Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. λύπας γὰρ στονάχας τε βλάβας τʼ ἄξει μερόπεσσιν.
  2. Ἄρης δʼ ἐν παρόδοισι κατοπτεύσας Κρόνον αἰνὸν
  3. ἐσθλὸς ἔφυ· κτήσεις δʼ ἀγαθῶν καὶ νῖκος ὀπάζει.
  4. Εἴρηται δρόμος οὐράνιος ἀπλανῶν τε πλάνων τε.
  5. Λοιπόν μοι Μοῦσαι δότʼ ἀεῖσαι πλείονα τούτων
  6. εἰς ἑτέραν βίβλον τῷδε μέτρῳ πρὸς ἔπος.
  1. Ἐξ ἀδύτων Ἱερῶν βίβλων, βασιλεῦ Πτολεμαῖε,
  2. καὶ κρυφίμων στηλῶν, ἃς ἤρατο πάνσοφος Ἑρμῆς
  3. σύμβουλον πινυτῆς σοφίης Ἀσκληπιὸν εὑρών,
  4. οὐρανίων τʼ ἄστρων ἰδίαις ἐχάραξε προνοίαις
  5. ἀντιτύπῳ κηρῷ ἀπομαξάμενος, κεκόμισται
  6. ἀνθολόγου μούσης βλύζον δώρημα μελισσῶν,
  7. ᾗ διὰ νύκτα μέλαιναν ὑπʼ οὐρανίων χοροῦ ἄστρων
  8. μοιραίοισι μίτοισι λάλον τὸ μάθημα καθεῦρον·
  9. οὐ γάρ τις τοίης σοφίης ἔτʼ ἐμήσατο κῦδος,
  10. ἢ μοῦνος Πετόσιρις, ἐμοὶ πολὺ φίλτατος ἀνήρ·
  11. οὐ βαιὸς κάματος δʼ οὗτος, Πτολεμαῖε, πέφυκεν.
  12. Ἀνθρώπων γενέσεις, ἃς ἤραρε μυρίος αἰών,
  13. ἐκ στομάτων ἱερῶν ὁ σοφώτατος εἶπεν Ὅμηρος
  14. 100
  15. χείλεσιν ἀμβροσίοις καὶ νεκταρέῃ διανοίῃ