Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. φέγγεϊ λαμπομένω κακοεργέι, τῆμος ἔσονται
  2. ἐξ ἀπελευθερίης βασιληίδος ἡμισύδουλοι.
  3. [*](66)
  4. ἢν δʼ ἰσόμοιρα Κρόνοιο σελάσματα Κύπριδος ὀφθῇ,
  5. πανδούλους τε τίθησιν ὁμόζυγα λατρεύοντας,
  6. οἰκέτιδος γενεῆς τε πεφυκότας ἐκ γενετήρων·
  7. οὗτοι δεσποσύνων τε πικρὰς ἕξουσιν ἀνάγκας,
  8. ἐξ ἑτέρων τε δόμων ἑτέροις πάλι δουλεύσουσιν,
  9. ἑπτάκι κυρείαις καὶ πεντάκι καινισθέντες,.
  10. εἰς γῆρας δʼ ἥξουσιν ἀνασσόμενοι διὰ παντός.
  11. [*](67)
  12. Ἠελίου δʼ ἀκτῖνες ἀνοικείως ἐπὶ τούσδε
  13. νεύουσαι δεσμούς τε κατηγορίας τε φοροῦσιν
  14. ἀνδράσιν οἰκονόμοισι, καὶ ἔμπαλιν ἔκλυσιν ἄτης,
  15. 84
  16. κινδύνων κρυερῶν τε καὶ ἀλγεινῶν εἱρκτάων.
  17. [*](68)
  18. ταὐτὸ πάθος κείνοισι καὶ ἄρξεται, ἢν ἀπολήγῃ — — — — — —
  19. [*](S)[*](69)
  20. Ἀντιμεσουρανέων δʼ ὁπότʼ ἂν Κρόνος Ἀρεῖ λάμψῃ,
  21. θηροβόρου θανάτου φωσὶν κλωθῶα βαρεῖαν ---
  22. ὧν σάρκας δαΐσονται ὀρέστεροι ἠὲ λέοντες,
  23. σύες ἀργιόδοντες, ἢ αἱματοπώτιδες ἄρκτοι·
  24. σχήμασι δʼ ἐν τούτοις ὁ γεγὼς καὶ πτώσιας οἴκων
  25. ταρβείτω, καὶ σφάλματʼ ἀφʼ ὑψηλοῖο μελάθρου.