Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- κερκίσιν ἠδὲ χερῶν τεχνήμασιν ἀμφί τε πέπλοις,
- τοὺς δὲ καὶ ἐν γραφίοις μελιηδέος ἄνθεσι κηροῦ
- δεικνύντας πάντων μορφὰς θηρῶν τε καὶ ἀνδρῶν,
- ἄλλους δʼ ἐν πετάλοις στεφανώματα ποικίλλοντας,
- οὓς δὲ καὶ ἀνθοβάφους ἀλίων ἄπο θήκατο κόχλων,
- εὐόδμων τε μύρων τεῦξεν τεχνήτορας ἄνδρας.
- Ἑρμῆς δʼ αὖτʼ οἴκοισι φανεὶς καλῆς Κυθερείης
- προσφιλέας θῆκεν καὶ τιομένους μάλα πᾶσιν,
- μορφῇ θʼ ἱμερόεντας ἰδʼ αἱμύλα κωτίλλοντας,
- παντοίης μούσης τʼ ἐπιίστορας· ἢ γὰρ ἀοιδούς
- εὐκλέας, ἢ κιθάρης ὑποφήτορας ἐξετέλεσσεν,
- ἠὲ μελῶν μολπῆς εὐρύθμου τεύκτορας ἄνδρας,
- ἠὲ πολυτρήτοις λιγέως μέλποντας ἐν αὐλοῖς·
- ἄλλους ὀρχηθμοῦ βητάρμονας ἴδριας ἔρδει·
- παιδευτὰς δʼ ἄλλων τοίων ἔργων ἀνέφηνεν,
- ἐξ ὧν ὄλβον ἐυκτέανον κῦδός τʼ ἐνὶ δήμοις
- ἄρνυνται, χαρίτεσσι κεκασμένοι εὐεπίῃ τε·
- πρήξεσι δʼ ἐν βιότου πάντες μακάριστοι ἔασιν,
- οἷσί τʼ ἐπιθύνωσʼ ἔργοις, πάντʼ ἐκτελέουσιν
- ᾖσιν ἐπιφροσύνῃσιν ἀμόχθως, ὥς κʼ ἐθέλωσιν. —