Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. τοῖσιν δʼ αὖτ ὀλοὸς Φαίνων μετόπισθεν ἕπηται
  2. νωθρὸν ἐπαντέλλων ἢ καὶ κατέναντα δοκεύων,
  3. ἐξ ἕδρης πιναροῖο τέγους ξυνῆς τʼ ἀπὸ δήμου
  4. εὐνῆς ἀνστήσαντες ἄγοντʼ ἐς δώματα νύμφας,
  5. κἶσα πολυμνήστῃσιν ἀεὶ τίουσʼ ἀλόχοισιν.
  6. ἤν δὲ δύω μὲν φῶτα μέσου κλίνωσ’ ἀπʼ Ὀλύμπου,
  7. πάντες δʼ ἀστέρες ἄλλοι ὑποχθόνιοι φορέωνται
  8. ἔκτοσθεν κέντρων, τῆμος ξείνης ἀπὸ γαίης
  9. ἄξεται ἀλλοτρίων φωτῶν ἀγνῶτα θύγατρα,
  10. καὶ πάτρης ἂπο τηλοῦ ὁμῶς κείνῃ βιοτεύσει.
  11. οἷς δʼ ἄη ὕπερθ’ ὥρης χαλεπῷ ἐν δαίμονι καλὴ
  12. Ἀφρογενὴς φαίνῃ, τὴν δʼ οὖ Κρόνος ἢ τετράγωνος
  13. ἠὲ καταντιπέρην λεύσσῃ, κἤν λέκτρα πόρωσιν ---
  14. θηλυτέροις δʼ εὖτ’ ἄν Κύπρις κεραή τε Σελήνη
  15. ζώοισιν λάμπωσʼ, ἤτοι δυτικοῦ κατὰ κέντρου,
  16. ἢ καὶ ὑποχθονίου, ἢ καὶ δύο κέντρ’ ἐφέπωσιν,
  17. μουνὰξ δʼ ἀμφότεροι κατεναντία τῇσιν ὁρῶνται,
  18. 42
  19. τῇ μὲν Ἄρης, τῇ δʼ αὖτε Κρόνος, τόθ’ ἑαῖς πανάθεσμοι
  20. θυγατράσιν πατέρες ξυνὸν λέχος εἰσανέβησαν.
  21. ναὶ μὴν καὶ Κρόνου εὖτ’ ἂν ἐν οἴκοισιν Κυθέρεια