Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- ἀνέρες ἔσσονται βαθυχρήμονες, ἔν τε τραπέζαις
- πιστόφρονες πόλιος ταμιεύτορες, ἔν τε τοκισμοῖς
- καὶ χρείαις ζήσουσι βίον πολὺν ὀλβονομοῦντες. [*](61)
- ἢν δὲ Κύπρις κατὰ γῆς ἕλκῃ δρόμον ἀστερόεντα,
- καὶ Κρόνος οὐρανίην ἀτραπὸν μεσοδερκέα βαίνῃ,
- στείρας τοι δείξει καὶ ἀτέκμονας ἀνδράσι νύμφας
- ἀσπορίῃ τε τόκοιο λέχη λιπόπαιδα φερούσας. [*](62)
- Ζηνὸς δʼ αἰθροπλανὴς ἐπὶ τούτοις μάρτυρος ἀστὴρ
- δερχθείς, ἀλλοτρίων τέκνων ὑπόβλητα γένεθλα
- ἀνδράσιν ἠδὲ γυναιξὶν ὑπὸ στοργῇσι θυραίους --- [*](63)
- ἢν δʼ ἰσόμοιρος Ἄρης κατὰ σήματα τοιάδε λάμψῃ,
- φύσονται μάχλοι, διδυμόστροφοι, ἀρσενομίκται,
- μεμφόμενοι φύσεως ὀρθὴν ὁδόν, ἔν τε πόλεσσιν
- ἀλλοτρίαις ζήσουσιν ἀλώμενοι αἰσχεόφημοι. [*](64)
- ὁππότε δʼ ἂν γενέθλην ἐφέπῃ Κρόνος ὡρονομεύων,
- ἐν κακοδαιμοσύνῃ δὲ Σεληναίης φάος ὀφθῇ,
- Ἠελίου δʼ ἀκτῖνες ἀποκλίνωσιν Ὀυλύμπου,
- ἐκθεσίην ἕξουσι, τραφήσονται δʼ ὑπʼ ὀθνείων. [*](R)[*](65)
- Ἡνίκα δʼ ἂν Κυθέρη ἐσαθρῇ τεκνοσπόρον ὥρην
- φυομένων, συνέῃ δὲ Κρόνος τʼ Ἄρης τε σὺν αὐτῷ
83