Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Ἐλθέ μοι, ὡς προτέρην λιγέως ἥρμοσσας ἀοιδήν,
  2. Μοῦσα φίλη, καὶ Φοῖβε καὶ Ἑρμῆ χρυσοπέδιλε,
  3. καὶ νῦν ἱμερόεν τέκμωρ θείητʼ ἐπὶ μολπῇ·
  4. αὐτὰρ ἐγὼ θυμὸν καίπερ καμάτῳ μογέοντα
  5. ὀτρυνέω, μέχρις ἄν κ᾿ ἐπὶ πείρατα νίσσομαι οἴμης·
  6. πᾶν γὰρ ἀεικέλιον, τῷ μὴ τέλος ἐσθλὸν ὀπηδεῖ.
  7. βίβλῳ δʼ ἐν πυμάτῃ τάδε μοι κατανεύσατʼ ἀεῖσαι,
  8. ἀμφὶ τροφῆς βρεφέων ἠδʼ ἀτροφίης ἀλεγεινῆς,
  9. ὅσσα τʼ ἐπειγόμενοι Μοίρης ὕπο χερσὶν ἑῇσιν
  10. αὐτοὶ ἐπʼ οὐλόμενον πότμον ῥίψαντο γονῆες,
  11. ἀμφὶ γάμων τʼ ἐρατῶν καὶ ἀδελφειῶν ἐνέποιτε
  12. 37
  13. καὶ τέκνων γενεῆς, σινέεσσί τε τοῖσιν ἕκαστος
  14. ἀνθρώπων μεμόρηται ὑπʼ ἀστράσι κινυμένοισιν,
  15. καὶ τέχνας μέλποιτʼ ἰδὲ πρήξιας, ἔργα θʼ ὁποῖα
  16. ἀστέρες ἀνθρώποισι δυηπαθέεσσι νέμουσιν,
  17. ἡδʼ ὡς σφαλλόμενοι πολυχρήμονος ἐκ βιότοιο
  18. ἀνέρες ἐν πενίῃ τε καὶ ἄλγεσιμοχθίζουσιν,
  19. καὶ δμώων ὅππως τις ἐπιφράσσαιτο γενέθλην.
  20. Κείνοις μὲν δὴ πρῶτα τροφ ῆς ἐμέγηρε βρέφεσσιν
  21. Αἶσα κακή, τοῖσπέρ τʼ ἀπὸ γαστέρος ὀρνυμένοισιν