲ εὐχὴ δικαιοτάτη αὕτη ἂν παρὰ πάντων φυλαχθείη ἐπὶ τῇ διαμονῇ τοῦ μεγίστου, τὴν ὑποδεχομένην ἑκάστοτε καὶ ἐκτρέφουσαν πάντας πατρίδα καὶ δοῦσαν τοὺς προηγησαμένους, αὐτήν τε καὶ θεῶν τῶν ἐγχωρίων τὰς κατεστεώσας τιμὰς τῷ πλεῦνι αἰεὶ ὑπερβάλλειν.

39. Πλοῦτος ἐν πόλι τῇ μελλούσῃ εὐδαιμονέειν ἀρετῆς μήκοτε προτιμηθείη, ὅκως μὴ διὰ τοῦτο ἐς τὴν ἐκείνου ἐπιθυμίην πάντων συῤῥεόντων ὀλιγωρίη καὶ ἀνασκησίη ἀρετῆς ψυχῇσι τῶν κατὰ τὴν πόλιν ἐμφυῇ. Ἀρετῆς γὰρ ἀτιμαζομένης, πλοῦτος μοῦνος σπουδαζόμενος καὶ ἐνδυναστεύσας ὕβριός τε καὶ ὑπερηφανίης ὑπηρέτης καὶ πάντων κακῶν τὰ ὑπ’ ἐξουσίης τε καὶ τοῦ ἀνεπιπλήκτου τῆς ἀπεστεώσης ἀρετῆς οὐδεὶς ἀνακαλέσεται, χορηγὸς γίνεται.