Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἐν συνόδῳ, βασιλεῦ, μεγάλους παρέχει βασιλῆας·
  2. αὐτίκα δʼ ἐν συνόδῳ Μακεδὼν βασιλεὺς ἐγενήθη,
  3. ὅν πινυταῖς πραπίδεσσιν ὁμοῦ σκήπτροις ἀνέδειξαν·
  4. 101
  5. καὶ σὺ δέ γʼ ἐν συνόδῳ, ἀλλ’ οὐκ αὐτῇ ἐνὶ ὥρῃ.
  6. Ἠέλιος σατράπας μεσσουρανέων ἐπιδείξει,
  7. καὶ στρατιῆς Ἄρης ἡγήτορας οἷς ἐνὶ οἴκοις,
  8. ἐν δʼ Ἄρεως οἴκοις καὶ Ζεὺς ἀπέφηνε δικαστάς·
  9. καὶ τούτων δὲ ἕκαστος, ὅτʼ ἂν ἐπίκεντρα τὰ φῶτα,
  10. ἢν δʼ ἀτόνως λεύσειε, συνεξώλισθεν ἅπαντα.
  11. [*](3)
  12. Ὡς ὅτʼ ἂν ἐν μεγάλοις τοῖς σχήμασικαλὸν ἀθρήσῃ
  13. ἀστὴρ ἀργαλέος, ὑπὸ βασκάνῳ ὄμματι θραύει,
  14. οὕτως ἀργαλέοις ἀστὴρ καλὸς ὄμματ’ ἐποίσει
  15. ἢ τετράγωνος ἐὼν τοῖς σχήμασιν ἢ διάμετρος.
  16. [*](4)
  17. Ἀντολίην ζητῶν καὶ τὴν φάσιν ἐν συναφῇσιν,
  18. νυκτερινὸν δείμαινε Κρόνον καὶ ἑῷον Ἄρηα·
  19. ἀρχαὶ γὰρ τούτῳ πάμπαν τελέθουσιν ἀηδεῖς.
  20. ὡς πυρὸς αἰθομένου στυγεραὶ φλόγες εἰσὶν ἐν ὕλῃ
  21. λάβῤ ἐπιγινομένου --- --- καὶ σβέννυται εὐθὺ παῤ ἀκμήν, ---
  22. ἢν δʼ ἐσίδῃ Παφίην, οὐ μαίνεται, ἀλλὰ κενοῦται.
  23. τοῦ δὲ Κρόνουτάρβει αἰεὶ κατὰ πάντα τελευτήν·