Περὶ ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

14 Ἐὰν ἂρχοντα καλῇς εἰς πανήγυριν, ὡς ἔθος, [*](299)ἐρεῖς μὲν ἐν τοῖς προοιμίοις τὴν αἰτίαν τῆς ἀφίξεως καὶ τῆς κλήσεως, ὅτι πέπομφεν ἡ πόλις πάλαι μὲν καὶ ἄνευ προφάσεως ποθοῦσα καὶ βουλομένη τῶν σοι προσόντων ἐξαιρέτων μετέχειν ὁσημέραι· πολὺ δὲ πλεῖον ἐπὶ τοῦ παρόντος, ὅτι καὶ πανήγυριν ἄγει καὶ δεῖται μείζονος θεατοῦ πρὸς τὰ δρώμενα. εἶτα ἐρεῖς ἐγκώμιον τῆς πανηγύρεως, ἀφʼ ἧς ἡ κλῆσις, εἰπών ὧδέ πως· ἵνα δὲ γνῷς τὴν ὑπόθεσιν καὶ τὴν πανήγυριν ἐφʼ ἣν ἡ κλῆσις, μικρὸν ἄνωθεν ἄρξομαι, καὶ ἐρεῖς τῆς πανηγύρεως ἐγκώμιον, μετὰ δὲ τὴν πανήγυριν ἐπαινῶν καὶ λέγων ὅτι τίθεται θεῶν τινι ἢ ἡρώων. μετὰ τὸν τῆς πανηγύρεως ἔπαινον ἐρεῖς ἐγκώμιον τῆς πόλεως, εἴ τι ἀρχαῖον ἔχεις, εἶτα τοῦ ἄρχοντος ἀναγκαίως. δεῖ γὰρ πρότερον ἐγκωμιάσαι τὴν πανήγυριν· τοῦτο γὰρ ἐνταῦθα τὸ προηγούμενον, ὅθεν ἄρχεσθαι μάλιστα δεῖ, εἶτα τὴν πόλιν, καὶ μετὰ ταῦτα τὸν ἄρχοντα. προσθήσεις δὲ πανταχοῦ τὸ τῆς πανηγύρεως· πλέον γάρ τι ἐχέτω καὶ [*](360) οὗτος ὁ λόγος ὁ τῆς πανηγύρεως, διότι οὐχ ἀπλῶς πλῆσίς ἐστιν, ἀλλὰ καὶ ἐπὶ πανήγυριν. διὸ ἔφαμεν δεῖν πανταχοῦ τὸ ἐξαίρετον τῆς ὑποθέσεως πλεονάζειν. λέγε δὲ τὰ κατὰ τὴν πανήγυριν μετὰ τὸν ἂρχοντα οὕτως, ὅτι σεμνὴ καὶ ὅτι θαύματος ἀξία πολλοῦ, καὶ ὅτι θεάσῃ δήμους, πόλεις συνεληλυθυίας, ἀθλητὰς πανταχόθεν, τοὺς ἀρίστους κιθαριστάς, αὐλητάς, οὐκ ὁλίγους τῶν τὴν μουσικὴν μετιόντων ἀνδρῶν, οἵ σε περιμένουσι· καὶ οὐδὲ τούτων οὐδεμίαν ἀπόλαυσιν ἕξειν ἡγούμενοι χωρὶς τῆς σῆς ἐπιδημίας καλοῦσιν ἐπὶ τὴν πανήγυριν

425
νῦν, ἵνα ὑπὸ σοὶ θεατῇ ταύτην τελέσωσι. τίς δὲ οὐ θαυμάζει πεισθέντα σε; τίς δὲ οὐ θέαμα τῆς πανηγύρεως αὐτῆς τάχα σεμνότερον ἴδοι σέ; εἶτα ἐρεῖς· αἰδεῖ- σθαι δέ σε δεῖ καὶ τὸν θεόν, ᾧ τελεῖται τὰ τῆς πανηγύρεως, καὶ χαρίζεσθαι τούτῳ· καὶ γὰρ εὐσεβὴς ὁμοῦ καὶ πείθεσθαι δόξεις. εἶτα ἐρεῖς· καὶ τὰ μὲν τῆς πανηγύρεως ἅπαντα παρεσκεύασται, μόνος δὲ σὺ ταύτῃ λείπεις, ὥστε ἥκοις ἄν. εἶτα συγκρινεῖς τὴν πανήγυριν ἑτέρᾳ πανηγύρει, δεικνύς οὐκ εἰς μικράν τινα καὶ εὐτελῆ καλεῖν ἑορτήν. προσθήσεις δὲ ὅτι εἰ μὲν πεισθείης, [*](301) ἐνδοξότερος ἐγὼ πείσας, ἐνδοξότερα δὲ τὰ δρώμενα, σεμνοτέρα δὲ ἡ πόλις, ὁ δὲ θεὸς ἡσθήσεται· εἰ δὲ ἀποτύχοιμι, ὅπερ οὐκ οἴομαι μηδὲ εἴη, ἄλλην ποῦ ὁδὸν ἐγὼ τραπήσομαι; τίς γάρ μοι τῆς πατρίδος ἔτι πόθος ἀποτυχόντι τῆς τοσαύτης πρεσβείας; ἡ δὲ πόλις ἀντὶ πανηγύρεως ἕξει συμφοράν, ὅπερ οὐδὲ λέγειν ἄξιον· οὐκοῦν σπεῦδε θᾶττον ἐπʼ αἰσίοις συμβόλοις πεισθεὶς τῇ πόλει παρακαλούσῃ, σπεῦδε εἰς τὴν πανήγυριν· ὁ γὰρ τοῦ πρεσβευτοῦ λόγος φωνὴ τῆς πόλεως, ἵνα σου μετὰ τῶν ἄλλων πράξεων καὶ τοῦτο καταλέγωμεν.

