Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. „φύλλα, τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη
  2. τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίνεται ὥρη·
  3. ὣς ἀνδρῶν γενεὴ ἡ μὲν φύει, ἡ δʼ ἀπολήγει.·
  4. „μοῖραν δʼ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
  5. οὐ κακόν, οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.“
  6. „ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός;“
  7. μύθοις οὐρανίοισι φέρων παρέθηκʼ ἀγελαῖα,
  8. χάλκεα χρυσείοισιν, ἐπεὶ καὶ δόγματα θεῖα
  9. οἷα κόχλῳ χρυσὸς περικείμενός ἐσθ’, ὁ δὲ χρυσὸς
  10. κοσμεῖται κοχλίδεσσιν ἁλὸς περιπορφυρούσαις.
  11. Ἐν πᾶσιν μύθοις καὶ τῇ ἰδίῃ διανοίῃ
  12. εἴρηται πραπίδων κάματος εὐσυνθέτῳ ἔργῳ.
  13. Ὥρῃ ἀκριβοῦται δὲ βροτοῖσι τὰ δόγματα θεῖα,
  14. ἢν δʼ ὥρην ψεύσῃ τι, συνεξώλισθεν ἅπαντα.
  15. [*](1)
  16. Ἀστέρες ἑπτὰ θεοὶ μὲν ἀνʼ οὐρανοῦ ἠέρα πουλύν,
  17. οἳ ζώνας κατέχουσιν ἄνω τὰς ἑπτὰ πόλοιο,
  18. αἰῶνός τε γένος καὶ ῥίζα φύσεως πολυμόρφου,
  19. ζωδιακοῦ κύκλου σφαίρωμʼ ἄνα καγχαλόωσιν
  20. εἰν ἰδίοις ὁρίοις ὑψώμασιν ἠδέ τʼ ἐν οἴκοις·
  21. Ζεύς, Ἄρης, Παφίη, Μήνη, Κρόνος, Ἥλιος, Ἑρμῆς.---