Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. τῆμος ἄρ ἁρπαγίμους νύμφας ἐς δώματʼ ἄγονται.
  2. εἰ δὲ μεσουράνιον μὲν ἔχῃ Μήνη βλοσυρῶπις,
  3. Κύπρις δʼ αὖθ᾿ ὑπόγειον ἴσαις μοίραις βεβαυῖα,
  4. αὐτοκασιγνήτων σφετέρων συνέασιν ὁμεύνοις.
  5. ἀνδρὸς γεινομένου δʼ ὁπότʼ ἂν Τιτάν τε καὶ Ἄρης
  6. καὶ Κύπρις Στίλβων τε μίαν κατʼ ἀταρπὸν ἴωσιν,
  7. εἵνεκα κλεπτοσύνης εὐνῆς λαθρίης τε κυθήρης
  8. ἐν συνοχῇσι γένονθʼ, οἱ δʼ αὖ καὶ δεσμὸν ἔτλησαν,
  9. αὐτοί τε μάχλοι τε καὶ ἐς φιλότητʼ ἀκόρεστοι,
  10. ἔκ τʼ ἀλόχων λώβας τε καὶ ὕβριας αἰὲν ἔχοντες,
  11. ὡς καὶ ἑοῖο γάμου λωβήτορας αὐτοὶ ἐς οἴκους
  12. δέχνυνται ξενίῃ σκοτίης ἕνεκεν φιλότητος.
  13. εἰ δʼ ἀνδρὸς γενέθλην ἠδʼ αὖ κείνοιο συνεύνου
  14. σκεψάμενος κατίδοις ἄμφω ζώοιν ἔνι Μήνην,
  15. 44
  16. αἰὲν ὁμοφροσύνῃσινἰαίνοντʼ ἀμφὶ γάμοισιν.
  17. δαίμονι δʼ ἢν χαλεπῷ κείνης Μήνη πέλῃ ἀνδρί,
  18. αἰὲν ἀτασθαλίῃσι γυνὴ ἀθερίζει ἀκοίτην
  19. οὐδὲν ὀπιζομένη λεχέων θεσμῶν τε γάμοιο.
  20. ταὐτὰ δʼ ἄρʼ ἐκ ποσίων τελέθει δειλῇσι γυναιξίν,
  21. εὖτε Σεληναίη ἀλόχοις ἐν δαίμονι λυγρῷ