Fragmenta
Eusebius Myndius
Eusebius Myndius.Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
25. Γνώμης ἀνδρὸς ἀρίστου ἀπόδεξις ἥδε, μὴ ἐπὶ τῷ σιτέεσθαι ἑωυτὸν νομίζειν γεγονέναι, μηδὲ ἐν τούτῳ τὴν ζωὴν ἡγέεσθαι, μούνου δὲ αὐτοῦ τοῦ ζώειν εἵνεκα ἀνθρώποισι τροφὴν νομίζειν εὑρῆσθαι.
26. Ἐγκράτεια καὶ σώματι ἀγαθόν· πρὸς γὰρ ὑγιείην αὐτῷ ξυμμάχεται, καὶ σωφροσύνην ἐν ψυχῇ τίκτει. Σωφροσύνη δὲ ἀστασίαστον καὶ εὔδιον, καὶ βίον εἰρηναῖον ψυχῇ παρασκευάζει.