Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Πάντα γὰρ ἀνθρώποισι πέλει κατὰ Μοῖραν ἄφυκτον·
  2. ὡς μὲν ζωιδίων κύκλιος πόρος αἰθέρα τέμνει,
  3. μιγνυμένων στοιχηδὸν ἀφισταμένων τʼ εἰδώλων,
  4. οὕτω καὶ μερόπων γενεὴ καματηδὸν ἀλᾶται,
  5. ἢ βίον ἢ θάνατον διζημένη οὐρανόπλαγκτον.
  6. Ταῦτά τοι οὐρανίων ἄστρων στοιχεῖα τέτυκται,
  7. οἷς ὁ πάλαι καὶ ὁ νῦν καὶ ἐπὼν χρόνος ἐκμεμέτρηται
  8. ἐκμέτροις αἰῶσι, καὶ εἰς αἰῶνας ὀπηδεῖ.
  1. Χαίροις, Πτολεμαῖε, λαχὼν βασιληίδα τιμὴν
  2. γαίης ἡμετέρης, κοσμοτρόφου Αἰγύπτοιο·
  3. ἄξιά σοι τάδε δῶρα φέρω βασιληίδος ἀρχῆς,
  4. ἄστρων οὐρανίων τε φάσεις ἀπλανῶν τε πλάνων τε,
  5. ὅσσα βροτοῖς τελέουσιν ἐπιβλέψαντες ἐν ἀρχαῖς,
  6. 85
  7. σπειρομένοις καὶ τικτομένοις δειλοῖσι βροτοῖσιν,
  8. Μοιρῶν ἀρρήκτοισι μίτοις θεσμοῖσί τʼ Ἀνάγκης,
  9. νύκτας ἄυπνος ἐὼν καὶ ἐν ἤμασι πολλὰ μογήσας,
  10. ὅππως σοι βίβλους, ἅσπερ κάμον, ἅσπερ ἔτευξα,
  11. τάς σοι ἐγ πέμψω καμάτων σφετέρων μέγʼ ὄνειαρ,
  12. ὄφρα κεν, ὅσσαπερ αὐτὸς ἐπιτροχάδην Πετόσιρις
  13. εἴρηκεν, τάδε πάντα μάλʼ ἀτρεκέως καταλέξω