Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἐν δὲ Λέοντι, δόμῳ πανδερκέος Ἠελίοιο,
  2. Φαίνων μὲν μεγάλους τε καὶ ἐκ πατέρων ἀριδήλων
  3. τεύχει, καί τʼ ὄλβῳ βιότου ἅμα κῦδος ὀπάζει,
  4. ἀλλὰ κακῷ θανάτῳ ὀλέσει πάντως γενετῆρα,
  5. ἢ βίῃ ἢ φθορίμων ὑγρῶν πλήθεσσι χαλέψας.
  6. δεικήλῳ δʼ ἐν τῷδε Διὸς πολυφεγγέος ἀστὴρ
  7. ὥστʼ οἴκῳ σφετέρῳ χαίρει, ἐπεί ἐστι τρίγωνον
  8. αὐτοῦ, ὡς καὶ πρόσθεν ἀείσαμεν, Ἠελίου τε,
  9. 15
  10. καὶ μεγάλους βασιλῆας ἢ ἴσους κοιρανέουσιν,
  11. ἤ που τῶν ἑτάρους τεύχει, λαοῖσιν ἀγητούς·
  12. πάντας δʼ ἀφνειοὺς καὶ τιμήεντας ἔθηκεν.
  13. αὐτὰρ Ἄρης ἐπὶ τῷδε πατρώια πάντʼ ἐκέδασσεν,
  14. καὶ σίνος ὀφθαλμῶν δῶκεν, βιότου δʼ ἄρα πρῆξιν
  15. πολλὴν ἀμφὶ πυρὸς πολιοῦ τʼ ἄπο δῶκε σιδήρου,
  16. τοῖς δʼ ἔργοις σκληρὰς καὶ ἀπηνέας ὤπασε τέχνας·
  17. αἰεὶ δʼ ἔν τε Λέοντι καὶ ἐν Μήνης δόμῳ ὀφθεὶς
  18. ὠκυμόρους τεύχει, τούς δʼ ἡμιβίους ἐναρίζει.
  19. Ἀφρογενὴς δὲ Λέοντι βεβηκυῖʼ οὐ μάλα χαίρει·
  20. δυσγαμίην τεύχει, ποτὲ δʼ αὖτʼ ἀλόχοιο διείργει.
  21. ἀλλʼ Ἑρμῆς πινυτούς τε καὶ ἐν μύθοισι φερίστους