Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. εἰ δέ τʼ ἐν ἀρσενικοῖς ἄμφω κλυτὰ φέγγεʼ ὁρῷτο,
  2. 34
  3. ὠμούς, ἀστεμφεῖς, ἡδ’ ἀτρέπτους ἐσίδοιο
  4. γεινομένους, οὐδʼ ὅσσον ὑπείκοντας νόῳ ἄλλοις.
  5. ὅσσοι δʼ οὖ Μήνην μὲν ἐν ἄρσενι, θηλυτέρῳ δὲ
  6. ἴσχουσʼ Ἠέλιον, τοῖσιν δʼ ἄρα πρήξιες ἔργων
  7. ἄλλως ἐξανύονται ἢ ὡς φρεσὶν ᾗσι μενοίνων·
  8. αὐτοὶ δʼ ἀπρόκοποι, πάμπαν τʼ ἐπαρίστεροι ἄνδρες.
  9. θήλεσι δʼ ἐν ζώοις ἄμφω κλυτὰ φῶτα φανέντα
  10. δειλούς, πανταρβεῖς, ἑτέροις ὑποπεπτηῶτας ---
  11. θηλύτεροι πραπίσιν, βιότῳ δʼ ἔνι πάμπαν ἄπρηκτοι,
  12. ἀλλοτρίης γαίης καὶ ἀλητύος ἰμείροντες.
  13. ἀλλὰ τόδʼ ἔμπαλιν ἐσθλὸν ἔφυ κεδνῇσι γνναιξίν·
  14. πρηεῖαι γάρ τʼ εἰσὶ νόῳ, ποσίεσσί θʼ ἐοῖσιν
  15. εἴκουσιν μάλα πειθόμεναι, στυγέουσί τε νεῖκος.
  16. εἰ δʼ ἐπὶ θηλυτέρ ῃ γενέθλῃ δύο φῶτα φανείη
  17. ἄρ σεσιν ἐν ζώοις, ἡ δʼ αὖ μάλʼ ἀγήνορι θυμῷ
  18. δεινή τε κρυερή τε πέλει πραπίδεσσί τʼ ἄκαμπτος.
  19. ὁππότε δʼ οὖν σελάων τοίοις ζώοισιν ἐπόντων
  20. καὶ Θοῦρος πυρόεις καὶ καλλίκομος Κυθέρεια
  21. ἄρσεσι δεικήλοισιν ἐπεμβεβαῶτες ὁρῷντο,