Fragmenta
Eusebius Myndius
Eusebius Myndius.Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
23. Ἀνὴρ μεγάλα ἔχων χρήματα ἀποτεθησαυρισμένα, ἔπειτα γνώμῃ τῇ ἑωυτοῦ ἐς μηδὲν τῶν δεόντων οἷός τε ἐὼν αὐτοῖσι χρέεσθαι, ἔοικε τῷ τὰ ἐν τοῖσι δημοσίοισι ἀποκείμενα πεπιστευκότι ἑωυτοῦ εἶναι. Δόξῃ μὲν γὰρ ὁμοίῃ πλουτέουσι· τόπερ δὲ τοῦ κεκτῆσθαί ἐστι οἰκήϊον, τοῦ αὐτοῖσι χρέεσθαι, ἀπεστερέαται ὁμοίως ἀμφότεροι.
24. Ἄνδρα χρήματα μεγάλα ἔχοντα ἀποτεθησαυρισμένα, καὶ αὐτοῦ τούτου εἵνεκα ἐπικτώμενον, καὶ ὅκως αἰεί τι τοῖσι παρεοῦσι προσθέῃ πρήγματα μὲν ἔχοντα, μήτε δὲ ἐς ἑωυτὸν μήτε ἐς ἄλλο τι τῶν χρησίμων ἀναλίσκοντα, μήκοτε πλουτέειν ἀποφήναιο, φύλακα δὲ καὶ ποριστὴν εἶναι ἀλλοτρίων χρημάτων, καὶ πόνους ἔχειν αἱρέεσθαι πολλάκις καὶ τοῖσι ἑωυτῷ μηδὲν προσήκουσι ἐπικτώμενον.