Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- μηδομένους, κλῶπας, ληίστορας, ἀνδροφονῆας,
- ὅρκων οὐδʼ ὅσσον τι νόῳ κρυερῷ ἀλέγοντας.
- ταῦτα δὲ καὶ Στίλβων Ἄρεως ἐν δώμασιν ἔρδει,
- πλαστογράφους τεύχων, λυμάντορας, ἠπεροπευτάς,
- ἀλλοτρίου πλούτοιο λιλαιομένους κτεάνων τε·
- πολλάκι καὶ κτεάνων πίστεις, ὧνπέρ τις ἔδωκεν
- λάθρῃ παρθέμενος, κακομητίῃ ἠρνήσαντο, πολλάκι ---
- χρήματα παῦρα διδοῦσιν, ἃ πολλῶν χρεῖος ἐτύχθη·
- πρὸς δʼ ἔτι φαρμακίης ὀλοῆς ἐπιίστορας ἔρδει·
- ὧν ἕνεκεν πάντων καὶ ὑπʼ ἴδρισιν ἶφι μάχεσθαι
- λάσθαις κερτομίαις τε κατὰ πτόλιας σοβέονται.
- ἐν δʼ Ἑρμοῦ ζώοισι φιλομμειδὴς Ἀφροδίτη
- θῆκε προϊσταμένους μεγάλων βιότοιο γυναικῶν,
- κείνων δʼ εἵνεκα δηθὰ κρίσεις καὶ νείκεʼ ἔχοντας,
- οἷς ἔπι κῦδος ἔθηκεν ἔδ’ εὐκλέα πολλάκι νίκην·
- οἱ δὲ θεῆς ἱεροῖο προφήτορες εὐκτεάνοιο
- γίνονται, τιμὰς ἰδʼ ἀπʼ αὐτοῦ πλοῦτον ἔχοντες·
- τεύχει δʼ ἐν τούτοισι τόποις καλὴ Κυθέρεια
- αἰόλʼ ὑπὸ χροιῇ ποικίλματα δαιδάλλοντας
- παντοίοις ζώοισιν ἐοικότα, τοὺς μὲν ἐφʼ ἰστῶν
14