Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. φαίνηται σύν Ζηνί, Κρόνου κατόπισθεν ἰόντος,
  2. δεχνυμένης αὐτοῦ συναφὴν καλῆς Ἀφροδίτης,
  3. Κύπριδι μαρτυρίην Ἄρεως ἑτέρωθι φέροντος,
  4. Μήνην δʼ ἀμφότεροι Θοῦρος Φαίνων θʼ ὁρόωνται,
  5. δὴ τότʼ ἀπʼ ὠδίνων ὁπόσοι φάος ἔδρακον ἠοῦς,
  6. μοῖραν ἀνέπλησαν πολυπενθέος Οἰδιπόδαο·
  7. τοῖσι δʼ ἄρα στυγεροὺς Ποιναὶ μέλπουσʼ ὑμεναίους
  8. νερτέριαι, χείρεσσιν ἀναψάμεναι πυρὶ πεύκας·
  9. μητράσι γὰρ σφετέραις φιλοτήσιον ἐς λέχος ἦλθον.
  10. εἰ δὲ γυναικείη γενέθλη πέλοι, ἐς πατρὸς εὐνὴν
  11. κλίνονται. τὼς δʼ αὖτὲ καὶ ἢν κλήροιο γάμοιο
  12. Φαίνων δεσπόζων ἤτοι κατὰ κέντρον ἐφʼ ὥρης,
  13. ἢ ὅγε φαίνηται δύνων ὥρης κατέναντα,
  14. λάθρῃ παρθενίης ζώνην λύσαντο τοκεῦσιν
  15. ἠὲ κασιγνήτοις σφετέροις πατέρων τε τέκεσσιν.
  16. ἤν δʼ ὑπογείῳ Ἄρης ἢ καὶ δυτικῷ ἐνὶ κέντρῳ
  17. δέρκηται βεβαὼς κλήρου γάμου αὐτὸς ἀνάσσων,
  18. αἵδε βίῃ δμώεσσιν ἢ οὐτιδανοῖς ὑπὸ φωσὶν
  19. δμηθεῖσαι θολερῶς ὥρης ἄνθος διόλεσσαν.
  20. ἤν δʼ Ἑρμῆς κέντροισιν ἐπείη, τοῖσιν ἔλεξα,