Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- ὧν πλάστειρα θέα πικροῦ θαμβήματος ἄρχει. [*](Q)[*](57)
- Ἄρεϊ δυομένῳ μέσον οὐρανὸν ἢν Κρόνος ἔλθῃ,
- ἔσται μισέλλην γενέθλῃ, τιμήν τε θεοῖσιν
- οὐχὶ νέμων, ἄνομός τε φρεσίν, πλήθοντι λογισμῷ
- ἀλλόφρων, δύσμικτος, ἀμετροεπής, ἀτράπεζος,
- αὐτόνομος, κακόθυμος, ἀθεσμοφάγος, δολοεργός,
- ὀθνείων κτεάνων ἐπιθύμιος, ὃν διὰ παντὸς
- δῆμοι μισήσουσι διʼ ἀφροσύνην ἀλόγιστον. [*](58)
- Μήνης ἐρχομένης μέσον οὐρανὸν ἐν γενέθλῃσιν,
- Ἑρμείας δύνων τε καὶ ὡρονομῶν Κρόνος ἄνδρας
- εὐξοάνους παλάμῃσιν ἀγαλμοτυπεῖς, θεοπλάστας,
- χαλκοτύποις τέχνῃσι κολοσσοπόνους παναρίστους --- [*](59)
- Ζεὺς δʼ ὑψοῦ φοράδην νέον ἀστέρα φεγγοβολήσας,
- ὥρην Ἠελίου βιοτοσκόπον αὐγάζοντος,
- ἐκφαίνει γενεῆς βασιληίδος ἄνδρας ἔσεσθαι
- κοινωνοὺς μετόχους τε, καὶ ἐκ σοφίης κλέος ἕξειν,
- ῥητορικοῖς τε λόγοισι μέγʼ εὐτυχίης μετέχοντας
- ὄλβον καὶ βιοτὴν εὐδαίμονα καρπώσεσθαι. [*](60)
- Ἑρμης δʼ εἰς ὥρην μεροποσπόρον ἡνίκʼ ἢν ἔλθῃ,
- δυνούσης Μήνης ὑπὸ λοίσθια τέρματα γαίης,