Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ῥυθμοῖς ἡρωικοῖσι καὶ ἑξαμέτροις ἐπέεσσιν,
  2. ὄφρα μάθῃς, ὅτι πάντα δαήμονες ἀνέρες εἰμέν,
  3. οἳ λάχομεν ναίειν ἱερὸν πέδον Αἰγύπτοιο.
  4. [*](1)
  5. Ἠέλιον, Μήνην, Κρόνον, Ἄρεα, Ἑρμέα, Ζῆνα,
  6. Κύπριδά τʼ εὐπλόκαμον καλὴ λέγε Καλλιόπεια.
  7. [*](A)[*](2)
  8. Ἢν Κρόνος Ἠέλιός τʼ ἄμφω κατίδωσι Κυθήρην,
  9. δυσγαμίην παρέχουσι καὶ ἀστασίην ἐπὶ λέκτροις,
  10. καὶ δούλαις μίσγουσιν, ἑταιρίσι δʼ ἤθεα φαύλαις
  11. αἰσχίστως διδόασι κακῆς ἕνεκεν κυθερείης.
  12. Ἄρης καὶ Παφίη κέντρων ὅτʼ ἂν ὦσιν ἄνακτες·
  13. μοιχοὺς ἁρπακτῆρας ἀεὶ ῥέζουσι γυναικῶν.
  14. Ἑρμείας δʼ ἢν τοῖσιν ἰσόρροπος ἀντήσειεν,
  15. τέρπονται παίδων χαλεπῇ ἐπὶ κύπριδι κεῖνοι.
  16. [*](A)[*](3)
  17. Ἠέλιος κέντροισι παρὼν κερόεσσά τε Μήνη,
  18. ὃς μὲν ἐν ἀρσενικοῖσι παρών, Μήνη δέ τʼ ἐναλλάξ,
  19. γεννῶσιν βασιλῆας ὑπερθύμους τε δυνάστας.
  20. ἀμφότεροι φωστῆρες ἐν ἀρσενικοῖσιν ἐόντες
  21. θηλυτέρης Κύπριδός τε καὶ ὡρονόμοιο κατιθύ,
  22. ἀρσενικοῖς ἔργοισιν ἀναγκάζουσι γυναῖκας
  23. 86
  24. τέρπεσθαι, μέγα θαῦμα· γυναιμανέες γὰρ ἐοῦσαι