Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ὁππόθεν ἐν γενέθλῃσι χρεὼν ζω ῆς χρόνου ἀρχὴν
  2. ἀνθρώποις φράζεσθʼ ἡδʼ ἔμπαλιν, ὁππόθι λήγει.
  3. οὐ μὲν δὴ πάντεσσιν ὁμῶς μερόπεσσιν ἔοικεν
  4. οἴης ἐκ χώρης ἐτέων λάζυσθαι ἀριθμόν·
  5. ἄλλη γάρ θʼ ἑτέρῃ γενέθλῃ ἄφεσις συνάρηρεν.
  6. ὅσσοις μὲν Τιτὰν ἠοῖ ἔνι γεινομένοισιν
  7. κέντρῳ ἐπεμ βεβαὼς ἰνδάλλεται, ἐξ ἄρα κείνου
  8. μοίρης ἄρχεσθαι βιότου χρόνον ἐξαριθμοῦντας·
  9. νυκτερινῇ γενέθλῃ δὲ Σεληναίης ἀπὸ μοίρης.
  10. ὁππότε δʼ ἂν κέντρων ἐκτὸς δύο φῶτ’ ἀποκλινθῇ,
  11. ἡδʼ ἄρʼ ἐπὶ μοίρῃσι κατωφερέεσσι πόλοιο
  12. νίσσηται προθέοντα, τότʼ ἀ στέρος ἄρχεο κείνου,
  13. ὅς ῥά τε δεσπόζει γενέθλης μέγα τε κράτος ἴσχει.
  14. εἰ δʼ ἄρα κἀκεῖνον λεύσσοις κλινθέντʼ ἀπὸ κέντρου,
  15. ἐξ ὥρης τότʼ ἔπειτα χρόνων ἄφεσιν σύ γε φράζου.
  16. ζωῆς δʼ αὖτʼ ἀρχὴν εὖτ’ ἂν διζήμενος εὕρῃς, 
  17. δεικήλων σκέπτοιο χρόνους, ὁπόσοις περάτηθεν
  18. ἀντέλλει, κείνων τε περὶ μοιρῶν δεδάασθαι·
  19. τὼς γὰρ πλειώνων ἀριθμὸν μοίρῃσι φράσαιο,
  20. ὅσσους Μοῖρ’ ἐπέδησε βροτῶν μογεροῦ βιότοιο.