Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- καὶ γάμου αὐτὸς ἑοῖσιν ἐνὶ ζώοισιν ἀνάσσων,
- κρυπταδίως δολεροῖσιν ὀπιπευθεῖσαι ἔπεσσιν
- καὶ πυκιναῖς ἀπάτῃσιν ἑὴν φρένα φηλωθεῖσαι
- ἐξαπίνης ἐγένοντο λάθρῃ πρὸ γάμοιο γυναῖκες.
- εἰ δʼ ἄρα σὺν Στίλβοντι καὶ Ἄρης κέντρῳ ἐπείη,
- τῆς ἕνεκεν κρίσιές τε δίκαι τʼ ἀγορῇσι πέλονται.
- Ζεὺς δὲ καὶ Ἑρμείης μέσσον κατὰ κέντρον ἐόντες
- σὺν Παφίῃ, ζεύξαντες ὁμηθείῃσι γυναικῶν
- ἀλλοτρίων μετέπειτα γάμους ἀναφανδὰ τελοῦσιν,
- ἀλλʼ ὑπὸ μαχλοσύνης καὶ τῶν λέχος αὖθι λίποντο.
- εἰ δὲ μεσουράνιον κατέχῃ Φαέθων μετʼ Ἄρηος ---
- ἤτοι γάρ τʼ αὐτοὶ τόθʼ ὁμεύνους ἥρπασαν ἄλλων,
- ἢ κείνων ἀλόχους ἕτεροι βίῃ εἴρυσαν αὐτῶν.
- αἰπυτάτῳ δʼ ἐπὶ κέντρῳ ἐυστέφανος Κυθέρεια
- Τιτῆνος μέτα δερκομένη πατέρων ὀλοῇσιν
- παλλακίσιν συνέμιξʼ ἢ μητρυιῇσιν ἑῇσιν.
- εἰ δέ κ᾿ Ἄρης τούτοισιν ὁμοῦ πέλῃ, ἄχρι γάμοιο
- ζευχθέντες κείνῃσιν ἄφνω πάλιν αὐτοὶ ἔλειφθεν.
- Ἄρης δʼ ἡνίκα μέσσον ἀν᾿ οὐρανὸν ἀμφιπολεύῃ,
- ὡρονόμον δʼ ἐπέχῃ Φαέθων, Τιτὰν δέ τε δύνῃ,
43