Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἐν συνοχῇσι γένοντο καὶ ἀπλήτοις ἀχέεσσιν,
  2. ἠδὲ γυναικείης κεφαλῆς χάριν εἰργμὸν ἔνεικαν·
  3. ἢν δὲ γυναικὸς ἔῃ γενέθλη, μάλʼ ἀγήνορα τεύχει
  4. καὶ γαῦρον, βουλῇσιν ἑαῖς πίσυνον καὶ ἄκαμπτον,
  5. τάς τʼ ἄλλας ἄνδρεσσιν ἴσας κάμνουσαν ἀνίας·
  6. πάγχυ δʼ ἄρʼ ἐς φιλότητα δύην, τοκετῶν ἐποχήν τε
  7. 13
  8. ὀτλήσει, καὶ δηθὰ λυγρῇ περὶ γαστρὶ μογήσει,
  9. ἤτοι πρὶν γονίμης ὥρης βρέφεʼ ὠμοτοκοῦσα,
  10. ἠὲ νεκρῶν ἐν γαστρὶ μέλη τέμνουσʼ ἄπο τέκνων.
  11. ναὶ μὴν καὶ Πυρόεις οἴκοις θοοῦ Ἐρμάωνος
  12. οὐλοὰ μηδομένους στέρνων ἔντοσθεν ἔθηκεν,
  13. ἄγριά τʼ ἐν πραπίσιν βουλεύματα ποικίλλοντας,
  14. πρὸς δὲ κακοφροσύνῃσιν ἀεὶ μερόπεσσι συνόντας,
  15. ὡς δὴ καί τʼ ἄλλοις ὑποφήτορας ἔμμεν ἀνιῶν·
  16. καὶ δὲ δικορραφίης δεδαηκότες εἰν ἀγορῇσιν
  17. καὶ κρίσιας θαμινὰς καὶ νείκεα πυκνὰ ἑκόντες
  18. ἴσχουσιν, φήμη δὲ κακὴ περιδέδρομεν αὐτοὺς
  19. καί τε δικῶν μέγα πλῆθος, ὅ δὴ μάλʼ ἀχρήμονας ἔρδει·
  20. πολλοὶ καὶ παίδων τῶνδʼ ἡγητῆρες ἔασιν·
  21. πρὸς δʼ ἔτι καὶ ψεύστας, ἀθέους, ἀθεμίστια ἔργα