Fragmenta

Eusebius Myndius

Eusebius Myndius.Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

19. Ἀληθηΐην νόος ἀσπάζεται καὶ αἰεὶ αὐτῇ συνοικέει· ἐὼν δὲ ἐν τοῖσι ἑωυτοῦ ἀψευδέστατος, ὅμως ἔστιν ὅτε καὶ ψεῦδος ἀγαθῷ κεράσας παρέχεται ἐπ’ ὠφελίῃ ἀνθρώπων τῶν τούτου χρηιζόντων καὶ ἐπὶ χρηστῷ τῷ σφετέρῳ παραλογισθησομένων πρὸς αὐτοῦ. Τότε γὰρ δὴ μοῦνον καὶ οὔκοτε ἄλλοτε νόος, καὶ ἐν καιρῷ τῷ αὐτὸς οἶδε, πάντα τἄλλα ψεύδεα ἀποστυγέων, ψεῦδος τὸ τοιοῦτον ἐισφέρεται, ἀπὸ τῆς τῶν λοιπῶν ἁπάντων ψευδέων φύσιος ἐς ἄλλο εἶδος μεταληφθὲν χρησιμώτατον τέχνῃ καὶ σοφίῃ αὐτοῦ τοῦ νόου τοῦ φαῦλον πρῆγμα ἐς τοῦτο μετακοσμήσαντος.

Ψεύδεσθαι ἐν πόλι μηδὲ εἷς νόμος ξυγχωρεέτω μηδενί, μηδενὸς πλὴν τοῦ φιλαλήθεος καὶ νοήμονος ἐπισταμένου τε ὁκότε καὶ ὅκως ὠφελίη ψεύδεος· τῆς δὲ ἀπὸ τούτου γινομένης χρείης ἀναγκαίη καὶ τοῦτο ποιέειν.