Περὶ ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

Ἐὰν δὲ τύχῃ φθάσας τὴν θέαν τῆς πόλεως πρὸς ἣν ἡ κλῆσις αὐτῷ, αὐτὰ πάλιν ταῦτα τὰ τῆς πόλεως ὡς πρὸς εἰδότα ὑπομιμνήσκων λέγε, τὴν μὲν αὐτὴν ἀκολουθίαν τῶν κεφαλαίων σώζων ὡς ἤδη εἰρήκαμεν, μεθοδεύων δὲ ἄλλως τὰ ἐγκώμια, οἷον τυγχάνεις μὲν θεασάμενος τὸ κάλλος τῆς πόλεως καὶ θέσιν, εἰ δέ σε [*](306) ᾕρηκεν ὁ πόθος, ἴθι καὶ δεύτερον καὶ πολλάκις· οἱ γὰρ ἐρασταὶ τῶν ἐρωμένων εἰώθασιν ἐμπιπλᾶσθαι μὲν πολλάκις, ἀποσχισθέντες δὲ καὶ εὐθύς ἐρᾶν. καὶ τοιούτοις χρήσῃ νοήμασιν ἐν τοῖς κεφαλαίοις, εἰ δὲ βούλει καὶ ἀπὸ προοιμίων ἀκούειν, λεγέσθω πάλιν διὰ βραχέων. οὐκοῦν ἐν μὲν τῷ προοιμίῳ εὐθὺς ἐρεῖς, ᾕρηκας τὴν πόλιν τὴν ἡμετέραν τῷ πόθῳ, ὡ πάντων ἀρχόντων ἄριστε, καὶ τοῦτό σοι τῶν ἐρώτων σημεῖον ἔσται, πέπομφε πάλιν καλοῦσα καὶ δεύτερον οὐδεμίαν ἡμέραν ἐνεγκεῖν δυνηθεῖσα, ἀλλʼ ὥσπερ οἱ μανικοὶ τόξοις πληγέντες ἐρώτων οὐκ ἀνέχονται μὴ τοὺς ἐρωμένους ὁρᾶν, οὕτως ἐπὶ σοὶ ἐκχυθεῖσα ἡ πόλις μικροῦ μὲν ἅπασα ἐκινδύνευεν εἰσδραμεῖν· πέπομφε δὲ ὃν ᾤετο μάλιστα πείσειν σε τὸ δεύτερον· ηὔχετο μὲν οὖν τῷ θεῷ μηδὲ τὴν ἀρχὴν ἀπολιπεῖν, μηδὲ ἄλλην προτιμοτέραν ἑαυτῆς ἡγήσασθαι. ἐπεὶ δὲ νικᾷς ἐν πᾶσι καὶ ἔδει παραχωρεῖν ἕως ἐξῆν, σνγχωρήσατα πάλιν ἱκετεύει παρʼ αὐτὴν ἐλθεῖν σε καὶ δεύτερον. εἶτα ἐπιβαλεῖς τὰ ἐγκώμια τῆς πόλεως ἐκ μεταχειρίσεως λέγων· [*](307) εἰ μὲν οὖν ἠγνόεις παρʼ ἣν σπεύδεις, ἔδει καὶ διδάσκειν

