Περὶ ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

15 Ὁ συνταττόμενος δῆλός ἐστιν ἀνιώμενος ἐπὶ τῷ χωρισμῷ, καὶ εἰ μὴ ὄντως ἀνιῷτο, προσποιήσεται πεπονθέναι πρὸς ἐκείνους οἷς συντάττεται. προὔλαβε μὲν ὁ θεῖος Ὅμηρος καὶ τοῦτο τὸ εἶδος· κινῶν γὰρ ἐκ τῆς Φαιακίας Ὀδυσσέα ποιεῖ συνταττόμενον αὐτὸν Ἀλκινόῳ καὶ Φαίαξι καὶ μικρὸν ὕστερον Ἀρήτῃ τῇ Ἀλκινόου, καὶ περιτέθεικεν αὐτῷ συνταττομένῳ τῇ γυναικὶ ταῦτα τὰ ἔπη,

  • χαῖρέ μοι, ὦ βασίλεια, διαμπερὲς εἰσόκε γῆρας
  • ἔλθοι καὶ θάνατος, τάτʼ ἐπʼ ἀνθρώποισι πέλονται,
  • αὐτὰρ ἐγ νέομαι, σὺ δὲ τέρπεο τῷδʼ ἐνὶ οἴκῳ
  • παισί τε καὶ λαοῖσι, καὶ Ἀλκινόῳ βασιλῆι.
  • πρὸς δὲ τοὺς Φαίακας καὶ Ἀλκινόῳ ἡνίκα συνετάττετο φησὶν αὐτὸν εἰρηκέναι ἐν τῇ ῥαψῳδίᾳ ταῦτα· [*](310)
  • Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  • πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί·
  • ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,
  • πομπὴ καὶ φίλα δῶρα,
  • καὶ τὰ ἑξῆς. ἐπειδὴ δὲ δεῖ τὸν ῥήτορα καὶ περιεργότερον χρῆσθαι τῷ εἴδει καὶ ἐξεργασίᾳ πλείονι, φέρε μὴ ἀφιστάμενοι τοῦ Ὁμηρικοῦ ἔθους διέλωμεν. χάριν ὁμολογήσει τῇ πόλει, ἐξ ᾗς ἡ ἐπάνοδος, ἐπαινέσεις δὲ
    431
    αὐτήν, ὁπόθεν ἂν ὁ καιρὸς αὐτῇ διδῷ τὰ ἐγκώμια, οἷον ἀπὸ τῶν ἀρχαίων εἴ τι σεμνὸν ἔχοις, ἀπὸ τῶν ἀέρων, ἀπὸ τοῦ εἴδους τοῦ κάλλους, οἷον ἀπὸ στοῶν καὶ λιμένων καὶ ἀκροπόλεως καὶ ἱερῶν πολυτελῶν καὶ ἀγαλμάτων. ἐπαινέσεις δὲ μετὰ ταῦτα καὶ τὰς ἐν αὐτῇ πανηγύρεις καὶ ἱερομηνίας καὶ μουσικὰ θέατρα καὶ ἀγώνων διαθέσεις, πανταχοῦ παραπλέκων, ἵνα μὴ ἀπλοῦν γένηται ἐγκώμιον, τὸ ὅτι ἀνιᾶται μέλλων τούτων χωρίζεσθαι ἐφʼ ἑκάστῳ σχεδὸν εἰπεῖν τῶν νοημάτων, ἵνα συντακτικὸν εἶδος ὁ λόγος λάβῃ. ἐπαινέσεις δὲ καὶ τοὺς ἄνδρας, οἷον ἱερέας, εἰ τύχοι, δᾳδούχους τε καὶ ἱεροφάντας καὶ τὰ ἤθη τῶν ἀνδρῶν, ὅτι ἥμεροι καὶ φιλόξενοι, καὶ ἑτέροις δὲ ὁμοίως συντάξεται, κἀνταῦθα ἐνδεικνύμενος τὸ καὶ ἀλγεῖν καὶ δακρύειν [*](311) ἐπὶ τῷ χωρισμῷ. μετὰ δὲ τὸ πρῶτον μέρος ἥξεις πάλιν ἐφʼ ἕτερον μέρος, ἐν μνησθήσεται καὶ τῶν τόπων, εἰς οὓς ἐπανελεύσεται. καὶ εἰ μὲν εἶεν ἄγνωστοι οἱ ἄνδρες παρʼ οὓς καὶ σπεύδειν ἔκρινεν, ἐρεῖς· πῶς ἄρα ἡμᾶς ὑποδέξονται, τίνες ἄρα πάλιν συνήθεις; εἰ δὲ παρὰ τὴν αὐτοῦ πατρίδα σπεύδει, ἐρεῖς· τίς γὰρ οὐ ποθήσει τὴν οἰκείαν; ἴσως γὰρ ἀκούετε καὶ ὑμεῖς· ἔνδοξος γὰρ καὶ λαμπρὰ παρὰ πᾶσιν ἡμῶν ἡ πόλις. εἶτα συνεύξῃ που τούτοις παρὰ τῶν ποιητῶν ἐξελὼν τὰ κάλλιστα, καὶ ὅτι πολλῶν ἂν χρημάτων προτιμήσειας πυνθάνεσθαι δὴ περὶ αὐτῶν τὰ βέλτιστα, καὶ ὅτι ἐπιλήσῃ αὐτῶν οὐδέποτε, καὶ ὅτι διαδώσεις λόγον ἁπανταχοῦ θαυμάζων αὐτῶν τὰ ἐξαίρετα. συνεύξῃ δὲ ἑαυτῷ καὶ πλοῦν ἀγαθὸν καὶ ἐπάνοδον χρηστήν, καὶ ὅ τι ἂν οὕτω τύχῃ, καὶ εἰ παῖδας ποιήσειας, ἀποστελεῖς αὐτοὺς ὀψομένους τὴν αὐτὴν πόλιν.

