Fragmenta

Eusebius Myndius

Eusebius Myndius.Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

31. Φημὶ πάντα τὸν προαίρεσιν τοῦ ἐπιορκῆσαι ἀναδεξάμενον καὶ ἐπορμήσαντα ἐπὶ τὸν ὅρκον, εἰ καὶ μὴ περανέει τὸ ἔργον τῆς ἐπιορκίης τύχῃ τινί, ἢ καὶ τῷ μὴ βουληθῆναι τὸν ἀπαιτέοντα, ὅμως αὐτὸν ἔχειν γνώμην τὴν τοῦ ψευδόρκου, καὶ εἶναι τῆς ἐπὶ τῇ ἐπιορκίῃ ἁμαρτάδος τῆς τ’ ὀφειλομένης ᵈ κατὰ τῶν καὶ ἔργῳ ἐπιορκησάντων ἔνοχον τιμωρίης.

33. Σῶμα ἀργίη τήκει, ψυχὴν δ’ ἀμελετησίη ἀσκήσιος τῶν αὐτὴν ἀειρόντων πρὸς τὸ θεοειδέστατον.