429
τυχόν· εἰ δὲ τὴν Ἀλεξάνδρου πόλιν τοῦ Διὸς οὐκ ἀγνοεῖς, οὐδὲ τῶν ἀρχαίων οὐδὲ τῶν παρʼ ἡμῖν οὐδὲν ἴσως ἀγνοοῦντί σοι ἐρῶ; καὶ ἕξεις λοιπὸν τῆς μνήμης καιρὸν τῶν ἀρχαίων· διὰ γὰρ τούτων σε ἐλθεῖν ἔσπευσε παρʼ ἑαυτὴν καὶ πρότερον, νῦν δὲ οὐκ ἀξιοῦσα παροφθῆναι μᾶλλον ταύτην πεποίηται τὴν κλῆσιν, ἀλλὰ τοὐναντίον ἀξιοῦσά σε διὰ τὰς ἀρετὰς ἰδεῖν· οὐ γὰρ ἀγνοεῖ τὴν σὴν δικαιοσύνην, οἷς καὶ συνάψεις αὐτοῦ τὰ ἐγκώμια πανταχοῦ προστιθεὶς ἐφʼ ἑκάστου τῶν ἐπιχειρημάτων τὸ ὅτι διὰ ταῦτά σε καλεῖ. δεῖ γὰρ ἐν τοῖς κλητικοῖς καὶ τὰς αἰτίας τῆς κλήσεως προστιθέναι, νᾷ τὸ ἴδιον ἔχῃ τοῦ κλητικοῦ, ὥσπερ καὶ ἐν ταῖς ἄλλαις ὑποθέσεσι τὰ ἑκάστῃ οἰκεῖα. μετὰ δὲ τὰ ἐγκώμια τοῦ ἂρχοντος ἐκ μεθόδου πάλιν ἐρεῖς, πρότερον μὲν τὴν θέσιν τῆς χώρας καὶ τῆς πόλεως, εἶτα τὸ κάλλος τῆς πόλεως· ὡραΐζεται μὲν γὰρ ἡ πόλις κάλλεσιν ἱερῶν καὶ στοῶν καὶ λουτρῶν μεγέθεσιν, ὡς αὐτὸς ἑώρακας, ἀλλὰ ταῦτα σύμπαντα μικρὰ πρὸς τὴν σὴν θέαν ὑπολαμβάνει· τί γὰρ οὐκ ἐξαίρετον τῶν παρʼ ἡμῖν; τί δʼ οὐ κάλλιστον; οὐχ ἵππων ἅμιλλαι; οὐ θεάτρων τέρψεις [*](308) καὶ πανηγύρεων; καὶ ὅσα τοιαῦτα προείρηται ἡμῖν ἐπὶ τοῦ φθάσαντος κλητικοῦ ἐρεῖς.

Εἰ δὲ παρὰ πόλιν καλοίης ἄρχοντα μὴ πάνυ τι σεμνὸν μηδὲ ἀρχαῖον ἔχουσαν, ὅπερ οὐκ οἶμαι, τὴν θέσιν ἐρεῖς μετὰ τὰ προοίμια τῆς χώρας, εἶτα τῆς πόλεως, εἶτα τοῖς ὅλοις ἐφεξῆς χρήσῃ κεφαλαίοις· ἀναπληρώσει γάρ σοι ἡ θέσις τὸν τῆς πόλεως ἔπαινον. ἔνιοι δὲ διαιροῦσι τὸν κλητικὸν μετὰ τὰ προοίμια, ἕτεροι δὲ κατὰ ἕνωσιν ὡς ἂν εἴποι τις τὸ τῆς πόλεως ἐγκώμιον καὶ τὸ τοῦ ἄρχοντος προάγοντες, τοῖς δὲ ἄλλοις οὕτως, ὡς ἤδη φθάσαντες εἴπομεν, χρώμενοι· κατὰ ἕνωσιν δὲ ἔφην οὕτως, οἷον θαυμαστὸν μὲν ἡμεῖς

430
αὐχοῦμεν οἰκιστήν, οὕτω δὲ γένος φιλάνθρωπον ἡ πόλις, καὶ τούτου τὸ πλεονέκτημα. ἢ τοὐναντίον τὰ τοῦ ἄρχοντος προτάττουσιν, ὅπερ ἄμεινον, τὰ δὲ τῆς πόλεως τοῖς ἐκείνου ὑποβάλλουσιν, οἷον γένος σοι λαμπρὸν καὶ ἡμῖν οἰκιστὴς θαυμαστός· δίκαιος, οὐδὲ ἡ πόλις ἀμοιρεῖ τοῦ πλεονεκτήματος· φιλανθρωπίαν [*](309) τιμᾷς, καὶ ἡ πόλις ἡ καλοῦσα φιλάνθρωπος. προάξεις δὲ καὶ τὸν κλητικόν, ὡς ἂν αὐτὸς ἔχειν δοκιμάσῃς.