Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἐν δὲ μέσαις μοίρ ῃσι ν, ἐφʼ αἷς ζωὴ νέμετʼ ἀνδρῶν,
  2. ἐνδυκέως σκέπτοιο, μὴ ἀκτὶς ἢ τετράγω νος
  3. ἠὲ κατ ἀντιπέρην ὀλοοῦ Κρόνου ἢ Πυρόεντος,
  4. ἢ οὖ τοίγε συναντόμ ενοι ζωὴν διέκερσαν.
  5. νυκτὶ δὲ γεινομένους καὶ παμφεγγὴς Ὑπερίων
  6. 36
  7. δηθάκις ἀκτίνεσσιν ἑαῖς πνοιῆς ἀπάμερσεν.
  8. πᾶσαν δʼ αὖτʼ ἄφεσιν πλευρὴ τετράγωνος ὁρίζει·
  9. μήκιστον γὰρ τοῦτο βροτῶν τέλος εὔαδε Μοίραις.

Ἐν ᾧ φησιν·

Α. Περὶ τροφῆς καὶ ἀτροφίας παίδων.

Β. Περὶ γάμου.

Γ. Περὶ τέκνων γονῆς

Δ. Περὶ στείρων καὶ ἀσπέρμων.

Ε. Περὶ πλήθους τέκνων ἢ καὶ ὀλιγοπαιδίας.

ϛ. Περὶ τοῦ ποίας τέχνας ἢ ποίας πράξεις μετελεύσεται ὁ τεχθείς.

Ζ. Περὶ σίνους.

Η. Περὶ κτήσεως.

Θ. Περὶ δουλείας τύχης.

  1. Ἐλθέ μοι, ὡς προτέρην λιγέως ἥρμοσσας ἀοιδήν,
  2. Μοῦσα φίλη, καὶ Φοῖβε καὶ Ἑρμῆ χρυσοπέδιλε,
  3. καὶ νῦν ἱμερόεν τέκμωρ θείητʼ ἐπὶ μολπῇ·
  4. αὐτὰρ ἐγὼ θυμὸν καίπερ καμάτῳ μογέοντα
  5. ὀτρυνέω, μέχρις ἄν κ᾿ ἐπὶ πείρατα νίσσομαι οἴμης·
  6. πᾶν γὰρ ἀεικέλιον, τῷ μὴ τέλος ἐσθλὸν ὀπηδεῖ.
  7. βίβλῳ δʼ ἐν πυμάτῃ τάδε μοι κατανεύσατʼ ἀεῖσαι,
  8. ἀμφὶ τροφῆς βρεφέων ἠδʼ ἀτροφίης ἀλεγεινῆς,
  9. ὅσσα τʼ ἐπειγόμενοι Μοίρης ὕπο χερσὶν ἑῇσιν
  10. αὐτοὶ ἐπʼ οὐλόμενον πότμον ῥίψαντο γονῆες,
  11. ἀμφὶ γάμων τʼ ἐρατῶν καὶ ἀδελφειῶν ἐνέποιτε
  12. 37
  13. καὶ τέκνων γενεῆς, σινέεσσί τε τοῖσιν ἕκαστος