Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. καὶ ζῶον πρὸς τοῖς ἄρσεν πέλοι ὡρονόμοιο,
  2. ἧς φύσιος λήγουσι, παρὰ λεχέεσσι  γυναικῶν
  3. κλινόμεναι φιλότητι, τάτ’ ἀνέρες ἐκτελέουσιν.
  4. ἔμπαλι θηλυτέροισι δʼ ὅτʼ ἀνέρες ἐν ζώοισιν
  5. ἴσχωσʼ Ἠέλιον καὶ νυκτεροφεγγέα Μήνην,
  6. θῆλυ δὲ καὶ ζῶον κατέχῃ Κυλλήνιος Ἑρμ ῆς,
  7. πάσχουσ’ αἴσχεα πολλὰ γυναικῶν ἔργα τελοῦντες·
  8. δηθάκι καὶ σπορίμης αἰδοῦς ἀπὸ μήδεʼ ἔκειραν.
  9. τὼς μὲν ἄρʼ αἰνὰ πέλει φύσιος βροτέης κατέναντα
  10. φῶτʼ ἐνὶ δεικήλοισιν ἑὸν δρόμον ἐξανύοντα.
  11. Ἀλλʼ ἐπεὶ οὖν μοι θυμὸς ἐνὶ προτέροισιν ἀεῖσαι
  12. 35
  13. μήσατ’ ἀναγκαῖον χρεῖος, σάφα νῦν καταλέξω,
  14. ὁππόθεν ἐν γενέθλῃσι χρεὼν ζω ῆς χρόνου ἀρχὴν
  15. ἀνθρώποις φράζεσθʼ ἡδʼ ἔμπαλιν, ὁππόθι λήγει.
  16. οὐ μὲν δὴ πάντεσσιν ὁμῶς μερόπεσσιν ἔοικεν
  17. οἴης ἐκ χώρης ἐτέων λάζυσθαι ἀριθμόν·
  18. ἄλλη γάρ θʼ ἑτέρῃ γενέθλῃ ἄφεσις συνάρηρεν.
  19. ὅσσοις μὲν Τιτὰν ἠοῖ ἔνι γεινομένοισιν
  20. κέντρῳ ἐπεμ βεβαὼς ἰνδάλλεται, ἐξ ἄρα κείνου
  21. μοίρης ἄρχεσθαι βιότου χρόνον ἐξαριθμοῦντας·