Ἐὰν δὲ μήτε πανήγυρις μήτε ἱερομηνία τυγχάνῃ, διʼ ἣν ἡ κλῆσις, ἀλλʼ ἀπλῶς ἐπὶ πόλιν καλῇς, εὐθέως ἐν προοιμίοις ἐρεῖς· φθάνεις μὲν ἴσως καὶ πρὸ τῶν ἡμετέρων λόγων, εὗ διακείμενος πρὸς τὴν πόλιν τὴν ἡμετέραν, καὶ πόθον ἔχων τῆς θέας· καὶ γὰρ τοῦτο τεθρύληται· ὅμως δὲ κέρδος μέλλοντες κερδαίνειν οὐχὶ σμικρὸν ἥκομεν τῆς προαιρέσεως χάριν ἐκτιννύντες διὰ τῆς εὐφημίας, καλοῦντες δὲ οὐδὲν ἧττον καὶ παρακαλοῦντες, ἐφʼ ἣν σπεύδεις ἐλθεῖν. εἶτα [*](302) ἐὰν ἀξίωμα ὁ καλῶν ἔχῃ λαμπρόν, ἐρεῖς τι καὶ περὶ τούτου ἐν προοιμίῳ δευτέρῳ· πολλοὶ μὲν οὖν τὴν

426
χειροτονίαν ταύτην ἐμνήστευον καὶ πρέσβεις αἱρεθῆναι παρὰ τὴν σὴν μεγαλοπρέπειαν ἔσπευδον ἐσπούδαζον, ἡ πόλις δὲ εἵλετο τάχα που τῶν μνηστευσάντων οὐ τὸν χείρω, πάντως δὲ ἔξεστί σοι μαθεῖν τῶν Ἀθηναίων λόγων τὸν τρόφιμον. ἀτύφως δὲ ἐρεῖς τὸ προοίμιον ἐμφαίνων μὲν τὸ ἀξίωμα, μὴ παρεχόμενος δὲ φορτικὸν τὸν λόγον. μετὰ δὲ τὰ προοίμια ἥξεις ἐπὶ τὰ ἐγκώμια τῆς πόλεως, οὐ θέσιν μὲν ἐνταῦθα ἐκφράζων, οὐδὲ ἀέρων φύσεις, ἐπὶ δὲ τὰς πράξεις καὶ τὴν ἀξίαν μᾶλλον τρέψεις τὸν λόγον οὕτω πως· πάλαι μὲν οὖν ἐσεμνύνετο παλαιοῖς διηγήμασιν ἡμῖν ἡ πόλις Ἀλεξάνδρου καὶ τοῖς κάλλεσι τῶν οἰκοδομημάτων, νῦν δὲ ἀπάντων ἀμελήσασα τῶν τοιούτων ἐπὶ σοὶ μόνῳ σεμνύνεται. εἶτα εὐθύς ἐρεῖς, εἴ τι λέγειν ἀρχαῖον ἔχοις τῆς πόλεως, καὶ μετὰ ταῦτα τὸν τοῦ ἄρχοντος ἔπαινον. τίς δὲ οὐκ ἂν ἄρα τὸν ἄνδρα ταῖς [*](303) ἀρεταῖς ὑπερβαίνοντα θαυμάσειεν. εἶτα ἐρεῖς περὶ τῶν ἀρετῶν τῶν τοῦ ἄρχοντος οἷός ἐστι· καὶ ἐὰν μὲν πρώτως ἐπιδημεῖν μέλλῃ, μετὰ τὰ ἐγκώμια τοῦ ἄρχοντος ἐρεῖς ἔκφρασιν διὰ βραχέων τῆς χώρας, εἶτα τῆς πόλεως, ὥσπερ προείρηται, λοιπὸν παρακαλέσεις ἐπὶ ταῦτα ἐλθεῖν· ἴθι τοιγαροῦν ταῦτα ἐποψόμενος, ἴθι προσθήσων τοῖς κάλλεσιν, ἄλλος Ἀλέξανδρος ἡμῖν γενόμενος εὐτυχής, πρὸς ὑποδοχὰς τῶν ἀρχόντων οὐδέποτʼ, οὐκ ἀέρων χάριν, οὐκ ἦθος ἀνδρῶν, οὔτε μετριότητα τρόπων, οὔτʼ ἄλλης σεμνότητος· ἔστι γὰρ ἡμῖν ἡ πόλις ὥσπερ τέμενος ἀρετῶν. Ἀθηναῖοι μὲν οὖν ἐπὶ παλαιοῖς ἐσεμνύνοντο διηγήμασι καὶ μουσείοις καὶ λόγοις, ἡμῶν δὲ πολλοὶ τὰ τῶν Ἀθηνῶν ἠρήσαντο, μουσεῖον δὲ οὐδὲν ἧττον τὸ παρʼ ἡμῖν τῶν παρʼ ἐκείνοις· καὶ γὰρ ἀρίστους ἐκπέμπομεν καὶ οὐ τελείαν τὴν ἀρετὴν κτησαμένους παρʼ ἐκείνων δεχόμεθα· οὗτοί
