Fragmenta
Eusebius Myndius
Eusebius Myndius.Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
29. Πολλοὶ βουλόμενοι δοκέειν εἶναι εὐβουλότατοι
πρὸς τῶν οἰκειοτάτων καὶ εὖ φρονεόντων ἀναποδιζόμενοι, οὐκ ἀξιεῦσι ἀπὸ τῶν δοξάντων ἅπαξ ἀναχωρέειν, ἀλλ’ ὅκως μὴ ἐλεγχοίατο ὡς ἀπὸ ἡμαρτημένης ἀφιστάμενοι ἐμμένουσι τῇ γνώμῃ, ἐς ὃ δὴ καὶ τοῖσι ἀπ’ αὐτῆς κακοῖσι ἐγκυρήσωσι.30. Οἱ πολλοὶ τοῖσι ἀνθρώποισι τὸ εὐόρκους εἶναι αὐτοῖσι παραινέουσι· ἐγὼ δὲ καὶ τὸ ἀρχὴν μηδ’ εὐπετέως ὀμνύναι ὅσιον ἀποφαίνομαι.