Fragmenta
Eusebius Myndius
Eusebius Myndius.Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
27. Ὀργῆς κρατέειν ἄριστον ἐθίζειν ἑωυτόν, μάλιστα μὲν καὶ πρὸς τὸ μὴ εὐπετέως ὑπ’ αὐτῆς ξυγκινέεσθαι· εἰ δὲ μή, ἀλλ’ ὥστε γε πάντως μὴ τὸ καταναγκαζόμενον ὑπ’ αὐτῆς αὐτίκα σε καὶ ἐν τῷ ἀλογίστῳ ἀποπιμπλάναι.
28. Πολλοὶ δοκέοντες ἑωυτοὺς φιλέειν οὐ φιλέουσι ἀληθέως· πάντα γοῦν αὐτοῦ τούτου εἵνεκα εἴκοντες ἑωυτοῖς καὶ παρὰ τὸ ἀτρεκὲς χαριζόμενοι αὐτοῖς τοῖς ἐναντιωτάτοις περιπίπτουσι.