427
σε δορυφορήσουσιν, οὗτοί σε δεξιώσονται. εἶτα συγκρινεῖς τὴν πόλιν ἢ ταῖς Ἀθήναις ἢ τῇ Ῥώμῃ, ἢ ἄλλῃ τινὶ τῶν ἐνδόξων πόλεων, καὶ διὰ ταῦτα οὖν ὅτι οὐδεμιᾶς [*](304) τῶν ἐνδόξων λείπεται, προσήκει σοι ταύτην ἰδεῖν· ὥσπερ γὰρ ὁ πλούτῳ κομῶν καὶ περιουσίαν ἔχων τοῖς ἐξαιρέτοις ὡραΐζεται, οὕτω προσήκει καὶ τὸν ἄρχοντα ταύταις ταῖς μεγίσταις τῶν πόλεων σεμνύνεσθαι καὶ παρὰ ταύτας σπεύδειν, ὅσαι τὸ μεῖζον ἔχουσι πλεονέκτημα, τοὺς λόγους, καὶ τὰ λοιπὰ πρὸς ἀρετὴν ἥκοντα. εἶτα διαγράψεις τῷ λόγῳ τὸν ὅλον τόπον ὡς ἐπιλογικόν, ὃν δὴ διϊὼν ὄψεται, καὶ ὅλην παραπέμψεις αὐτὸν τῷ λόγῳ τὴν ὁδὸν ἐκφράζων ἠπείρους, ὄρη, πελάγη. εἶτα μετὰ ταῦτα ἐπιστρέφων αὐτὸν τῇ πόλει ἐρεῖς οἷα κάλλη διαδέξεται αὐτόν, καὶ οἷα προσαπαντήσει αὐτῷ τῆς πόλεως θεάματα, ἄλση καὶ ποταμοί, καὶ ὅσα τοιαῦτα. προσθήσεις δὲ τοῖς ἐπιλόγοις καὶ ὅτι ἕστηκεν ἡ πόλις ἤδη πρὸ τῶν πυλῶν σὺν ὁλοκλήροις τοῖς γένεσι προαπαντῶσα, δεξιουμένη, εὐχομένη τῷ κρείττονι οὐκ εἰς μακράν σε θεάσασθαι· μὴ τοίνυν διαψεύσῃς αὐτὴν τῆς ἐλπίδος, μηδὲ εἰς ἀκηδίαν τὴν προσδοκίαν αὐτῆς μεταβάλῃς. ὥσπερ γὰρ τὸν Ἀπόλλω πολλάκις ἐδέχετο τοῖς Σμινθίοις, ἡνίκα ἐξῆν θεοὺς προφανῶς ἐπιδημεῖν εἰς ἀνθρώπους, οὕτω [*](305) καὶ σὲ ἡ πόλις προσδέχεται, καὶ ποιηταὶ μὲν εὐτρεπεῖς ἔχοντες ἤδη Μουσῶν ἔργα πεποιημένα, καὶ συγγραφεῖς, καὶ πάντες πρὸς ὕμνον σὸν καὶ εὐφημίαν εὐτρεπεῖς· καὶ νόμιζε τὴν πόλιν αὐτὴν παρεστῶσαν παρακαλεῖν καὶ τῶν παρʼ αὐτῆς ἀρχαίων ὑπομιμνήσκειν, ὡς οὐδεμιᾶς τῶν ὑπηκόων λείπεται, τάχα που καὶ πολλῶν κρείττων· δίδου τι καὶ σεμνύνασθαι τῷ πρεσβεύσαντι, καὶ γὰρ ἀκήκοας ὡς οὐ φαῦλος ἐν πρώτοις
428
  • τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς
  • μηδὲ πόδας,
  • καθάπερ τις ἥρως πρεσβεύων παρʼ Ὁμήρῳ φησί. πείθομαι δὲ σὺν ἐμαυτῷ καὶ τὸν Ἀπόλλω παρεῖναι τὸν Σμίνθιον· τί γὰρ οὐκ ἔμελλεν ἀνδρὶ μουσικῷ καὶ λογίῳ σοι πρσεῖναι.