Fragmenta

Eusebius Myndius

Eusebius Myndius.Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

21. Παῤῥησίη ἀπὸ γνώμης ἐλευθέρης καὶ ἀληθηΐην ἀσπαζομένης προέρχεται· παρέξεαι δὲ αὐτὴν ἀμώμητον οὐ τῷ πᾶσι καὶ ὡς ἔτυχεν ἐπιτιμᾶν καὶ λοιδορέεσθαι, νομίζων τοῦτο εἶναι τὴν παῤῥησίην· ἀλλ’ εἰ πρὸς οὓς δεῖ καὶ ὑπὲρ τίνων χρὴ καὶ ἐν ᾧ χρὴ μετὰ τοῦ

χρησίμου περὶ τῶν παρισταμένων ξὺν νόῳ προσδιαλέγοιο.

22. Ἐχθρὸς τἀληθέα εἰπὼν τοῦ προσποιευμένου φίλου πρὸς χάριν εἰπόντος πάντα αἱρετώτερος.