    Ἐὰν δὲ τῇ πατρίδι συντάττεσθαι μέλλῃς, ἔστω μέν σοι ὁμοίως τὰ πάτρια ἐρωτικά, καὶ ἐχέτω μὲν ἔνδειξιν

    432
    [*](312) τῆς λύπης ὁ λόγος, ἣν ἔχεις τῶν τοσούτων καλῶν κἀγαθῶν χωριζόμενος, τὰ δὲ δεύτερα τοῦ λόγου ἐχέτω ἔπαινον τῆς πόλεως, ἐφʼ ἣν σπεύδεις, οἷον τῆς δόξης, τῆς εὐκλείας, ὅτι πυνθάνομαπ τὴν πόλιν εἶναι μεγάλην καὶ θαυμαστήν, ὅτι ἀκούω λόγων αὐτὴν εἶναι καὶ Μουσῶν ἐργαστήριον. ἐνδιατρίψεις δὲ τῷ λόγῳ τῷ περὶ τῆς χρείας καὶ τῆς αἰτίας, διʼ ἣν ἐπείγῃ, ὅτι ἐκεῖ πυνθάνομαι Πιερίαν ὄντως, ἐκεῖ τὸν Ἑλικῶνα· καὶ ὅταν αὐξήσῃς τοῦτο τὸ μέρος, καὶ τὴν χρείαν ἐρεῖς διʼ ἣν σπεύδεις· δεῖ γὰρ ταῖς ἀνάγκαις τοῦτο θεραπεύειν· ὁρῶμεν δὲ καὶ τὴν φύσιν τοῦ παντὸς πειθομένην ταῖς τῆς φύσεως ἀνάγκαις, καὶ ὡς ὁ πατὴρ τῶν ὅλων ἐνομοθέτησε. διὸ καὶ πᾶσα ἀνάγκη τῷ νόμῳ πείθεσθαι τῆς πατρίδος. τοῦτο δέ σοι ἁρμόσει λέγειν οὐχ ὅταν ἀπὸ τῆς αὐτοῦ πατρίδος ἐφʼ ἑτέραν σπεύδῃς γῆν, ἀλλʼ ὅταν ἀπʼ ἄλλης εἰς τὴν σαυτοῦ πατρίδα καλῇ. ἐρεῖς δὲ ἐν τούτῳ, ὅτι λαμπρὰ καὶ μεγάλη ἡ πατρὶς καὶ ἀξία ποθεῖσθαι, ἀλλʼ ὅμως ὑμεῖς ἐμοὶ ποθεινότεροι. καλὸν μὲν καὶ τὸ περιπτύξασθαι γονέας καὶ ἀδελφοὺς καὶ γένος, ἀλλʼ ὅμως οὐ μείονας ἔχω καὶ περὶ ὑμᾶς τοὺς ἔρωτας· ἀλλὰ τί γὰρ δεῖ ποιεῖν· ἀνάγκη γὰρ ἐπείγει. [*](313) ταῦτα δὲ ἐρεῖς, ὅταν εἰς τὴν ἑαυτοῦ πατρίδα, ὡς ἔφαμεν, ἀπὸ τῆς ἀλλοδαπῆς ἀπαίρειν μέλλῃς. ἐρεῖς δὲ ἐν ἀρχῇ τοῦ δευτέρου μέρους τῆς συντακτικῆς ταῦτα εὐθὺς μετὰ τὰ ἐρωτικά, εἶτα δὲ ἄλλα τάξεις ἐφεξῆς, ὡς ἔφαμεν.