Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. πρηεῖαι γάρ τʼ εἰσὶ νόῳ, ποσίεσσί θʼ ἐοῖσιν
  2. εἴκουσιν μάλα πειθόμεναι, στυγέουσί τε νεῖκος.
  3. εἰ δʼ ἐπὶ θηλυτέρ ῃ γενέθλῃ δύο φῶτα φανείη
  4. ἄρ σεσιν ἐν ζώοις, ἡ δʼ αὖ μάλʼ ἀγήνορι θυμῷ
  5. δεινή τε κρυερή τε πέλει πραπίδεσσί τʼ ἄκαμπτος.
  6. ὁππότε δʼ οὖν σελάων τοίοις ζώοισιν ἐπόντων
  7. καὶ Θοῦρος πυρόεις καὶ καλλίκομος Κυθέρεια
  8. ἄρσεσι δεικήλοισιν ἐπεμβεβαῶτες ὁρῷντο,
  9. καὶ ζῶον πρὸς τοῖς ἄρσεν πέλοι ὡρονόμοιο,
  10. ἧς φύσιος λήγουσι, παρὰ λεχέεσσι  γυναικῶν
  11. κλινόμεναι φιλότητι, τάτ’ ἀνέρες ἐκτελέουσιν.
  12. ἔμπαλι θηλυτέροισι δʼ ὅτʼ ἀνέρες ἐν ζώοισιν
  13. ἴσχωσʼ Ἠέλιον καὶ νυκτεροφεγγέα Μήνην,
  14. θῆλυ δὲ καὶ ζῶον κατέχῃ Κυλλήνιος Ἑρμ ῆς,
  15. πάσχουσ’ αἴσχεα πολλὰ γυναικῶν ἔργα τελοῦντες·
  16. δηθάκι καὶ σπορίμης αἰδοῦς ἀπὸ μήδεʼ ἔκειραν.
  17. τὼς μὲν ἄρʼ αἰνὰ πέλει φύσιος βροτέης κατέναντα
  18. φῶτʼ ἐνὶ δεικήλοισιν ἑὸν δρόμον ἐξανύοντα.
  19. Ἀλλʼ ἐπεὶ οὖν μοι θυμὸς ἐνὶ προτέροισιν ἀεῖσαι
  20. 35
  21. μήσατ’ ἀναγκαῖον χρεῖος, σάφα νῦν καταλέξω,