Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. νυκτερινῇ γενέθλῃ δὲ Σεληναίης ἀπὸ μοίρης.
  2. ὁππότε δʼ ἂν κέντρων ἐκτὸς δύο φῶτ’ ἀποκλινθῇ,
  3. ἡδʼ ἄρʼ ἐπὶ μοίρῃσι κατωφερέεσσι πόλοιο
  4. νίσσηται προθέοντα, τότʼ ἀ στέρος ἄρχεο κείνου,
  5. ὅς ῥά τε δεσπόζει γενέθλης μέγα τε κράτος ἴσχει.
  6. εἰ δʼ ἄρα κἀκεῖνον λεύσσοις κλινθέντʼ ἀπὸ κέντρου,
  7. ἐξ ὥρης τότʼ ἔπειτα χρόνων ἄφεσιν σύ γε φράζου.
  8. ζωῆς δʼ αὖτʼ ἀρχὴν εὖτ’ ἂν διζήμενος εὕρῃς, 
  9. δεικήλων σκέπτοιο χρόνους, ὁπόσοις περάτηθεν
  10. ἀντέλλει, κείνων τε περὶ μοιρῶν δεδάασθαι·
  11. τὼς γὰρ πλειώνων ἀριθμὸν μοίρῃσι φράσαιο,
  12. ὅσσους Μοῖρ’ ἐπέδησε βροτῶν μογεροῦ βιότοιο.
  13. ἐν δὲ μέσαις μοίρ ῃσι ν, ἐφʼ αἷς ζωὴ νέμετʼ ἀνδρῶν,
  14. ἐνδυκέως σκέπτοιο, μὴ ἀκτὶς ἢ τετράγω νος
  15. ἠὲ κατ ἀντιπέρην ὀλοοῦ Κρόνου ἢ Πυρόεντος,
  16. ἢ οὖ τοίγε συναντόμ ενοι ζωὴν διέκερσαν.
  17. νυκτὶ δὲ γεινομένους καὶ παμφεγγὴς Ὑπερίων
  18. 36
  19. δηθάκις ἀκτίνεσσιν ἑαῖς πνοιῆς ἀπάμερσεν.
  20. πᾶσαν δʼ αὖτʼ ἄφεσιν πλευρὴ τετράγωνος ὁρίζει·
  21. μήκιστον γὰρ τοῦτο βροτῶν τέλος εὔαδε Μοίραις.